Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι, σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. τῷ δʼ αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι, καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν, ἵνʼ ὅσων ἔχρῃζον ἀντιλάβοιμι. τὰ δὲ ἦν πόσα καὶ πηλίκα; μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφʼ ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου.

ἆρʼ ὑμῖν ὀλίγα ἢ σμικρὰ τῆς ἀμνηστίας τὴν βουλὴν ἀνταιτῆσαι δοκῶ; ἢ δοῦναι ἂν αὐτὰ ἡ βουλὴ χωρὶς τῆς ἀμνηστίας; ἦν μὲν δὴ καὶ καθαρῶς ἀντιδοῦναι τάδε τ́ῶνδε ἄξιον καὶ φείσασθαι σὺν ἀληθεῖ γνώμῃ φονέων ἀνδρῶν ὑπὲρ ἀθανάτου Καίσαρος δόξης καὶ ἡμῶν ἀσφαλοῦς σωτηρίας· οὐ μὴν ἐγὼ μετὰ τῆσδε τῆς γνώμης ἐποίουν, ἀλλʼ ἀνατιθέμενος τὴν δίκην. ἐπεί γέ τοι τῆς βουλῆς ἐς ἃ πρῶτα ἔχρῃζον ἐκράτησα καὶ οἱ σφαγεῖς ὡς ἐν ἀμερίμνῳ μεθεῖντο, ἀνεθάρρησα καὶ τὴν ἀμνηστίαν παρέλυον, οὐ ψηφίσμασιν ἢ δόγμασιν (οὐ γὰρ ἦν), ἀλλʼ ἀσήμῳ δημοκοπίᾳ, τὸ σῶμα τοῦ Καίσαρος ἐπὶ προφάσει τῆς ταφῆς ἐς τὴν ἀγορὰν ἐκφέρων καὶ τὰ τραύματα ἀπογυμνῶν καὶ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἐσθῆτα ἐπιδεικνὺς ᾑμαγμένην τε καὶ κατακεκομμένην καὶ τὴν ἀρετὴν καὶ τὸ φιλόδημον αὐτοῦ παλιλλογῶν, ἐκπαθῶς ἐν μέσῳ καὶ ὀδυρόμενος μὲν ὡς ἀνῃρημένον, κατακαλῶν δʼ ὡς θεόν. τάδε γάρ μου τὰ ἔργα καὶ ῥήματα ἠρέθισε τὸν δῆμον, καὶ τὸ πῦρ ἧψε μετὰ τὴν ἀμνηστίαν, καὶ ἐς τὰς οἰκίας τῶν ἐχθρῶν ἔπεμψε καὶ τοὺς ἄνδρας ἐξέβαλε τῆς πόλεως. τοῦτο δʼ ὅπως ἀντιπραττούσης καὶ λυπουμένης τῆς βουλῆς ἐγένετο, αὐτίκα ἔδειξαν, ἐμὲ μὲν αἰτιώμενοι τῆς δημοκοπίας, τοὺς δὲ φονέας ἐκπέμψαντες ἐπὶ τὰς τῶν ἐθνῶν ἡγεμονίας, Βροῦτον δὲ καὶ Κάσσιον ἐς Συρίαν καὶ Μακεδονίαν, αἳ μεσταὶ μεγάλων στρατῶν ἦσαν, ἐπείγεσθαι καὶ πρὸ τοῦ δεδομένου χρόνου διδάξαντες ἐπὶ προφάσει φροντίδος σίτου. ἕτερον δή με δέος ἔτι μεῖζον ἐπελάμβανεν, οὐκ ἔχοντά πω στρατὸν ἴδιον οὐδένα, μὴ πρὸς ἐνόπλους τοσούσδε ἄνοπλοι καθιστώμεθα. καὶ ὁ σύναρχος ὕποπτος ἦν, ἐμοί τε διάφορος ὢν αἰεὶ καὶ ὑποκρινόμενος ἐπιβουλεῦσαι τῷ Καίσαρι καὶ τὴν ἡμέραν τοῦ φόνου γενέθλιον τῇ πόλει τιθέμενος.

ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδʼ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντʼ ἂν οὐδʼ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδʼ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δʼ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθʼ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.

γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην· ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. ταῦτα δʼ ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ· ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετʼ ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα. καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.

οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς ἐχθρούς· ὧν ἐκφανέντων ἀνεφάνη καὶ ἡ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. ὁρᾶτε γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με τὴν Κελτικὴν ἤδη δεδομένην. ἴστε, ἃ γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς μετʼ ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. ἀλλὰ σὺν θεοῖς τε πατρῴοις καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθʼ ὧν καὶ ὁ Καῖσαρ ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες.

ταῦτά μοι γιγνόμενα μέν, ὦ συστρατιῶται, ἔτι ἔχρῃζον ἀπόρρητα εἶναι, γενόμενα δὲ ἐξενήνεκται πρὸς ὑμᾶς, οὓς ἐγὼ καὶ ἔργου καὶ λόγου κοινωνοὺς ἐς ἅπαντα τίθεμαι. καὶ τοῖς ἄλλοις, εἴ τινες αὐτὰ οὐ συνορῶσι, μεταφέρετε, πλὴν μόνου Καίσαρος ἀχαρίστως ἐς ἡμᾶς ἔχοντος.”

τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετʼ ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους, ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. οὐ πολὺ δὲ ὕστερον ὁ Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν μεταφέρωι ἐς τὸ σῶμα. ὅ τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ ἀγανάκτησις ἦν. ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾔδεσαν Καίσαρι συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν· ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα ὑπὸ τῆς βουλῆς. ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι· τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθʼ ἑκάστην ἡμέραν ὁ Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἢ ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ σῶμα ἐπιβεβουλεῦσθαι.

ὁ δὲ Καῖσαρ καὶ πρὸς οὕτως ἔχοντας ἐξέτρεχε σὺν ὀργῇ μανιώδει καὶ ἐβόα αὐτὸς ἐπιβουλεύεσθαι πρὸς Ἀντωνίου ἐς τὴν παρὰ τῷ δήμῳ φιλίαν ἔτι οἱ μόνην οὖσαν· ἐπί τε τὰς θύρας τοῦ Ἀντωνίου δραμὼν τὰ αὐτὰ ἐβόα καὶ θεοὺς ἐμαρτύρετο καὶ ἀρὰς ἠρᾶτο πάσας καὶ ἐς δίκην ἐλθεῖν προυκαλεῖτο. οὐδενὸς δὲ προϊόντος, “ἐν τοῖς φίλοις,” ἔφη, “δέχομαι τοῖς σοῖς κριθῆναι,” καὶ εἰπὼν ἐπέτρεχεν ἔσω. κωλυθεὶς δὲ αὖθις ᾤμωζε καὶ ἐλοιδορεῖτο αὐτῷ καὶ τοῖς περὶ θύρας ἠγανάκτει κωλύουσι τὸν Ἀντώνιον ἐλεγχθῆναι. ἀπιών τε τὸν δῆμον ἐμαρτύρετο, εἴ τι πάθοι, πρὸς Ἀντωνίου δολοφονεῖσθαι. λεγομένων δὲ τῶνδε σὺν πάθει πολλῷ μετέπιπτε τὸ πλῆθος, καί τις αὐτοῖς τῆς πρὶν δόξης μετάνοια ἐνεγίγνετο. εἰσὶ δὲ οἳ καὶ τότε ἀπιστοῦντες ὤκνουν ἑκατέρῳ τὸ πιστὸν νέμειν, καί τινες ὑπόκρισιν ἀμφοῖν τὰ γιγνόμενα διέβαλλον εἶναι, συνθεμένων μὲν ἄρτι ἐν ἱερῷ, μηχανωμένων δὲ ταῦτα ἐπὶ τοὺς ἐχθρούς. οἱ δὲ αὐτὰ τὸν Ἀντώνιον ἡγοῦντο ἐπινοεῖν εἰς ἀφορμὴν φρουρᾶς πλείονος ἢ ἐς ἀλλοτρίωσιν τῶν κληρουχιῶν Καίσαρι.

ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, ὁ μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. δείσας δὲ ὁ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾔει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δʼ ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν· ἐπιδοὺς δʼ ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλʼ ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφʼ ἑνὶ σημείῳ. οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθʼ ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δʼ ὡς χρησόμενοι κατʼ Ἀντωνίου Καίσαρι ἠσμένιζον· οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων.

ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος ὁ δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρʼ αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετʼ ἔχθρας Ἀντωνίου σαφοῦς ἐπιέναι τον Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. ταῦτα δʼ εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. ὡς δὲ εἰσῆλθον, ὁ μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. ὁ δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, διʼ ἃ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος· ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νὺν πρὸς Ἀντώνιον ἕτοιμος.

ὧδε δʼ εἰπόντος αὐτοῦ καὶ τὴν ἐκκλησίαν διαλύσαντος ἐπὶ τῷδε, ὁ στρατὸς ἡγούμενος ἐς τὸ ἐναντίον ἐπὶ διαλλαγαῖς Ἀντωνίου τε καὶ Καίσαρος ἀφῖχθαι ἢ ἐς μόνην γε φυλακὴν τοῦ Καίσαρος καὶ τῶν φονέων ἄμυναν, ἤχθοντο τῇ κατʼ Ἀντωνίου προαγορεύσει, στρατηγοῦ τε σφῶν γεγονότος καὶ ὄντος ὑπάτου· καὶ οἱ μὲν αὐτῶν ἐπανελθεῖν ᾔτουν εἰς τὰ οἰκεῖα ὡς ὁπλιούμενοι· οὐ γὰρ ἄλλων ἢ τῶν ἰδίων ὅπλων ἀνέξεσθαι· οἱ δὲ καὶ τὸ ἀληθὲς ὑπέφαινον. ὁ δὲ Καῖσαρ ἠπόρητο μὲν ἐς τὸ ἐναντίον ὧν προσεδόκησε μετενεχθείς, ἐλπίσας δʼ αὐτῶν πειθοῖ μᾶλλον ἢ βίᾳ περιέσεσθαι, συνεχώρει ταῖς προφάσεσι καὶ τοὺς μὲν ἐπὶ τὰ ὅπλα ἔπεμπε, τοὺς δὲ ἁπλῶς ἐς τὰ οἰκεῖα. πάντας δʼ, ἐπικρύπτων τὴν ἀχθηδόνα, ἐπῄνει τῆς συνόδου καὶ ἐδωρεῖτο ἑτέραις δωρεαῖς καὶ δαψιλέστερον ἔτι ἀμείψεσθαι ἔλεγεν, αἰεὶ χρώμενος ἐς τὰ ἐπείγοντα ὡς πατρικοῖς φίλοις μᾶλλον ἢ στρατιώταις. χιλίους μὲν δὴ μόνους ἢ τρισχιλίους τάδε λέγων ἐπέκλασεν ἐκ μυρίων οἱ παραμεῖναι ʽδιαφέρονται γὰρ περὶ τοῦ ἀριθμοὖ. οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δʼ αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἃ ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι. οἷόν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν. ὁ δὲ ἤδη μετὰ χρημάτων ἄλλων τήν τε Ῥάβενναν καὶ τὰ ἀγχοῦ πάντα περιῄει, στρατεύων ἑτέρους ἐφʼ ἑτέροις· καὶ πάντας ἐς Ἀρρήτιον ἔπεμπεν.

