Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ὁ δʼ Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλʼ ἐς τὴν Κελτικὴν μετακαλεῖν. ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾔσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρηματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο· οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.

καὶ ὁ μὲν ἔμελλε ποιήσειν, ὡς προσετέτακτο· θέαι δʼ ἦσαν, ἃς Κριτώνιος ἀγορανομῶν ἔμελλε τελέσειν· καὶ ὁ Καῖσαρ ἐς τὰς θέας τῷ πατρὶ τόν τε χρύσεον θρόνον καὶ στέφανον παρεσκεύαζεν, ἅπερ αὐτῷ κατὰ πάσας θέας ἐψηφίσαντο προτίθεσθαι. τοῦ Κριτωνίου δὲ εἰπόντος οὐκ ἀνέξεσθαι τιμωμένου Καίσαρος ἐν ταῖς αὑτοῦ δαπάναις, ὁ Καῖσαρ αὐτὸν ἐς τὸν Ἀντώνιον ἦγεν ὡς ὕπατον. Ἀντωνίου δὲ εἰπόντος ἐς τὴν βουλὴν ἐπανοίσειν, χαλεπήνας ὁ Καῖσαρ, “ἀνάφερε,” εἶπεν, “ἐγὼ δὲ τὸν θρόνον, ἕως ἂν ᾖ τὸ δόγμα, προθήσω.” καὶ ὁ Ἀντώνιος χαλεπήνας ἐκώλυσεν. ἐκώλυσε δὲ καὶ ἐν ταῖς ἑξῆς θέαις ἔτι παραλογώτερον, ἃς αὐτὸς ὁ Καῖσαρ ἐτέλει, ἀνακειμένας ἐκ τοῦ πατρὸς Ἀφροδίτῃ Γενετείρᾳ, ὅτε περ αὐτῇ καὶ τὸν νεὼν ὁ πατὴρ τὸν ἐν ἀγορᾷ ἅμα αὐτῇ ἀγορᾷ ἀνετίθει. τότε δὴ καὶ μάλιστα μῖσος ἤδη σαφὲς ἐκ πάντων ἐς τὸν Ἀντώνιον ἐγίγνετο, ὡς οὐκ ἐς τὸν νῦν Καίσαρα φιλονικοῦντα μᾶλλον ἢ ἐς τὸν πρότερον ὑβρίζοντα ἀχαρίστως.

αὐτός τε ὁ Καῖσαρ μετὰ πλήθους οἷα φρουρᾶς τὸν δῆμον καὶ τοὺς εὖ τι παθόντας ὑπὸ τοῦ πατρὸς καὶ τοὺς ἐκείνῳ στρατευσαμένους περιθέων ἐπιφθόνως ἱκέτευεν οὗ μὲν αὐτοῦ τοιάδε καὶ τοσάδε πάσχοντος ὑπερορᾶν καὶ ἀμελεῖν ἑκόντος, Καίσαρι δὲ τῷ σφῶν αὐτοκράτορι καὶ εὐεργέτῃ ἀμύνειν, ἀτιμουμένῳ πρὸς Ἀντωνίου· ἀμυνεῖν δὲ καὶ σφίσιν αὐτοῖς, οὐδὲν ἕξουσι βέβαιον ὧν εἰλήφασι παρὰ Καίσαρος, εἰ μηδὲ αὐτῷ Καίσαρι μενεῖ τὰ ἐψηφισμένα βέβαια. Ἀντωνίου τε πανταχοῦ τῆς πόλεως ἐς τὰ ὑψηλὰ ἀναπηδῶν κατεβόα· “Καίσαρι μὲν διʼ ἐμὲ μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν, εὐεργέτῃ σοῦ μάλιστα, ὦ Ἀντώνιε, ἐς τὰ μάλιστα γεγενημένῳ· ἐμοὶ δὲ τῶν μὲν ὕβρεων, ἐς ὅσον θέλεις, ἐμφορεῖσθαι, τὴν δὲ τῆς οὐσίας ἁρπαγὴν ἐπισχεῖν, μέχρι τοὺς πολίτας κομίσασθαι τὴν διανέμησιν καὶ τὰ λοιπὰ πάντα ἔχειν· ἀρκέσειν γὰρ ἐμοὶ πενομένῳ τήν τε τοῦ πατρὸς δόξαν, ἂν διαμένῃ, καὶ τὴν τοῦ δήμου διανέμησιν, ἐὰν ἐάσῃς δοθῆναι.”

ἐφʼ οἷς ἤδη παρὰ πάντων συνεχεῖς ἐγίγνοντο καὶ φανεραὶ κατὰ τοῦ Ἀντωνίου βοαί. ἀπειλησαμένου δὲ αὐτοῦ τῷ Καίσαρι πικρότερον καὶ τῆς ἀπειλῆς ἐξενεχθείσης ἐς τὸ φανερόν, ἔτι μᾶλλον ἅπαντες ὥρμηντο· καὶ οἱ τῆς φρουρᾶς Ἀντωνίου ταξίαρχοι, ἐστρατευμένοι τε Καίσαρι τῷ προτέρῳ καὶ ἐς τὰ μέγιστα ὑπʼ Ἀντωνίου τότε προτιμώμενοι, τὴν ὕβριν αὐτὸν ἐπισχεῖν ἠξίουν καὶ διὰ σφᾶς καὶ διʼ ἑαυτόν, ὑπὸ Καίσαρι στρατευσάμενον καὶ τῶνδε τῶν οἱ παρόντων ἀγαθῶν παρʼ ἐκείνου τυχόντα. συγγιγνώσκων οὖν ὁ Ἀντώνιος ἀληθέσιν οὖσιν τούτοις καὶ τοὺς προφέροντας αὐτὰ αἰδούμενος, ἤδη δέ τι καὶ τοῦ Καίσαρος αὐτοῦ διὰ τὸν δῆμον ἐς τὴν ἀλλαγὴν τῆς Κελτικῆς δεόμενος, ὡμολόγει τοῖς λεγομένοις καὶ ἐπώμνυεν αὐτὰ καὶ οἷ πάνυ ἀβούλητα εἶναι, τῆς δὲ γνώμης τοῦ νεανίσκου ἕνεκεν μετατίθεσθαι, ἐπηρμένου τε ἐπαχθῶς ἔτι τηλικοῦδε ὄντος καὶ οὐδὲν ἔχοντος αἰδέσιμον ἢ τίμιον ἐς πρεσβυτέρους τε καὶ ἐς ἄρχοντας· ἅπερ αὐτοῦ μὲν χάριν τοῦ νεανίσκου χρῄζειν ἔτι νουθεσίας, σφῶν δὲ τῶν ταῦτα ἀξιούντων ἕνεκα αὐτὸς καθέξειν τῆς ὀργῆς καὶ ἐς τὴν προτέραν ἑαυτοῦ φύσιν τε καὶ γνώμην ἐπανήξειν, ἢν κἀκεῖνος ἀπέχηται τῆς ἀμετρίας.

ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν ο͂ῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. ἦσαν δʼ οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν· οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν, ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δʼ ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπʼ Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετʼ αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα.