Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντʼ αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ· καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι· Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπʼ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατʼ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δʼ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον· ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν· ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.

καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν· οἱ ταξίαρχοι δὲ αὖθις παρὰ Ἀντωνίου καιρὸν αἰτήσαντες ἔλεγον·

“ἡμεῖς, ὦ Ἀντώνιε, καὶ ὅσοι ἄλλοι μετὰ σοῦ Καίσαρι στρατευσάμενοι τήν τε ἡγεμονίαν αὐτῷ συνεστησάμεθα καὶ ἐς τὰ καθʼ ἡμέραν αὐτῆς ὑπηρέται γιγνόμενοι διετελοῦμεν, ἔχθει μὲν ἴσῳ καὶ ἐπιβουλῇ τοὺς φονέας αὐτοῦ γιγνώσκομεν εἰς ἡμᾶς χρωμένους καὶ τὴν βουλὴν ἐκείνοις ἐπιρρέπουσαν, τοῦ δήμου δʼ ἐξελάσαντος αὐτοὺς ἀνεθαρρήσαμεν, οὐ πάντῃ τὰ Καίσαρος ὁρῶντες ἄφιλα οὐδὲ ἀμνήμονα οὐδὲ ἀχάριστα. τὴν δʼ ἐς τὸ μέλλον ἀσφάλειαν εἴχομεν ἐν σοί, φίλῳ τε Καίσαρος ὄντι καὶ ἡγεμονικωτάτῳ μετʼ ἐκεῖνον ἐκ πάντων καὶ ἄρχοντι νῦν ἡμῶν καὶ ἐς τὰ μάλιστα ἐπιτηδείῳ. ἀναφυομένων δὲ τῶν ἐχθρῶν καὶ θρασέως ἔς τε Συρίαν καὶ Μακεδονίαν βιαζομένων καὶ χρήματα καὶ στρατιὰν ἐφʼ ἡμᾶς συνιστάντων, καὶ τῆς βουλῆς σοι Δέκμον ἐπαλειφούσης, καὶ σοῦ τὰς φροντίδας ἐς τὴν Καίσαρος τοῦ νέου διαφορὰν δαπανῶντος, δέδιμεν εἰκότως, μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται καὶ διαπραχθῇ τοῖς ἐχθροῖς καθʼ ἡμῶν, ἃ βούλονται. ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν, ὁσίας τε χάριν ἐς τὸν Καίσαρα καὶ φειδοῦς ὑπὲρ ἡμῶν οὐδὲν ἐπιμέμπτων σοι γενομένων καὶ πρὸ ἡμῶν αὐτοῦ σοῦ τῶν συμφερόντων οὕνεκα, ἕως ἔτι δύνασαι, Καίσαρι μέν, ὅπερ ἀρκέσει, μόνον συνεπαμῦναι τοὺς φονέας τιμωρουμένῳ, σὲ δὲ αὐτίκα δυναστεύειν, ἐν ἀμερίμνῳ γενόμενόν τε καὶ ἡμᾶς γενέσθαι παρασκευάσαντα τοὺς ὑπέρ τε σφῶν αὐτῶν καὶ ὑπὲρ σοῦ δεδιότας.”

τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο·

“ὅσῃ μὲν εὐνοίᾳ καὶ σπουδῇ πρὸς Καίσαρα περιόντα ἐχρώμην, φιλοκινδυνότατος ἐκ πάντων ἐς τὰς ἐκείνου χρείας γενόμενος, ἴστε σαφῶς, συστρατευσάμενοί τε καὶ τοῖς γιγνομένοις παρατυχόντες· ὅσῃ δʼ αὖ κἀκεῖνος εἰς ἐμὲ χάριτι καὶ προτιμήσει χρώμενος διετέλει, οὐ μαρτυρεῖν ἐμὲ δίκαιον. ἄμφω δὲ ταῦτα καὶ οἱ φονεῖς εἰδότες συνετίθεντο κἀμὲ Καίσαρι συνανελεῖν, ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν. καὶ ὅστις αὐτοὺς μετέπεισε τῆς γνώμης, οὐκ εὐνοίᾳ τῆς ἐμῆς σωτηρίας ἔπεισεν, ἀλλʼ εὐπρεπείᾳ τῆς τυραννοκτονίας, ὡς μὴ δοκῶσι πολλοὺς ὥσπερ ἐχθρούς, ἀλλʼ ἕνα ἀνελεῖν ὡς τύραννον. τίς ἂν οὖν πιστεύσειεν ἐμὲ Καίσαρός τε ἀμελεῖν εὐεργέτου μοι γεγενημένου καὶ προτιμᾶν τοὺς ἐχθροὺς ἐκείνου καὶ τὸν φόνον ἑκόντα χαρίζεσθαι τοῖς ἐμοῖς ἐπιβούλοις, ὡς οἴεται Καῖσαρ ὁ νέος; πόθεν οὖν αὐτοῖς ἀμνηστία τοῦ φόνου καὶ ἡγεμονίαι; ταῦτα γὰρ ἐπικαλεῖν, ἀντὶ τῆς βουλῆς, ἐμοὶ βούλεται. μάθετε, ὡς ἐγένετο.

Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι, σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. τῷ δʼ αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι, καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν, ἵνʼ ὅσων ἔχρῃζον ἀντιλάβοιμι. τὰ δὲ ἦν πόσα καὶ πηλίκα; μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφʼ ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου.