Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον. Ἀντωνίου δʼ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθʼ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδʼ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ· καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δʼ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δʼ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.

καὶ Δέκμος μὲν ἐπολιορκεῖτο, ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐτήσιον νουμηνίαν ὕπατοι γενόμενοι Ἵρτιός τε καὶ Πάνσας τὴν βουλὴν εὐθὺς ἐπὶ ταῖς θυσίαις ἐν αὐτῷ τῷ ἱερῷ συνῆγον ἐπὶ Ἀντωνίῳ. Κικέρων μὲν δὴ καὶ οἱ Κικέρωνος φίλοι πολέμιον αὐτὸν ἠξίουν ἤδη ψηφίσασθαι, τὴν Κελτικὴν ἀκούσης τῆς βουλῆς ἐς ἐπιτείχισμα τῆς πατρίδος βιαζόμενον ὅπλοις καὶ τὸν ἐπὶ Θρᾷκας αὐτῷ δεδομένον στρατὸν ἐς τὴν Ἰταλίαν διαγαγόντα· ἐπελέγοντο δὲ καὶ τὴν ἄλλην αὐτοῦ μετὰ Καίσαρα προαίρεσιν, ἔν τε τῇ πόλει φανερῶς δορυφορηθέντος ὑπὸ τοσῶνδε λοχαγῶν καὶ περὶ τὴν οἰκίαν ὥσπερ ἄκραν ὅπλοις καὶ συνθήμασι κεχρημένου καὶ τἆλλα σοβαρωτέρου σφίσι φανέντος ἢ κατὰ τὴν ἐτήσιον ἀρχήν. Λεύκιος δὲ Πείσων, ὁ τῷ Ἀντωνίῳ τὴν ἀποδημίαν ἐπιτροπεύων, ἀνὴρ ἐν τοῖς μάλιστα Ῥωμαίων ἐπιφανής, ὅσοι τε ἄλλοι τῷ Πείσωνι διʼ αὐτὸν ἢ διʼ Ἀντώνιον ἢ κατʼ οἰκείαν γνώμην προσετίθεντο, καλεῖν αὐτὸν ἐς κρίσιν ἠξίουν, ὡς οὐ πάτριον σφίσιν ἀκρίτου καταδικάζειν οὐδʼ εὐπρεπὲς τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας, οὗ γε μάλιστα συνεχεῖς ἐπαίνους ἄλλοι τε καὶ Κικέρων αὐτὸς εἶπε πολλάκις. ἡ δὲ βουλὴ τότε μὲν ἀγχώμαλοι ταῖς γνώμαις ἐς νύκτα περιῆλθον, ἅμα δʼ ἕῳ περὶ τῶν αὐτῶν ἐς τὸ βουλευτήριον συνελέγοντο· ἔνθα τῶν Κικερωνείων ἐπιβαρούντων ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι. ἔστι δὲ ἐν τοῖς ἄρχουσιν ὁ κωλύων ἀεὶ δυνατώτερος.

οἱ μὲν δὴ Κικερώνειοι καὶ τούτῳ μάλα φορτικῶς ὠνείδιζόν τε καὶ ἐνύβριζον καὶ τὸν δῆμον ἐκδραμόντες ἠρέθιζον ἐπʼ αὐτὸν καὶ τὸν Σάλουιον ἐς αὐτὸν ἐκάλουν. ὁ δὲ ἀκαταπλήκτως ἐξέτρεχεν, ἕως ἡ βουλὴ κατέσχε δείσασα, μὴ μεταπείσειε τὸν δῆμον ἐς μνήμην ἀγαγὼν Ἀντωνίου. οὐ γὰρ ἠγνόουν καταγινώσκοντες ἀνδρὸς ἐπιφανοῦς πρὸ δίκης οὐδʼ ὅτι τὴν Κελτικὴν ὁ δῆμος αὐτῷ δεδώκει· ἀλλʼ ὑπὲρ τῶν σφαγέων δεδιότες ὠργίζοντο πρώτῳ μετὰ τὴν ἀμνηστίαν ἀνακινήσαντι τὰ κατʼ αὐτούς. διὸ καὶ τῷ Καίσαρι ἐς αὐτὸν προκατεχρῶντο· καὶ ὁ Καῖσαρ οὐκ ἀγνοῶν ᾑρεῖτο καὶ αὐτὸς ὅμως προκαθελεῖν τὸν Ἀντώνιον. τοιᾷδε μὲν ἡ βουλὴ γνώμῃ τὸν Ἀντώνιον εἶχεν ἐν ὀργῇ, ἀναθέμενοι δὲ τὴν ψῆφον, ὡς ὁ δήμαρχος ἐκέλευεν, ἐψηφίσαντο ὅμως Δέκμον τε ἐπαινέσαι οὐκ ἐκστάντα Ἀντωνίῳ τῆς Κελτικῆς, καὶ τοῖς ὑπάτοις Ἱρτίῳ καὶ Πάνσᾳ Καίσαρα συστρατηγεῖν οὗ νῦν ἔχει στρατοῦ, ἐπίχρυσόν τε αὐτοῦ εἰκόνα τεθῆναι καὶ γνώμην αὐτὸν ἐσφέρειν ἐν τοῖς ὑπατικοῖς ἤδη καὶ τὴν ὑπατείαν αὐτὴν μετιέναι τοῦ νόμου θᾶσσον ἔτεσι δέκα, ἔκ τε τοῦ δημοσίου δοθῆναι τοῖς τέλεσι τοῖς ἐς αὐτὸν ἀπὸ Ἀντωνίου μεταστᾶσιν, ὅσον αὐτοῖς ὁ Καῖσαρ ἐπὶ τῇ νίκῃ δώσειν ὑπέσχετο.

οἱ μὲν δὴ ταῦτα ψηφισάμενοι διελύθησαν, ὡς τὸν Ἀντώνιον ἔργῳ διὰ τῶνδε εἰδέναι πολέμιον ἐψηφισμένον καὶ τὸν δήμαρχον ἐς τὴν ἐπιοῦσαν οὐδὲν ἔτι ἀντεροῦντα· Ἀντωνίου δὲ ἡ μήτηρ καὶ ἡ γυνὴ καὶ παῖς ἔτι μειράκιον οἵ τε ἄλλοι οἰκεῖοι καὶ φίλοι διʼ ὅλης τῆς νυκτὸς ἐς τὰς τῶν δυνατῶν οἰκίας διέθεον ἱκετεύοντες καὶ μεθʼ ἡμέραν ἐς τὸ βουλευτήριον ἰόντας ἠνώχλουν, ῥιπτούμενοί τε πρὸ ποδῶν σὺν οἰμωγῇ καὶ ὀλολυγαῖς καὶ μελαίνῃ στολῇ παρὰ θύραις ἐκβοῶντες. οἱ δὲ ὑπό τε τῆς φωνῆς καὶ τῆς ὄψεως καὶ μεταβολῆς ἐς τοσοῦτον αἰφνιδίου γενομένης ἐκάμπτοντο. δείσας δʼ ὁ Κικέρων ἐβουληγόρησεν ὧδε.

“ἃ μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν· οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον ἢ πάντων εἶναι χρὴ συνετώτερον ἢ φιλίᾳ τάδε πράσσειν ἢ τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη· ἀμαθῶς δʼ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθʼ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώκομεν Ἀντωνίου. ἔστι δʼ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν.

τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρʼ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπʼ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε διʼ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφʼ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ· Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφʼ ἡμῖν ὁρμητήριον, ὅτι καὶ ὁ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.

τὴν στρατιὰν ἐπὶ τοῖσδε καταπλησσόμενος, ἵνα πρὸς μηθὲν αὐτῷ παρανομοῦντι κατοκνῇ, διεκλήρωσεν ἐς θάνατον, οὐ στασιάσαντας ἢ φυλακὴν ἢ τάξιν ἐν πολέμῳ λιπόντας, ἐφʼ ὧν μόνων ὁ στρατιωτικὸς νόμος τὴν οὕτως ὠμὴν ὥρισε τιμωρίαν, καὶ ὅμως αὐτῇ καὶ ἐπὶ τοῖσδε ὀλίγοι μόλις ἐν τοῖς πάνυ κινδύνοις ἐχρήσαντο ὑπʼ ἀνάγκης· ὁ δὲ φωνῆς ἢ γέλωτος ἦγεν ἐς θάνατον τοὺς πολίτας καὶ θάνατον οὐ τῶν ἐλεγχθέντων, ἀλλὰ τῶν διαλαχόντων. τοιγαροῦν οἱ μὲν δυνηθέντες ἀπέστησαν αὐτοῦ, καὶ ὑμεῖς αὐτοῖς ὡς εὖ πράξασι δωρεὰς χθὲς ἐψηφίσασθε· οἱ δὲ οὐ δυνηθέντες ἀποδρᾶναι δεδιότες συναδικοῦσι καὶ χωροῦσιν ἐπὶ χώραν ὑμετέραν πολέμιοι καὶ πολιορκοῦσι στρατὸν ὑμέτερον καὶ στρατηγὸν ὑμέτερον, ᾧ γράφετε μὲν ὑμεῖς ἐμμένειν τῇ Κελτικῇ, Ἀντώνιος δʼ ἐξιέναι κελεύει. πότερον οὖν ἡμεῖς Ἀντώνιον ψηφιζόμεθα εἶναι πολέμιον, ἢ Ἀντώνιος ἡμᾶς ἤδη πολεμεῖ, καὶ ὁ δήμαρχος ἡμῶν ἔτι ἀγνοεῖ, μέχρι ἄρα Δέκμου πεσόντος ἥ τε χώρα τοσήδε οὖσα καὶ ὅμορος ἡμῖν καὶ ἐπὶ τῇ χώρᾳ ὁ Δέκμου στρατὸς ἐς τὰς καθʼ ἡμῶν ἐλπίδας Ἀντωνίῳ προσγένηται. τότε γὰρ αὐτόν, ὡς ἔοικεν, ὁ δήμαρχος ψηφιεῖται πολέμιον, ὅταν ἡμῶν γένηται δυνατώτερος. ”

ταῦτʼ ἔτι τοῦ Κικέρωνος λέγοντος οἱ φίλοι θορυβοῦντες ἀπαύστως οὐδενὶ ἀντειπεῖν ἐπέτρεπον, μέχρι Πείσωνος αὐτοῦ παρελθόντος ἥ τε ἄλλη βουλὴ κατʼ αἰδῶ τοῦ ἀνδρὸς ἡσύχασε καὶ οἱ τοῦ Κικέρωνος ἠνέσχοντο. καὶ ἔλεγεν ὁ Πείσων·

“ὁ μὲν νόμος, ὦ βουλή, δικαιοῖ τὸν εὐθυνόμενον αὐτὸν ἀκοῦσαί τε τῆς κατηγορίας καὶ ἀπολογησάμενον ὑπὲρ αὑτοῦ κρίνεσθαι· καὶ τὸν δεινότατον εἰπεῖν Κικέρωνα ἐς ταῦτα προκαλοῦμαι. ἐπεὶ δὲ ὀκνεῖ μὲν παρόντος Ἀντωνίου κατηγορεῖν, ἀπόντος δʼ ἐγκλήματά τινα εἶπεν ὡς μέγιστα ἐκ πάντων καὶ ἀναμφίλογα ὄντα, παρῆλθον ἐγὼ δείξων αὐτὰ ψευδῆ βραχυτάταις ἀποκρισεσι. τὰ χρήματά φησιν Ἀντώνιον τὰ κοινὰ μετὰ τὴν Καίσαρος τελευτὴν σφετερίσασθαι, τοῦ μὲν νόμου τὸν κλέπτην οὐ πολέμιον ἀποφαίνοντος, ἀλλὰ ὡρισμένῃ δίκῃ ζημιοῦντος, Βρούτου δὲ τοῦ Καίσαρα κτείναντος ἐν τῷ δήμῳ καὶ τόδε κατηγορήσαντος, ὅτι ὁ Καῖσαρ τὰ χρήματα διεφόρησε καὶ κενὰ καταλέλοιπε τὰ ταμιεῖα, Ἀντωνίου δὲ μετʼ οὐ πολὺ ζητεῖν αὐτὰ ψηφισαμένου καὶ ὑμῶν ἀποδεξαμένων τε τὴν γνώμην καὶ κεκυρωκότων καὶ γέρας τοῖς μηνύουσι δεκάτην ὑπεσχημένων, ἣν διπλασιάσομεν ἡμεῖς, εἴ τις Ἀντώνιον περὶ αὐτῶν ἔχοι τι διελέγχειν.

