Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοῦ δὲ Σερρείου προύχοντος ἐς τὸ πέλαγος, αὐτοὶ μὲν ἐς τὰ μεσόγαια ἀνεχώρουν, Τίλλιον δὲ Κίμβρον μετὰ τοῦ ναυτικοῦ καὶ τέλους ὁπλιτῶν ἑνὸς καὶ τοξοτῶν τινων τὴν ἀκτὴν περιπλεῖν ἔπεμπον, ἣ πάλαι μὲν ἦν ἐρημοτάτη, καίπερ εὔγεως οὖσα, τῶν Θρᾳκῶν οὔτε θαλάσσῃ χρωμένων οὔτε ἐς τὰ παράλια κατιόντων ὑπὸ δέους τῶν ἐπιπλεόντων· Ἑλλήνων δʼ αὐτὴν ἑτέρων τε καὶ Χαλκιδέων καταλαβόντων καὶ θαλάσσῃ χρωμένων, ἤνθει ταῖς ἐμπορίαις καὶ γεωργίαις, χαιρόντων σφίσι καὶ τῶν Θρᾳκῶν διὰ τὴν τῶν ὡραίων ἄμειψιν, μέχρι Φίλιππος ὁ Ἀμύντου τούς τε ἄλλους καὶ Χαλκιδέας ἀνέστησεν, ὡς μηδὲν ἔτι πλὴν οἰκόπεδα μόνον ἱερῶν ὁρᾶσθαι. τήνδε οὖν τὴν ἀκτὴν αὖθις ἔρημον οὖσαν ὁ Τίλλιος παραπλέων, ὥς οἱ πρὸς τῶν ἀμφὶ τὸν Βροῦτον εἴρητο, στρατοπέδοις ἐπιτήδεια χωρία ἀνεμέτρει καὶ διέγραφε καὶ ταῖς ναυσὶ κατὰ μέρη πρόσπλουν, ἵνʼ οἱ περὶ τὸν Νωρβανόν, ὡς ἀχρεῖον ἔτι τὸ τηρεῖν, τὰ στενὰ ἐκλίποιεν. καὶ ἐγένετο μὲν ὡς προσεδόκησαν· ὑπὸ γὰρ τῆς φαντασίας τῶν νεῶν Νωρβανὸς ἐπὶ τῶν Σαπαίων στενῶν ἐθορυβήθη καὶ ἐκάλει Δεκίδιον ἐκ τῶν Κορπίλων κατὰ σπουδὴν ἐπικουρεῖν οἱ. καὶ ἐπεκούρει, τὰ δὲ τῶν Κορπίλων στενὰ ἐκλειφθέντα οἱ περὶ τὸν Βροῦτον διώδευον.

ἐκφανείσης δὲ τῆς ἐνέδρας ὁ Νωρβανὸς καὶ ὁ Δεκίδιος τὰ Σαπαίων κατεῖχον ἰσχυρῶς. καὶ πάλιν ἦν ἄπορα τοῖς ἀμφὶ τὸν Βροῦτον, ἀθυμία τε ἐνέπιπτε, μὴ δέοι σφᾶς ἧς ὑπερεωράκεσαν περιόδου νῦν ἄρχεσθαι καὶ ἀνακυκλεύειν τὰ ἠνυσμένα, ὀψὲ καὶ τοῦ χρόνου καὶ τῆς ὥρας γεγονότων. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Ῥασκούπολις ἐφη περίοδον εἶναι παρʼ αὐτὸ τὸ τῶν Σαπαίων ὄρος ἡμερῶν τριῶν, ἄβατον μὲν ἀνθρώποις ἐς τὸ νῦν ὑπό τε κρημνῶν καὶ ἀνυδρίας καὶ ὕλης πυκνῆς· ἢν δὲ ἐθέλωσιν ὕδωρ τε ἐπάγεσθαι καὶ ὁδοποιεῖν στενὴν καὶ αὐτάρκη δίοδον, οὐ γνωσθήσεσθαι μὲν διὰ τὴν συνηρέφειαν οὐδὲ οἰωνοῖς, τῇ τετάρτῃ δὲ ἐπὶ Ἁρπησσὸν ποταμὸν ἥξειν, ἐκπίπτοντα ἐς τὸν Ἕρμον, ὅθεν ἡμέρας ἔτι μιᾶς ἐν Φιλίπποις ἔσεσθαι, τοὺς πολεμίους περιλαβόντας, ὡς ἀπειλῆφθαι τέλεον αὐτοὺς καὶ οὐδὲ ἀναχώρησιν ἕξειν. τοῖς δὲ ἐδόκει τὰ λεγόμενα τῆς τε ἄλλης ἀπορίας οὕνεκα καὶ ἐλπίδι μάλιστα τοῦ περιλήψεσθαι τοσόνδε στρατὸν πολεμίων.

