Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἐκ παραλόγου τόλμης ἐς Φιλίππους παρῆλθον, ἔνθα αὐτοῖς καὶ ὁ Τίλλιος ἐπικατήχθη καὶ πᾶς ὁ στρατὸς συνεληλύθει. οἱ δὲ Φίλιπποι πόλις ἐστίν, ἣ Δάτος ὠνομάζετο πάλαι καὶ Κρηνίδες ἔτι πρὸ Δάτου· κρῆναι γάρ εἰσι περὶ τῷ λόφῳ ναμάτων πολλαί. Φίλιππος δὲ ὡς εὐφυὲς ἐπὶ Θρᾴκης χωρίον ὠχύρωσέ τε καὶ ἀφʼ ἑαυτοῦ Φιλίππους προσεῖπεν. ἔστι δὲ ἡ πόλις ἐπὶ λόφου περικρήμνου, τοσαύτη τὸ μέγεθος, ὅσον ἐστὶ τοῦ λόφου τὸ εὖρος. ἔχει δὲ πρὸς μὲν ἄρκτῳ δρυμούς, διʼ ὧν ὁ Ῥασκούπολις ἤγαγε τοὺς ἀμφὶ τὸν Βροῦτον· πρὸς δὲ τῇ μεσημβρίᾳ ἕλος ἔστι καὶ θάλασσα μετʼ αὐτό, κατὰ δὲ τὴν ἕω τὰ στενὰ τὰ Σαπαίων τε καὶ Κορπίλων, ἐκ δὲ τὴς δύσεως πεδίον μέχρι Μυρκίνου τε καὶ Δραβήσκου καὶ ποταμοῦ Στρυμόνος, τριακοσίων που καὶ πεντήκοντα σταδίων, εὔφορον πάνυ καὶ καλόν, ἔνθα καὶ τὸ πάθος τῇ Κόρῃ φασὶν ἀνθιζομένῃ γενέσθαι, καὶ ποταμὸς ἔστι Ζυγάκτης, ἐν ᾧ τοῦ θεοῦ περῶντος τὸ ἅρμα τὸν ζυγὸν ἄξαι λέγουσι καὶ τῷ ποταμῷ γενέσθαι τὸ ὄνομα. κατωφερὲς δʼ ἐστὶ τὸ πεδίον, ὡς ἐπιδέξιον μὲν εἶναι τοῖς ἄνωθεν ὁρμῶσιν ἐκ τῶν Φιλίππων, ἄναντες δὲ τοῖς ἐξ Ἀμφιπόλεως βιαζομένοις.

Φιλίππων μὲν οὖν ἐστιν ἕτερος λόφος οὐ μακράν, ὃν Διονύσου λέγουσιν, ἐν ᾧ καὶ τὰ χρυσεῖα ἔστι τὰ Ἄσυλα καλούμενα. ἀπὸ δὲ τούτου δέκα σταδίους προελθόντι δύο εἰσὶν ἄλλοι λόφοι, Φιλίππων μὲν αὐτῶν ὅσον ὀκτωκαίδεκα σταδίους ἀφεστῶτες, ἀλλήλων δὲ ὅσον ὀκτώ, ἐν οἷς ἐστρατοπέδευσαν, Κάσσιος μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν, Βροῦτος δὲ ἐπὶ τοῦ βορείου. καὶ τῶν ἀμφὶ τὸν Νωρβανὸν ὑποχωρούντων οὐκέτι προῄεσαν· Ἀντώνιόν τε γὰρ ἐπυνθάνοντο πλησιάζειν, Καίσαρος ὑπολελειμμένου διὰ νόσον ἐν Ἐπιδάμνῳ, καὶ τὸ πεδίον ἦν ἐναγωνίσασθαι καλὸν καὶ οἱ κρημνοὶ στρατοπεδεῦσαι. τὰ γὰρ ἑκατέρωθεν αὐτῶν, τῇ μὲν ἦν ἕλη καὶ λίμναι μέχρι τοῦ Στρυμόνος, τῇ δὲ τὰ στενὰ καὶ ἀτριβῆ καὶ ἀνόδευτα· τὸ δὲ μέσον τῶν λόφων, τὰ ὀκτὼ στάδια, δίοδος ἦν ἐς τὴν Ἀσίαν τε καὶ Εὐρώπην καθάπερ πύλαι, καὶ αὐτὰ διετείχισαν ἀπὸ χάρακος ἐς χάρακα καὶ πύλας ἐν μέσῳ κατέλιπον, ὡς ἓν εἶναι τὰ δύο στρατόπεδα. ἦν δὲ καὶ παρʼ αὐτὸ ποταμός, ὃν Γάγγαν τινές, οἳ δὲ Γαγγίτην λέγουσι, καὶ θάλασσα ὄπισθεν, ἐν ᾗ καὶ τὰ ταμιεῖα καὶ ἐνορμίσματα ἔμελλον ἕξειν. Θάσον μὲν δὴ ταμιεῖον, ἀπὸ ἑκατὸν σταδίων οὖσαν, ἐτίθεντο, ἐνόρμισμα δὲ ταῖς τριήρεσι Νέαν πόλιν, ἀπὸ ἑβδομήκοντα σταδίων.

οἱ μὲν δὴ χαίροντες τῷ χωρίῳ τὰ στρατόπεδα ὠχύρουν, Ἀντώνιος δὲ ὥδευε μὲν σὺν τῷ στρατῷ μετʼ ἐπείξεως, τὴν Ἀμφίπολιν ἐθέλων ἐς τὴν ὑπηρεσίαν τῆς μάχης προλαβεῖν, ὡς δὲ αὐτὴν εὗρεν ὠχυρωμένην οἱ πρὸς τῶν ἀμφὶ τὸν Νωρβανόν, ἥσθη καὶ τὴν παρασκευὴν ἐν αὐτῇ κατέλιπε μεθʼ ἑνὸς τέλους, οὗ Πινάριος ἡγεῖτο, αὐτὸς δὲ μάλα θρασέως πολὺ προελθὼν ἐστρατοπέδευεν ἐν τῷ πεδίῳ, σταδίους ὀκτὼ μόνους ἀποσχὼν ἀπὸ τῶν πολεμίων. καὶ εὐθὺς ἦν κατάδηλος ἡ τῶν στρατοπέδων ἐλάττωσίς τε καὶ πλεονεξία. οἱ μὲν γὰρ ἦσαν ἐπὶ κολωνῷ, οἱ δὲ ἐν πεδίῳ, καὶ οἱ μὲν ἐξυλεύοντο ἀπὸ τῶν ὀρῶν, οἱ δʼ ἀπὸ τοῦ ἕλους· καὶ ὑδρεύοντο οἱ μὲν ἐκ ποταμοῦ, οἱ δὲ ἐκ φρεάτων ὧν αὐτίκα ὠρωρύχεισαν· τήν τε ἀγορὰν οἱ μὲν ἀπʼ ὀλίγων σταδίων ἐπήγοντο ἐκ Θάσου, οἱ δὲ ἀπὸ πεντήκοντα καὶ τριακοσίων ἐξ Ἀμφιπόλεως. ἐδόκει γε μὴν ἐξ ἀνάγκης ὁ Ἀντώνιος ὧδε πρᾶξαι, κολωνοῦ μὲν οὐδενὸς ὄντος ἑτέρου, τὸ δʼ ἄλλο πεδίον οἷα κοιλότερον ἐκλιμνάζοντος ἐνίοτε τοῦ ποταμοῦ· παρʼ ὃ καὶ τὰς πηγὰς τῶν ὀρυσσομένων φρεάτων γλυκείας τε καὶ δαψιλοῦς ὕδατος εὕρισκε. τό γε μὴν τόλμημα, εἰ καὶ ἐξ ἀπορίας ἐγένετο, κατέπλησσε τοὺς πολεμίους, ἐγγὺς οὕτω καὶ εὐθὺς ἐξ ἐφόδου σὺν καταφρονήσει παραστρατοπεδεύσαντος. φρούριά τε ἤγειρε πολλὰ καὶ πάντα κατὰ σπουδὴν ὠχύρου τάφροις καὶ τείχεσι καὶ χαρακώμασιν. ὠχύρουν δὲ καὶ οἱ πολέμιοι, ὅσα αὐτοῖς ἐνέλειπεν. ὁ δὲ Κάσσιος τὴν ὁρμὴν τοῦ Ἀντωνίου μανιώδη οὖσαν ὁρῶν διετείχιζεν, ὃ ἔτι μόνον αὐτοῖς ἔλειπεν ἐς τὸ ἕλος ἀπὸ τοῦ στρατόπέδου, διὰ στενότητα ὑπεροφθέν, ὡς μηδὲν ἔτι ἀτείχιστον εἶναι πλὴν κατὰ πλευρὰς Βρούτῳ μὲν τὰ ἀπόκρημνα, Κασσίῳ δὲ τὸ ἕλος καὶ τὴν θάλασσαν ἐπὶ τῷ ἕλει· τὰ δὲ ἐν μέσῳ πάντα διείληπτο τάφρῳ καὶ χάρακι καὶ τείχει καὶ πύλαις.