καὶ τάδε μὲν περὶ τῶν χρημάτων· τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ ὁ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, ᾧ τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δʼ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα. ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται· οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν ὁ δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, ὅ τι ὁ δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων ὁ δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.

ἀλλʼ ἔκτεινέ τινας τῶν στρατιωτῶν ὁ Ἀντώνιος. αὐτοκράτωρ γε ὢν καὶ ἐς τοῦτο ὑφʼ ὑμῶν κεχειροτονημένος. καὶ οὐδείς πω τῶνδε λόγον ὑπέσχεν αὐτοκράτωρ. οὐ γὰρ ἔκριναν οἱ νόμοι λυσιτελήσειν ἡμῖν τὸν ἄρχοντα τοῖς στρατευομένοις ὑπεύθυνον εἶναι· οὐδʼ ἔστιν ἀπειθείας τι χεῖρον ἐν στρατοπέδῳ, διʼ ἣν καὶ νικῶντές τινες ἀνῃρέθησαν, καὶ οὐδεὶς εὔθυνε τοὺς ἀνελόντας. οὐδὲ τῶν νῦν συγγενὴς οὐδείς, ἀλλὰ Κικέρων ἐπιμέμφεται καὶ φόνου κατηγορῶν πολέμιον κοινὸν ἀντὶ τῶν ὡρισμένων ἐπιτιμίων τοῖς φονεῦσι τίθεται. Ἀντωνίῳ δὲ τὸ στρατόπεδον ὅπως τε ἄτακτον ἦν καὶ ὅπως κατεφρόνει, δηλοῖ καὶ τὰ μεταστάντα αὐτοῦ δύο τέλη, ἃ ὑμεῖς μὲν ἐψηφίσασθε Ἀντωνίῳ στρατεύειν, αὐτομολήσαντα δὲ παρὰ τοὺς στρατιωτικοὺς νόμους, οὐ πρὸς ὑμᾶς, ἀλλʼ ἐς Καίσαρα, ὁ Κικέρων ὅμως ἐπῄνεσε καὶ ἐκ τῶν κοινῶν ἐχθὲς ἐμισθοδότησε· καὶ μή ποτε ὑμᾶς λυπήσειε τὸ παράδειγμα. Κικέρωνα δὲ καὶ ἐς ἀνωμαλίαν ἐξέστησεν ἡ ἔχθρα· κατηγορεῖ γὰρ Ἀντωνίου τυραννίδα καὶ κόλασιν στρατιωτῶν, ἀεὶ τῶν ἐπιβουλευόντων τὰ στρατεύματα θεραπευόντων, οὐ κολαζόντων. ἐπεὶ δὲ οὐκ ὤκνησεν οὐδε τὴν ἄλλην Ἀντωνίου μετὰ Καίσαρα ἀρχὴν ὡς τυραννικὴν διαβαλεῖν, φέρε πύθωμαι καθʼ ἕκαστον ὧδε.

τίνα ἔκτεινεν ὡς τύραννος ἄκριτον ὁ νῦν κινδυνεύων ἀκρίτως; τίνα δʼ ἐξέβαλε τῆς πόλεως; τίνα δὲ ὑμῖν διέβαλεν; ἢ καθʼ ἕνα μὲν τοιόσδε ἦν, ἐπεβούλευε δὲ πᾶσιν ὁμοῦ; πότε, ὦ Κικέρων; ὅτε τὴν ἀμνηστίαν ἐκύρου τῶν γεγονότων; ἢ ὅτε μηδένα διώκεσθαι φόνου; ἢ ὅτε ζήτησιν εἶναι τῶν κοινῶν χρημάτων; ἢ ὅτε Πομπήιον τὸν Πομπηίου τοῦ ὑμετέρου κατεκάλει καὶ τὴν πατρῴαν ἐκ τῶν δημοσίων αὐτῷ διέλυε περιουσίαν; ἢ ὅτε τὸν Ψευδομάριον λαβὼν ἐπιβουλεύοντα ἀπέκτεινε καὶ ἐπῃνέσατε πάντες καὶ τοῦτο μόνον διʼ ὑμᾶς οὐ διέβαλε Κικέρων; ἢ ὅτε ἐψηφίζετο μὴ εἰσηγεῖσθαι περὶ δικτάτορος μηδένα μήτε ἐπιψηφίζειν, ἢ νηποινεὶ πρὸς τοῦ θέλοντος ἀποθνῄσκειν; ταῦτα γάρ ἐστιν, ἃ ἐπολιτεύσατο ἡμῖν Ἀντώνιος ἐν δύο μησίν, οἷς μόνοις ἐπέμεινε τῇ πόλει μετὰ Καίσαρα, ἄρτι μὲν τοῦ δήμου τοὺς φονέας διώκοντος, ἄρτι δὲ ὑμῶν δεδιότων ἐπὶ τοῖς ἐσομένοις· οὗ τίνα καιρόν, εἰ πονηρὸς ἦν, ἀμείνονα εἶχεν;

ἀλλʼ ἐς τὰ ἐναντία· οὐκ ἦρχε. πῶς; οὐ μόνος ἦρχεν ἀποδημήσαντος ἐπὶ Συρίας Δολοβέλλα; οὐ στρατὸν εἶχεν ἕτοιμον ἐν τῇ πόλει τὸν ὑφʼ ἡμῶν αὐτῷ δεδομένον; οὐκ ἐνυκτοφυλάκει τὴν πόλιν; οὐκ ἐνυκτοφυλακεῖτο διὰ τὴν τῶν ἐχθρῶν ἐπιβουλήν; οὐ πρόφασιν εἶχε τὴν σφαγὴν Καίσαρος, φίλου τέ οἱ καὶ εὐεργέτου ὄντος καὶ τῷ δήμῳ μάλιστα ὑπεραρέσκοντος; οὐχ ἑτέραν εἶχεν οἰκείαν, ἐπιβεβουλευμένος ἐς τὸ σῶμα ὑπὸ τῶν ἀνδρῶν; ὧν ἔκτεινε μὲν ἢ ἐφυγάδευσεν οὐδένα, συνέγνω δέ, ὅσον εἶχε μέτρου καλῶς, καὶ διδομένας αὐτοῖς ἡγεμονίας οὐκ ἐφθόνησε δοθῆναι.

τὰ μὲν δὴ μέγιστα, ὦ Ῥωμαῖοι, καὶ ἀναμφίλογα Κικέρωνος ἐς τὸν Ἀντώνιον ἐγκλήματα ὁρᾶτε· ἐπεὶ δέ γε ἐπὶ τοῖς ἐγκλήμασι καὶ μαντεύματα ἐπάγουσιν, ὡς ὁ Ἀντώνιος ἔμελλε μὲν τὸν στρατὸν ἄξειν ἐπὶ τὴν πόλιν, δείσειε δὲ προλαβόντος αὐτὴν ἑτέρῳ στρατῷ Καίσαρος, πῶς οὖν, εἰ τὸ μελλῆσαι μόνον ἐστὶν ἀνδρὸς πολεμίου, τὸν ἐλθόντα καὶ παραστρατοπεδεύσαντα ἡμῖν ἀσήμαντον οὐχ ἡγεῖται πολέμιον; πῶς δʼ, εἴπερ ἤθελεν ὁ Ἀντώνιος, οὐκ ἀφίκετο; ἢ τρισμυρίους ἔχων συντεταγμένους ἔδεισε τρισχιλίους τοὺς ἀμφὶ τὸν Καίσαρα ὄντας ἀνόπλους, ἀσυντάκτους, ἐς μόνας Καίσαρι διαλλαγὰς συνελθόντας καὶ εὐθύς, ὡς ἔγνωσαν πολεμεῖν αἱρούμενον, καταλιπόντας; εἰ δὲ μετὰ τρισμυρίων ἐλθεῖν ἔδεισε, πῶς ἦλθε μετὰ μόνων χιλίων; μεθʼ ὧν αὐτὸν ἐς τὸ Τίβυρον ἐξιόντα πόσοι προεπέμπομεν καὶ πόσοι συνώμνυμεν οὐχ ὁρκούμενοι; πόσους δὲ Κικέρων ἐπαίνους ἐς τὴν πολιτείαν αὐτοῦ καὶ ἀρετὴν ἀνάλισκε; πῶς δʼ αὐτὸς Ἀντώνιος, εἴ τι τοιοῦτον ἐγίγνωσκε, τὰ ἐνέχυρα τὰ νῦν ὄντα πρὸ τοῦ βουλευτηρίου κατέλιπεν ἡμῖν; μητέρα καὶ γυναῖκα καὶ μειράκιον υἱόν; οἳ κλαίουσι καὶ δεδίασι νῦν οὐ τὴν Ἀντωνίου πολιτείαν, ἀλλὰ τὴν τῶν ἐχθρῶν δυναστείαν.