προπέμπουσιν οὖν μέρος, Λευκίῳ Βύβλῳ παραδόντες, ὁδοποιεῖν μετὰ τοῦ Ῥασκουπόλιδος. οἱ δʼ ἐπιμόχθως μέν, ὅμως δὲ ἔπραττον αὐτὸ μετὰ ὁρμῆς καὶ προθυμίας, καὶ μᾶλλον, ἐπεί τινες αὐτοῖς προπεμφθέντες ἐπανῆλθον, ἰδεῖν τὸν ποταμὸν ἐξ ἀπόπτου λέγοντες. τῇ δὲ τετάρτῃ κάμνοντες ὑπό τε κόπου καὶ δίψους, ἐπιλιπόντος ἤδη τι καὶ τοῦ ὕδατος, ὃ ἐπήγοντο, ἀνέφερον, ὅτι τριήμερόν σφισι τὸ ἄνυδρον ἐλέγετο εἶναι, καὶ ἐν φόβῳ πανικῷ περὶ ἐνέδρας ἐγίγνοντο, οὐκ ἀπιστοῦντες μὲν τοῖς προπεμφθεῖσι τὸν ποταμὸν ἰδεῖν, ἡγούμενοι δὲ ἑτέραν ἄγεσθαι. καὶ ἀθύμουν καὶ ἐβόων καὶ τὸν Ῥασκούπολιν, ὅτε ἴδοιεν περιθέοντα καὶ παρακαλοῦντα, ἐλοιδόρουν καὶ ἔβαλλον. Βύβλου δὲ αὐτοὺς ἱκετεύοντος ἐκπονῆσαι τὰ λοιπὰ μετʼ εὐφημίας, ὁ ποταμὸς περὶ ἑσπέραν ἑωρᾶτο τοῖς πρώτοις· καὶ βοῆς, ὡς εἰκός, λαμπρᾶς ἐπὶ τῇ χαρᾷ γενομένης, ἡ βοή, μεταλαμβανόντων αὐτὴν τῶν κατόπιν ἑξῆς, ἐπὶ τοὺς ὑστάτους περιῄει. Βροῦτος δὲ καὶ Κάσσιος ἐπεὶ ἔμαθον, ἵεντο αὐτίκα δρόμῳ, διὰ τῆς τετμημένης τὸν ἄλλον στρατὸν ἄγοντες. οὐ μὴν ἔλαθόν γε τοὺς πολεμίους ἐς· τέλος οὐδὲ περιέλαβον αὐτούς· ὁ γάρ τοι Ῥάσκος, ὁ ἀδελφὸς τοῦ Ῥασκουπόλιδος, ἐκ τῆς βοῆς ὑπονοήσας ἐσκέψατο καὶ τὸ γιγνόμενον ἰδὼν ἐθαύμασε μὲν ὁδὸν ἄνυδρον ἐλθόντος στρατοῦ τοσοῦδε, ἣν οὐδὲ θηρίον ᾤετο ὁδεύσειν διὰ τοιᾶσδε ὕλης, καὶ ἀνήγγειλε τοῖς ἀμφὶ τὸν Νωρβανόν· οἱ δὲ νυκτὸς ἔφευγον ἐκ τῶν Σαπαίων ἐπʼ Ἀμφιπόλεως. καὶ οἱ Θρᾷκες ἄμφω διὰ στόματος ἦσαν ἐν τοῖς στρατοῖς, ὁ μὲν ἀγνοουμένην ἀγαγών, ὁ δʼ οὐκ ἀγνοήσας.

οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἐκ παραλόγου τόλμης ἐς Φιλίππους παρῆλθον, ἔνθα αὐτοῖς καὶ ὁ Τίλλιος ἐπικατήχθη καὶ πᾶς ὁ στρατὸς συνεληλύθει. οἱ δὲ Φίλιπποι πόλις ἐστίν, ἣ Δάτος ὠνομάζετο πάλαι καὶ Κρηνίδες ἔτι πρὸ Δάτου· κρῆναι γάρ εἰσι περὶ τῷ λόφῳ ναμάτων πολλαί. Φίλιππος δὲ ὡς εὐφυὲς ἐπὶ Θρᾴκης χωρίον ὠχύρωσέ τε καὶ ἀφʼ ἑαυτοῦ Φιλίππους προσεῖπεν. ἔστι δὲ ἡ πόλις ἐπὶ λόφου περικρήμνου, τοσαύτη τὸ μέγεθος, ὅσον ἐστὶ τοῦ λόφου τὸ εὖρος. ἔχει δὲ πρὸς μὲν ἄρκτῳ δρυμούς, διʼ ὧν ὁ Ῥασκούπολις ἤγαγε τοὺς ἀμφὶ τὸν Βροῦτον· πρὸς δὲ τῇ μεσημβρίᾳ ἕλος ἔστι καὶ θάλασσα μετʼ αὐτό, κατὰ δὲ τὴν ἕω τὰ στενὰ τὰ Σαπαίων τε καὶ Κορπίλων, ἐκ δὲ τὴς δύσεως πεδίον μέχρι Μυρκίνου τε καὶ Δραβήσκου καὶ ποταμοῦ Στρυμόνος, τριακοσίων που καὶ πεντήκοντα σταδίων, εὔφορον πάνυ καὶ καλόν, ἔνθα καὶ τὸ πάθος τῇ Κόρῃ φασὶν ἀνθιζομένῃ γενέσθαι, καὶ ποταμὸς ἔστι Ζυγάκτης, ἐν ᾧ τοῦ θεοῦ περῶντος τὸ ἅρμα τὸν ζυγὸν ἄξαι λέγουσι καὶ τῷ ποταμῷ γενέσθαι τὸ ὄνομα. κατωφερὲς δʼ ἐστὶ τὸ πεδίον, ὡς ἐπιδέξιον μὲν εἶναι τοῖς ἄνωθεν ὁρμῶσιν ἐκ τῶν Φιλίππων, ἄναντες δὲ τοῖς ἐξ Ἀμφιπόλεως βιαζομένοις.

Φιλίππων μὲν οὖν ἐστιν ἕτερος λόφος οὐ μακράν, ὃν Διονύσου λέγουσιν, ἐν ᾧ καὶ τὰ χρυσεῖα ἔστι τὰ Ἄσυλα καλούμενα. ἀπὸ δὲ τούτου δέκα σταδίους προελθόντι δύο εἰσὶν ἄλλοι λόφοι, Φιλίππων μὲν αὐτῶν ὅσον ὀκτωκαίδεκα σταδίους ἀφεστῶτες, ἀλλήλων δὲ ὅσον ὀκτώ, ἐν οἷς ἐστρατοπέδευσαν, Κάσσιος μὲν ἐπὶ τοῦ πρὸς μεσημβρίαν, Βροῦτος δὲ ἐπὶ τοῦ βορείου. καὶ τῶν ἀμφὶ τὸν Νωρβανὸν ὑποχωρούντων οὐκέτι προῄεσαν· Ἀντώνιόν τε γὰρ ἐπυνθάνοντο πλησιάζειν, Καίσαρος ὑπολελειμμένου διὰ νόσον ἐν Ἐπιδάμνῳ, καὶ τὸ πεδίον ἦν ἐναγωνίσασθαι καλὸν καὶ οἱ κρημνοὶ στρατοπεδεῦσαι. τὰ γὰρ ἑκατέρωθεν αὐτῶν, τῇ μὲν ἦν ἕλη καὶ λίμναι μέχρι τοῦ Στρυμόνος, τῇ δὲ τὰ στενὰ καὶ ἀτριβῆ καὶ ἀνόδευτα· τὸ δὲ μέσον τῶν λόφων, τὰ ὀκτὼ στάδια, δίοδος ἦν ἐς τὴν Ἀσίαν τε καὶ Εὐρώπην καθάπερ πύλαι, καὶ αὐτὰ διετείχισαν ἀπὸ χάρακος ἐς χάρακα καὶ πύλας ἐν μέσῳ κατέλιπον, ὡς ἓν εἶναι τὰ δύο στρατόπεδα. ἦν δὲ καὶ παρʼ αὐτὸ ποταμός, ὃν Γάγγαν τινές, οἳ δὲ Γαγγίτην λέγουσι, καὶ θάλασσα ὄπισθεν, ἐν ᾗ καὶ τὰ ταμιεῖα καὶ ἐνορμίσματα ἔμελλον ἕξειν. Θάσον μὲν δὴ ταμιεῖον, ἀπὸ ἑκατὸν σταδίων οὖσαν, ἐτίθεντο, ἐνόρμισμα δὲ ταῖς τριήρεσι Νέαν πόλιν, ἀπὸ ἑβδομήκοντα σταδίων.