οὕτω μὲν ὠχυροῦντο αὐτῶν ἑκάτεροι καὶ ἐν τοσούτῳ μόνοις ἱππεῦσι καὶ ἀκροβολισμοῖς ἐπειρῶντο ἀλλήλων. ὡς δὲ ἐξείργαστο πάντα, ὅσα ἐπενόουν, καὶ ὁ Καῖσαρ ἀφῖκτο, οὔπω μὲν ἐρρωμένος ἐς μάχην, φορείῳ δὲ ἐπὶ τὰς συντάξεις τοῦ στρατοῦ κομιζόμενος, οἱ μὲν ἀμφὶ τὸν Καίσαρα εὐθὺς ἐξέτασσον ἐς μάχην, οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἀντεξέτασσον μὲν ἐπὶ τῶν ὑψηλοτέρων, οὐ κατῄεσαν δέ· οὐ γὰρ ἐγνώκεσαν ἐς τὴν μάχην ἐπείγεσθαι, ταῖς ἀγοραῖς ἐλπίζοντες ἐκτρύσειν τοὺς πολεμίους. ἦν δὲ τὰ μὲν πεζὰ ἑκατέροις ἐννεακαίδεκα ὁπλιτῶν τέλη, τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον ἐνδέοντα τοῖς ἀριθμοῖς, τοῖς δʼ ἀμφὶ τὸν Καίσαρα καὶ ἐπλεόναζον ἑκατέρωθεν· ἱππέες δὲ ἅμα τοῖς ἑκατέρων Θρᾳκίοις ἦσαν Καίσαρι μὲν καὶ Ἀντωνίῳ μύριοι καὶ τρισχίλιοι, Βρούτῳ δὲ καὶ Κασσίῳ δισμύριοι. ὥστε πλήθει μὲν ἀνδρῶν καὶ θράσει καὶ ἀρετῇ στρατηγῶν καὶ ὅπλοις καὶ παρασκευῇ λαμπροτάτην ἑκατέρων παράταξιν ὀφθῆναι, ἄπρακτον δὲ ἐς πολλὰς ἡμέρας, οὐκ ἐθελόντων συμπλέκεσθαι τῶν ἀμφὶ τὸν Βροῦτον, ἀλλὰ ταῖς ἀγοραῖς προεκτρύχειν τοὺς πολεμίους, αὐτοὶ μὲν ἔχοντες Ἀσίαν χορηγὸν καὶ ἐξ ἐγγίονος πάντα διὰ θαλάσσης ποριζόμενοι, τοῖς δὲ πολεμίοις οὐδὲν ὂν δαψιλὲς οὐδὲ οἰκεῖον· οὔτε γάρ τι διʼ ἐμπόρων ἀπʼ Αἰγύπτου λαβεῖν εἶχον, ὑπὸ λιμοῦ τῆς χώρας δεδαπανημένης, οὔτε ἐξ Ἰβηρίας ἢ Λιβύης διὰ Πομπήιον οὔτε ἐκ τῆς Ἰταλίας διὰ Μοῦρκον καὶ Δομίτιον. οὐκ ἐς πολὺ δʼ αὐτοῖς ἔμελλον ἀρκέσειν Μακεδονία τε καὶ Θεσσαλία, μόναι σφίσιν ἐν τῷ τότε χορηγοῦσαι.