ταῦτα μὲν δὴ πρὸς ὑμᾶς ἐξενήνοχα δεῖγμα τῆς Ἀντωνίου τε ἀπολογίας καὶ Κικέρωνος μεταβολῆς· παραίνεσιν δʼ ἐπιθήσω τοῖς εὖ φρονοῦσι μήτε ἐς τὸν δῆμον μήτε ἐς Ἀντώνιον ἁμαρτάνειν μηδὲ ἔχθρας καὶ κινδύνους ἐπάγειν τοῖς κοινοῖς, νοσούσης ἔτι τῆς πολιτείας καὶ ἀπορούσης τῶν ὀξέως ἀμυνούντων, δύναμιν δʼ ἐν τῇ πόλει συστησαμένους, πρὶν θορυβῆσαί τι τῶν ἔξω, τὴν ἀρκέσουσαν, τότε τοῖς ἑκάστοτε ἐπείγουσιν ἐφεδρεύειν καὶ κρίνειν, οὓς ἂν ἐθέλητε, δυναμένους τὸ κεκριμένον τελεῖν. πῶς οὖν ἔσται ταῦτα; ἐὰν Ἀντώνιον μὲν ἐῶμεν ἐς πρόφασιν ἢ χάριν τοῦ δήμου τὴν Κελτικὴν ἔχειν, Δέκμον δὲ μετὰ τριῶν ὧν ἔχει τελῶν ἐνθάδε καλῶμεν καὶ ἀφικόμενον ἐκπέμπωμεν ἐς Μακεδονίαν, τὰ τέλη κατασχόντες. εἰ δὲ καὶ τὰ ἀπʼ Ἀντωνίου μεταστάντα δύο πρὸς ἡμᾶς μετέστη, καθάπερ φησὶ Κικέρων, καὶ τάδε καλῶμεν ἀπὸ τοῦ Καίσαρος ἐς τὴν πόλιν. οὕτω γὰρ πέντε τελῶν ἡμῖν ὑπαρχόντων ψηφιζοίμεθα ἄν, ὅ τι δοκιμάζοιμεν, ἐγκρατῶς, ἐς οὐδενὸς ἀνδρὸς ἐλπίδας αἰωρούμενοι.

καὶ τάδε μὲν εἴρηται τοῖς ἄνευ φθόνου καὶ φιλονικίας ἀκροωμένοις· τοῖς δὲ ἀπερισκέπτως καὶ ἀπαρασκεύως διʼ οἰκείαν ἔχθραν ἢ φιλονικίαν ἐκθορυβοῦσιν ὑμᾶς κριτὰς παραινῶ μὴ ταχεῖς εἶναι μηδὲ προπετεῖς ἐς ἄνδρας μεγίστους τε καὶ στρατιᾶς ἄρχοντας ἱκανῆς μηδὲ ἄκοντας ἐκπολεμοῦν, ἀναμιμνησκομένους Μαρκίου τε τοῦ Κοριολανοῦ καὶ τὰ ἔναγχος δὴ ταῦτα Καίσαρος, ὃν στρατιᾶς ὁμοίως ἡγούμενον καὶ σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας προτείνοντα προπετῶς πολέμιον ψηφισάμενοι τῷ ὄντι πολέμιον ἠναγκάσαμεν γενέσθαι, φείδεσθαι δὲ καὶ τοῦ δήμου πρὸ βραχέος τοῖς φονεῦσι τοῖς Καίσαρος ἐπιδραμόντος, μὴ ἐς ὕβριν αὐτοῦ δοκῶμεν τοῖς μὲν ἡγεμονίας ἐθνῶν διδόναι, Δέκμον δὲ ἐπαινεῖν, ὅτι τοῦ δήμου νόμον ἀκυροῖ, καὶ Ἀντώνιον πολέμιον κρίνειν, ὅτι τὴν Κελτικὴν ἔλαβε παρὰ τοῦ δήμου. ὧν τοὺς μὲν εὖ βουλευομένους ἐνθυμεῖσθαι χρὴ ὑπὲρ τῶν ἔτι πλανωμένων, τοὺς δʼ ὑπάτους καὶ δημάρχους πλείονας κινδυνεύουσι τοῖς κοινοῖς γενέσθαι. ”