Ἀντωνίῳ δʼ ἀφῖκτο μέσον ἐς τὸ Βρεντέσιον ἐκ πέντε τῶν ἐν Μακεδονίᾳ τελῶν τέσσαρα· ἐπιμεμφόμενοι δʼ αὐτὸν οὐκ ἐπεξελθόντα τῷ φόνῳ Καίσαρος, χωρὶς εὐφημίας ἐς τὸ βῆμα παρέπεμπον ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου. ὁ δὲ αὐτοῖς χαλεπτόμενος τῆς σιωπῆς οὐ κατέσχεν, ἀλλʼ ὠνείδιζεν ἀχαριστίαν ἐκ Παρθυαίων ὑπὸ οὗ μετενεχθεῖσιν ἐς τὴν Ἰταλίαν καὶ οὐκ ἐπιμαρτυροῦσι τοιᾶσδε χάριτος· ἐμέμφετο δὲ καὶ ὅτι παρὰ μειρακίου προπετοῦς, ὧδε τὸν Καίσαρα καλῶν, ἄνδρας ἐπιπεμπομένους σφίσιν εἰς διαφθορὰν οὐκ αὐτοὶ προσάγουσιν αὑτῷ. ἀλλὰ τούσδε μὲν αὐτὸς εὑρήσειν, τὸν δὲ στρατὸν ἄξειν ἐπὶ τὴν ἐψηφισμένην οἱ χώραν εὐδαίμονα Κελτικήν, καὶ τοῖς παροῦσιν ἑκάστῳ δοθήσεσθαι δραχμὰς ἑκατόν. οἱ δὲ ἐγέλασαν τῆς σμικρολογίας καὶ χαλεπήναντος αὐτοῦ μᾶλλον ἐθορύβουν καὶ διεδίδρασκον. ὁ δὲ ἐξανέστη τοσοῦτον εἰπών· “μαθήσεσθε ἄρχεσθαι.” αἰτήσας δὲ παρὰ τῶν χιλιάρχων τοὺς στασιώδεις (ἀνάγραπτος γάρ ἐστιν ἐν τοῖς Ῥωμαίων στρατοῖς αἰεὶ καθʼ ἕνα ἄνδρα ὁ τρόπος) διεκλήρωσε τῷ στρατιωτικῷ νόμῳ καὶ οὐ τὸ δέκατον ἅπαν, ἀλλὰ μέρος ἔκτεινε τοῦ δεκάτου, νομίζων σφᾶς ὧδε καταπλήξειν διʼ ὀλίγου. οἱ δὲ οὐκ ἐς φόβον μᾶλλον ἢ ἐς ὀργὴν ἀπὸ τοῦδε καὶ μῖσος ἐτρέποντο.

ταῦτα δʼ ὁρῶντες οὓς ὁ Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι. οὓς ὁ Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν ὁ νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. “ἀλλʼ ὁ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος,” ἔφη, “καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι· τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν (οὐ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης), ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον ἢ δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν.” ὁ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ. οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες. ὁ δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθʼ ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου.

αὐτὸς δʼ ἐπιλεξάμενος ἐκ πάντων στρατηγίδα σπεῖραν ἀνδρῶν ἀρίστων τά τε σώματα καὶ τὸν τρόπον ὥδευεν ἐς Ῥώμην ὡς ἐκεῖθεν ἐπὶ τὸ Ἀρίμινον ὁρμήσων. ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δʼ ἀμφʼ αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους· συνθήματά τε αὐτοῖς ἐδίδοτο, καὶ αἱ φυλακαὶ παρὰ μέρος ἦσαν ὡς ἐν στρατοπέδῳ. συναγαγὼν δὲ τὴν βουλὴν ὡς μεμψόμενος Καίσαρι περὶ τῶν πεπραγμένων, ἐσιὼν ἤδη μανθάνει τῶν τεσσάρων τελῶν τὸ καλούμενον Ἄρειον κατὰ τὴν ὁδὸν ἐς Καίσαρα μετατεθεῖσθαι. καὶ αὐτῷ τὴν εἴσοδον ἐπισχόντι τε καὶ διαποροῦντι ἀγγέλλεται καὶ τὸ καλούμενον τέταρτον ὁμοίως τοῖς Ἀρείοις ἐς Καίσαρα μετατεθεῖσθαι. διαταραχθεὶς οὖν εἰσῆλθε μὲν ἐς τὸ βουλευτήριον, ὡς δʼ ἐφʼ ἕτερα αὐτοὺς συναγαγὼν μικρὰ διελέχθη καὶ εὐθὺς ἐπὶ τὰς πύλας ἐχώρει καὶ ἀπὸ τῶν πυλῶν ἐπὶ Ἄλβην πόλιν ὡς μεταπείσων τοὺς ἀποστάντας. βαλλόμενος δʼ ἀπὸ τοῦ τείχους ἀνέστρεφε καὶ τοῖς ἄλλοις τέλεσι προσέπεμπεν ἀνὰ πεντακοσίας δραχμὰς ἑκάστῳ, καὶ σὺν οἷς εἶχεν αὐτὸς ἐς Τίβυρον ἐξῄει, σκευὴν ἔχων τὴν συνήθη τοῖς ἐπὶ τοὺς πολέμους ἐξιοῦσι· καὶ γὰρ ἤδη σαφὴς ἦν ὁ πόλεμος, Δέκμου τὴν Κελτικὴν οὐ μεθιέντος.

