Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐπὶ δέ γε τῷ δαιμονίῳ καὶ τὰ πρὸς ἀνθρώπων ὁρᾶν ἔχετε, ἐς τοὺς ὑμῶν πολίτας ἀποβλέποντες, οὓς εἴδετε μὲν στρατηγοῦντας ὑμῶν πολλάκις καὶ ὑπατεύοντας καὶ ἐπαινουμένους, ὁρᾶτε δὲ πρὸς ἡμᾶς ὡς εὐαγεῖς καὶ δημοκρατικοὺς καταπεφευγότας καὶ τὰ ἡμέτερα ᾑρημένους καὶ συνευχομένους ἡμῖν ἐς τὰ λοιπὰ καὶ συναιρομένους. πολὺ γὰρ δικαιότερα ἡμεῖς γέρα τοῖς περισώσασιν αὐτοὺς ἐκηρύξαμεν ὧν ἐκεῖνοι τοῖς ἀναιροῦσιν· οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας καὶ μὴ ἐς ἑαυτούς, ἀλλʼ ἐς τὸ μέσον τῷ δήμῳ προτιθέντας τὴν πολιτείαν κατὰ τὰ πάτρια. ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων, ἀλλὰ τῶν μὲν ὑπὲρ δυναστείας καὶ τυραννίδος, ἣν ἐν ταῖς προγραφαῖς ἐπέδειξαν ἤδη, ἡμῶν δὲ οὐδέν, ἀλλʼ ἢ μόνον ἵνα τῆς πατρίδος ἐλευθερωθείσης ἰδιωτεύοιμεν ὑπὸ τοῖς νόμοις, εἰκότως οἵδε τε οἱ ἄνδρες καὶ πρὸ τούτων οἱ θεοὶ τὰ ἡμέτερα κρίνουσι. μεγίστη δὲ ἐλπὶς ἐν πολέμοις ἐστὶ τὸ δίκαιον.

μηδέ τῳ, εἰ Καίσαρος ἐγένετο στρατιώτης, ἐπὶ νοῦν ἔτι ἴτω· οὐ γὰρ ἐκείνου γε ἦμεν οὐδὲ τότε, ἀλλὰ τῆς πατρίδος, οὐδʼ οἱ διδόμενοι μισθοὶ καὶ δωρεαὶ Καίσαρος ἦσαν, ἀλλὰ τοῦ κοινοῦ, ἐπεὶ οὐδὲ νῦν ἐστε Κασσίου στρατὸς οὐδὲ Βρούτου μᾶλλον ἢ Ῥωμαίων· ἡμεῖς δʼ ἐσμὲν ὑμῖν συστρατιῶται, Ῥωμαίων στρατηγοί. καὶ εἰ τόδε καὶ οἱ πολεμοῦντες ἡμῖν ἐφρόνουν, ἐνῆν ἀκινδύνως ἅπασι τὰ ὅπλα καταθέσθαι καὶ τοὺς στρατοὺς πάντας ἀποδοῦναι τῇ πόλει, κἀκείνην ἑλέσθαι τὰ συνοίσοντα· καὶ εἰ δέχονται ταῦτα, προκαλούμεθα. ἐπεὶ δὲ οὐ δέχονται, οὐδʼ ἂν δέξαιντο ἔτι διὰ τὰς προγραφὰς καὶ ὅσα ἄλλα ἔδρασαν, ἴωμεν, ὦ συστρατιῶται, μετά τε πίστεως ὑγιοῦς καὶ προθυμίας ἀδόλου στρατευσόμενοι Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ μόνοις ὑπὲρ ἐλευθερίας.”

ἀναβοησάντων δὲ πάντων “ἴωμεν” καὶ εὐθὺς ἄγειν ἀξιούντων, ἡσθεὶς ὁ Κάσσιος τῇ προθυμίᾳ κατεκήρυξεν αὖθις σιωπὴν καὶ αὖθις ἔλεγε·

“θεοὶ μέν, ὅσοι πολέμων δικαίων δεσπόται, τῆς πίστεως ὑμᾶς, ὦ συστρατιῶται, καὶ προθυμίας ἀμείβοιντο· τὰ δʼ ἐς ἀνθρωπίνην στρατηγῶν πρόνοιαν ὅτι καὶ πλέονα καὶ ἀμείνονά ἐστιν ἡμῖν ἢ τοῖς πολεμίοις, μάθετε οὕτως. τέλη μὲν ὁπλιτῶν ἴσα αὐτοῖς ἀντεπάγομεν, πολλὰ καὶ ἐπὶ τῶν χρειῶν ἄλλα πολλαχοῦ καταλιπόντες· ἱππεῦσι δὲ καὶ ναυσὶ πολὺ προύχομεν καὶ συμμάχοις βασιλεῦσί τε καὶ ἔθνεσι τοῖς μέχρι Μήδων καὶ Παρθυαίων. καὶ ἡμῖν μὲν ἐκ μετώπου μόνον εἰσὶ πολέμιοι, ἡμεῖς δʼ αὐτῶν καὶ κατὰ νώτου Πομπήιόν τε ὁμογνώμονα ἡμῖν ἔχομεν ἐν Σικελίᾳ, καὶ Μοῦρκος ἐν τῷ Ἰονίῳ καὶ Ἀηνόβαρβος στόλῳ πολλῷ καὶ ὑπηρεσίᾳ δαψιλεῖ καὶ δύο τέλεσι στρατοῦ καὶ τοξόταις αἰεὶ διαπλέοντες ἐνοχλοῦσι πολλά, καθαρευούσης πολεμίων ἡμῖν τῆς ὄπισθεν γῆς καὶ θαλάσσης. χρήματά γε μήν, ἅ τινες καλοῦσι νεῦρα πολέμου, τοῖς μὲν οὐκ ἔστιν, οὐδʼ ἀπέδωκάν πω τὰ ὑπεσχημένα τῷ στρατῷ, οὐδὲ κατὰ δόξαν ἀπήντησε τὰ τῶν προγραφῶν, οὐδενὸς τῶν ἐπιεικῶν ὠνουμένου χωρία ἐπίφθονα· οὐδʼ ἑτέρωθεν εὐποροῦσι, τετρυμένης στάσεσι καὶ ἐσφοραῖς καὶ προγραφαῖς τῆς Ἰταλίας. ἡμῖν δὲ ἐκ πολλῆς φροντίδος καὶ τὰ παρόντα ἐστὶ δαψιλῆ, ὡς αὐτίκα ὑμῖν ἄλλα χαρίσασθαι, καὶ ἕτερα πολλὰ ἐπὶ τούτοις ἀπὸ τῶν ὄπισθεν ἐθνῶν προσοδεύεται συμφερόμενα.