ὧδε μὲν ὁ Πείσων ἀπελογεῖτο καὶ ὠνείδιζεν ὁμοῦ καὶ ἐφόβει καὶ σαφῶς αἴτιος ἐγένετο μὴ ψηφισθῆναι πολέμιον Ἀντώνιον. οὐ μὴν ἐκράτησε τῆς Κελτικῆς αὐτὸν ἄρχειν· οἱ γὰρ τῶν σφαγέων φίλοι τε καὶ συγγενεῖς ὑπὸ δέους ἐκώλυσαν, μὴ τοῦ πολέμου λυθέντος ἐπεξέλθοι τὸν φόνον Καίσαρι συναλλαγείς· διὸ καὶ στασιάζειν αἰεὶ παρεσκεύαζον Καίσαρά τε καὶ Ἀντώνιον. ἐψηφίσαντο δʼ Ἀντωνίῳ προαγορεῦσαι Μακεδονίαν ἀντὶ τῆς Κελτικῆς ἔχειν· τὰς δὲ ἄλλας ἐντολάς, εἴτε λαθόντες εἴτʼ ἐξεπίτηδες, Κικέρωνα συγγράψαι τε καὶ δοῦναι τοῖς πρεσβεύουσι προσέταξαν. ὁ δὲ τὴν γνώμην παραφέρων συνέγραφεν ὧδε· Μουτίνης Ἀντώνιον εὐθὺς ἀπανίστασθαι καὶ Δέκμῳ τὴν Κελτικὴν μεθιέναι, ἐντὸς δὲ Ῥουβίκωνος ποταμοῦ, τοῦ τὴν Ἰταλίαν ὁρίζοντος ἀπὸ τῆς Κελτικῆς, ἡμέρᾳ ῥητῇ γενόμενον ἐπιτρέψαι τὰ καθʼ ἑαυτὸν ἅπαντα τῇ βουλῇ. οὕτω μὲν φιλονίκως τε καὶ ψευδῶς τὰς ἐντολὰς ὁ Κικέρων συνέγραφεν, οὐδεμιᾶς ἔχθρας τοσῆσδε ὑπούσης, ἀλλʼ, ὡς ἔοικε, τοῦ δαιμονίου τὰ κοινὰ ἐς μεταβολὴν ἐνοχλοῦντος καὶ αὐτῷ Κικέρωνι κακῶς ἐπινοοῦντος. ἄρτι δὲ καὶ τῶν Τρεβωνίου λειψάνων κομισθέντων καὶ τῆς ἐς αὐτὸν ὕβρεως γνωσθείσης ἀκριβέστερον, οὐ δυσχερῶς ἡ βουλὴ τὸν Δολοβέλλαν ἔκρινεν εἶναι πολέμιον.