δεῦρο δὲ ὄντι ἥ τε βουλὴ σχεδὸν ἅπασα καὶ τῶν ἱππέων τὸ πλεῖστον ἀφίκετο ἐπὶ τιμῇ καὶ ἀπὸ τοῦ δήμου τὸ ἀξιολογώτατον· οἱ καὶ καταλαβόντες αὐτὸν ὁρκοῦντα τοὺς παρόντας οἱ στρατιώτας καὶ τοὺς ἐκ τῶν πάλαι στρατευσαμένων συνδραμόντας (πολὺ γὰρ καὶ τοῦτο ἦν) συνώμνυον ἑκόντες οὐκ ἐκλείψειν τὴν ἐς Ἀντώνιον εὔνοιάν τε καὶ πίστιν, ὡς ἀπορῆσαι, τίνες ἦσαν, οἳ πρὸ ὀλίγου παρὰ τὴν Καίσαρος ἐκκλησίαν τὸν Ἀντώνιον ἐβλασφήμουν.

ὁ μὲν δὴ λαμπρῶς οὕτως ἐς τὸ Ἀρίμινον προεπέμπετο, ὅθεν ἐστὶν ἡ τῆς Κελτικῆς ἀρχή. καὶ ὁ στρατὸς ἦν αὐτῷ, χωρίς γε τῶν νεολέκτων, τρία τέλη τὰ ἐκ Μακεδονίας μετάπεμπτα ʽἤδη γὰρ αὐτῷ καὶ τὸ λοιπὸν ἀφῖκτὀ, ἐξεστρατευμένων δὲ ἕν, οἳ καὶ γηρῶντες ὅμως ἐδόκουν νεοσυλλόγων ἀμείνους ἐς τὸ διπλάσιον εἶναι. οὕτω μὲν Ἀντωνίῳ τέσσαρα ἐγίγνετο τέλη γεγυμνασμένων ἀνδρῶν καὶ ὅσον ἐξ ἔθους αὐτοῖς ἐπίκουρον ἄλλο ἕπεται, καὶ ἡ τοῦ σώματος φρουρὰ καὶ τὰ νεόλεκτα. Λέπιδός τε ἔχων ἐν Ἰβηρίᾳ τέσσαρα τέλη καὶ Ἀσίνιος Πολλίων δύο καὶ Πλάγκος ἐν τῇ ἑτέρᾳ Κελτικῇ τρία ἐδόκουν αἱρήσεσθαι τὰ Ἀντωνίου.

Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.

τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.

διαλυθέντων δὲ μόλις οὕτω καὶ τῶν ἡγεμόνων ἐς ὑπεροψίαν αὐτὸν αἰτιωμένων, ἐξελογεῖτο αὐτοῖς τὴν βουλὴν οὐκ εὐνοίᾳ πρὸς αὑτὸν ἀποκλίνειν μᾶλλον ἢ Ἀντωνίου δέει καὶ στρατιᾶς ἀπορίᾳ, “μέχρι καθέλωμεν ἡμεῖς Ἀντώνιον καὶ οἱ σφαγεῖς φίλοι τε τῇ βουλῇ καὶ συγγενεῖς ὄντες δύναμιν αὐτοῖς συναγάγωσιν· ὧν αἰσθανόμενος ὑπηρετεῖν ὑποκρίνομαι. μὴ δὴ πρότεροι τὴν ὑπόκρισιν ἀποκαλύπτωμεν, ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν αὐτοὶ δέει, μὴ παρʼ ὑμῶν λάβοιμι.” τοιάδε εἰπὼν ἐθεᾶτο γυμνάσια τῶν δύο τελῶν τῶν αὐτομολησάντων ἀπʼ Ἀντωνίου, διαστάντων τε ἐς ἀλλήλους καὶ δρώντων ἀφειδῶς ἔργα πολέμου πάντα πλὴν ἐς μόνον θάνατον. ἡσθεὶς οὖν τῇ θέᾳ καὶ τῆς προφάσεως ἐπιβαίνων ἄσμενος, ἑτέρας αὐτῶν ἑκάστῳ πεντακοσίας δραχμὰς ἐπεδίδου καί, εἴ τις πολέμου χρεία γένοιτο, νικήσασιν ἐπηγγέλλετο πεντακισχιλίας. ὧδε μὲν ὁ Καῖσαρ δαψιλείᾳ δωρεῶν τοὺς μισθοφόρους ἐκρατύνετο.