τροφαὶ δέ, ὃ δυσπορώτατόν ἐστι στρατοῖς μεγάλοις, ἐκείνοις μὲν οὐκ εἰσί, πλὴν ἐκ μόνης Μακεδονίας, ἔθνους ὀρείου, καὶ Θεσσαλίας, χώρας βραχείας· καὶ τάδε χρὴ κατὰ γῆν αὐτοῖς φέρεσθαι κακοπαθοῦσιν. εἰ δʼ ἐκ Λιβύης ἐπάγοιντο ἢ Λευκανίας ἢ Ἰαπυγίας, διακλείσουσι πάντα Πομπήιός τε καὶ Μοῦρκος καὶ Δομίτιος. ἡμῖν δὲ καὶ εἰσὶ καὶ φέρονται καθʼ ἑκάστην ἡμέραν ἀπόνως διὰ θαλάττης ἔκ τε νήσων καὶ ἠπείρων ἁπασῶν, ὅσαι ἀπὸ Θρᾴκης ἐπὶ ποταμὸν Εὐφράτην, καὶ τάδε ἀκωλύτως, οὐδενὸς ἡμῖν ὄντος ὄπισθεν ἐχθροῦ· ὥστʼ ἐφʼ ἡμῖν ἔσται καὶ ταχύνειν τὸ ἔργον καὶ ἐπὶ σχολῆς ἐκτρύχειν τοὺς πολεμίους λιμῷ. τοσάδε μὲν ὑμῖν καὶ τοιάδε ἐστίν, ὦ συστρατιῶται, παρʼ ἀνθρωπίνης φροντίδος ἕτοιμα· τὰ δὲ λοιπὰ αὐτοῖς ἀνὰ λόγον ἀπαντήσειε παρά τε ὑμῶν καὶ παρὰ τῶν θεῶν. ἡμεῖς δʼ ὑμῖν ἐπὶ τοῖς προτέροις ἀποδόντες ἅπαντα, ὅσα ὑπεσχήμεθα, καὶ τὴν πίστιν ὑμῶν ἀμειψάμενοι πλήθει δωρεῶν, ἀμειψόμεθα καὶ τὸ μεῖζον ἔργον ἀξίως αὐτοῦ κατὰ γνώμην θεῶν. καὶ νῦν δέ, ὅσον ἐς προθυμίαν, ἰοῦσιν ἐπὶ τὸ ἔργον ἤδη, συνόδου τῆσδε καὶ λόγων τῶνδε ἕνεκα, ἐπιδώσομεν εὐθὺς ἀπὸ τοῦδε τοῦ βήματος στρατιώτῃ μὲν χιλίας καὶ πεντακοσίας δραχμὰς Ἰταλικάς, λοχαγῷ δὲ πενταπλάσιον καὶ χιλιάρχῃ δὲ τὸ ἀνάλογον.”

ταῦτα εἰπὼν καὶ παρασκευάσας τὸν στρατὸν ἔργῳ καὶ λόγῳ καὶ δωρεαῖς διέλυε τὴν ἐκκλησίαν. οἱ δὲ ἐπιμένοντες ἐπῄνουν ἐπὶ πλεῖστον αὐτόν τε καὶ Βροῦτον καὶ περὶ σφῶν, ὅσα εἰκὸς ἦν, ὑπισχνοῦντο. οἱ δὲ αὐτοῖς τὴν δωρεὰν αὐτίκα διηρίθμουν καὶ ἕτερα ὑπὲρ αὐτὴν κατὰ προφάσεις πολλὰς τοῖς ἀρίστοις. τοὺς δὲ λαμβάνοντας ἀεὶ κατὰ μέρη προαπέλυον, ἐς Δορίσκον, καὶ αὐτοὶ μετʼ ὀλίγον ἐφείποντο. δύο δὲ ἀετοὶ καταπτάντες ἐς τῶν σημείων δύο αἰετοὺς ἀπʼ ἀργύρου πεποιημένους, ἐκόλαπτον αὐτοὺς ἤ, ὡς ἑτέροις δοκεῖ, περιέσκεπον· καὶ παρέμενον δημοσίας τε τροφῆς ὑπὸ τῶν στρατηγῶν ἠξιοῦντο, μέχρι πρὸ μιᾶς τῆς μάχης ἡμέρας ἀπέπτησαν. δύο δʼ ἡμέραις τὸν Μέλανα κόλπον περιοδεύσαντες ἐς Αἶνον ἀφίκοντο καὶ ἐπὶ Αἴνῳ Δορίσκον τε καὶ ὅσα ἄλλα μέχρι Σερρείου ὄρους παράλια.