οἱ δʼ ἐς τὸν Ἀντώνιον ἀπεσταλμένοι πρέσβεις, αἰδούμενοι τῶν ἐντολῶν τὸ ἀλλόκοτον, οὐδὲν μὲν ἔφασαν, αὐτὰς δʼ ἐπέδοσαν αὐτῷ. καὶ ὁ Ἀντώνιος σὺν ὀργῇ πολλὰ ἔς τε τὴν βουλὴν καὶ τὸν Κικέρωνα ἀπερρίπτει, θαυμάζων, ὅτι Καίσαρα μὲν τὸν τὰ μέγιστα ὠφελήσαντα τὴν ἀρχὴν ἡγοῦνται τύραννον ἢ βασιλέα, Κικέρωνα δὲ οὐ νομίζουσιν, ὃν Καῖσαρ μὲν εἷλε πολέμῳ καὶ οὐκ ἀπέκτεινε, Κικέρων δὲ τοὺς ἐκείνου φονέας προτίθησι τῶν φίλων αὐτοῦ καὶ Δέκμον Καίσαρι μὲν ὄντα φίλον ἐμίσει, ἀνδροφόνον δὲ αὐτοῦ γενόμενον ἀγαπᾷ, καὶ τῷ μὲν παρʼ οὐδενὸς μετὰ Καίσαρα λαβόντι τὴν Κελτικὴν προστίθεται, τῷ δὲ παρὰ τοῦ δήμου λαβόντι πολεμεῖ. “τῶν τε ἐψηφισμένων μοι τελῶν τοῖς μὲν αὐτομολήσασι γέρα δίδωσι, τοῖς δὲ παραμείνασιν οὔ, διαφθείρων οὐκ ἐμοὶ μᾶλλον ἀλλὰ τῇ πόλει τὰ στρατιωτικά. καὶ τοῖς μὲν ἀνδροφόνοις ἀμνηστίαν ἔδωκεν, ᾗ κἀγὼ συνεθέμην διὰ δύο ἄνδρας αἰδεσίμους· Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ἡγεῖται πολεμίους, ὅτι τῶν δεδομένων ἐχόμεθα. ἥδε γάρ ἐστιν ἡ ἀληθὴς αἰτία· κἂν ἀποστῶ τῆς Κελτικῆς, οὔτε πολέμιος οὔτε μόναρχός εἰμι. ταῦτα μέντοι μαρτύρομαι λύσειν τὴν οὐκ ἀγαπωμένην ἀμνηστίαν.”

τοιάδε πολλὰ εἰπὼν ὁ Ἀντώνιος ἀντέγραφε τῷ δόγματι τῇ μὲν βουλῇ πεισθῆναι ἂν ἐς ἅπαντα ὡς πατρίδι, Κικέρωνι δὲ τῷ συγγράψαντι τὰς ἐντολὰς ὧδε ἀποκρίνεσθαι· “ὁ δῆμος ἔδωκέ μοι τὴν Κελτικὴν νόμῳ, καὶ Δέκμον ἀπειθοῦντα τῷ νόμῳ μετελεύσομαι καὶ τοῦ φόνου δίκας ἀπαιτήσω μόνον ὑπὲρ ἁπάντων, ἵνα καὶ ἡ βουλὴ καθαρεύσῃ ποτὲ τοῦ μύσους, ἐμπιπλαμένη νῦν διὰ Κικέρωνα Δέκμῳ βοηθοῦντα.” τάδε μὲν ὁ Ἀντώνιος εἶπέ τε καὶ ἀντέγραψε, καὶ ἡ βουλὴ αὐτὸν αὐτίκα ἐψηφίζετο εἶναι πολέμιον καὶ τὸν ὑπʼ αὐτῷ στρατόν, εἰ μὴ ἀποσταῖεν αὐτοῦ· Μακεδονίας δὲ καὶ τῆς Ἰλλυρίδος αὐτῆς καὶ τῶν ἐν ἀμφοτέραις ὑπολοίπων στρατῶν Μᾶρκον Βροῦτον ἄρχειν, μέχρι κατασταίη τὰ κοινά. ὁ δὲ ἴδιόν τε εἶχεν ἤδη στρατὸν καὶ παρὰ Ἀπουληίου τινὰ προσειλήφει καὶ ναῦς εἶχε μακράς τε καὶ ὁλκάδας καὶ χρημάτων ἐς μύρια καὶ ἑξακισχίλια τάλαντα καὶ ὅπλα πολλά, ὅσα ἐν Δημητριάδι Γαΐῳ Καίσαρι ἐκ πολλοῦ γιγνόμενα εὗρεν· οἷς ἅπασιν αὐτὸν ἡ βουλὴ τότε ἐψηφίζετο ἐς τὰ συμφέροντα τῆς πατρίδος χρῆσθαι. ἐψηφίσαντο δὲ καὶ Κάσσιον ἄρχειν τε Συρίας καὶ πολεμεῖν Δολοβέλλᾳ· τούς τε ἄλλους, ὅσοι τινὸς ἔθνους ἢ στρατοῦ Ῥωμαίων ἄρχουσιν ἀπὸ τῆς Ἰονίου θαλάσσης ἐπὶ τὴν ἕω, πάντας ὑπακούειν ἐς ὅ τι προστάσσοι Κάσσιος ἢ Βροῦτος.