Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐπεὶ δὲ αὐτοῖς καὶ τὰ δύο τέλη τὰ ἐκ Λιβύης μετάπεμπτα ἐς τὸν λιμένα αὐτῆς ἡμέρας ἀφίκετο, τοὺς θεοὺς σφᾶς ἔδοξαν ἐπὶ τὴν ἐλευθερίαν ἐποτρύνειν. ἡ μὲν δὴ μετάνοια ἐκεκύρωτο, καὶ μετεψηφίζετο ἅπαντα, Κικέρωνος αὖθις αὐτοῖς ἐπιφανέντος· ἥ τε στρατεύσιμος ἡλικία προεγράφετο πᾶσα, καὶ τὰ δύο τέλη τάδε, τὰ ἐκ Λιβύης, καὶ οἱ σὺν αὐτοῖς ἱππέες χίλιοι καὶ τέλος ἕτερον, ὃ Πάνσας αὐτοῖς ὑπολελοίπει, πάντες οἵδε μερισθέντες οἱ μὲν τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, ἔνθα καὶ τὰ χρήματα ἐσώρευσαν, ἐφρούρουν, οἱ δὲ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐπιδιῃρημένων σφίσι τῶν στρατηγῶν τῶν κατὰ τὴν πόλιν· ἄλλοι δὲ αὐτοῖς τὰ ἐν τῷ λιμένι σκάφη καὶ ναῦς καὶ χρήματα εὐτρέπιζον, εἰ δεήσειεν ἡττωμένους φυγεῖν διὰ θαλάσσης. καὶ τάδε σὺν εὐθαρσείᾳ πράσσοντες οὕτως ὀξέως ἤλπιζον ἀντικαταπλήξειν τὸν Καίσαρα, καὶ ἢ μεταπείσειν παρὰ σφῶν ἀντὶ τοῦ στρατεύματος αἰτεῖν τὴν ἀρχήν, ἢ ἐγκρατῶς ἀμυνεῖσθαι· τούς τε τῆς ἐναντίας μοίρας νῦν γε μεταθήσεσθαι προσεδόκων, μέχρι περὶ τῆς ἐλευθερίας ἐστὶν ὁ ἀγών. τὴν δὲ μητέρα Καίσαρος καὶ τὴν ἀδελφὴν οὔτε φανερῶς οὔτε λάθρᾳ ζητοῦντες εὕρισκον. ἐθορυβοῦντο οὖν αὖθις ὁμήρων μεγάλων ἀφῃρημένοι· καὶ τῶν Καισαριανῶν οὔπω σφίσιν ἐπικλωμένων, ὑπὸ ἐκείνων αὐτὰς ὧδε ἀκριβῶς ἐνόμιζον ἐπικρύπτεσθαι.

Καίσαρι δὲ ἔτι τῶν πρέσβεων ἐντυγχανόντων τὰ μετεψηφισμένα ἀγγέλλεται· καὶ αὐτὸν οἱ πρέσβεις ἀπολιπόντες ἀνέστρεφον ὑπὸ αἰδοῦς. ὁ δὲ τῷ στρατῷ μᾶλλον ἔτι παρωξυμμένῳ κατὰ σπουδὴν ἐχώρει, σὺν φόβῳ μή τι πάθοιεν αἱ γυναῖκες· ἔς τε τὸν δῆμον τεθορυβημένον ἱππέας ἔπεμψεν ἀτρεμεῖν ἐπικελεύων, καὶ τεθηπότων πάντων τὰ πέραν τοῦ Κυριναλίου λόφου κατέλαβεν, οὐδενὸς ἐς χεῖρας ἐλθεῖν ἢ κωλύειν ὑποστάντος. ἦν τε αὖθις ἑτέρα θαυμάσιος ἄφνω μεταβολή, θεόντων ἐς αὐτὸν τῶν ἐπιφανῶν καὶ προσαγορευόντων· ἔθει δὲ καὶ ὁ δημότης λεὼς καὶ τὴν εὐταξίαν τῶν στρατιωτῶν ὡς εἰρηνικὴν ἀπεδέχοντο. ὁ δὲ τὸν στρατόν, ἔνθαπερ ἦν, ἀπολιπὼν ἐχώρει τῆς ἐπιούσης πρὸς τὸ ἄστυ, φυλακὴν ἔχων ἀμφʼ αὑτὸν ἱκανήν. οἱ δὲ καὶ τότε ὑπήντων διʼ ὅλης τῆς ὁδοῦ κατὰ μέρη καὶ προσηγόρευον, οὐδὲν ἐνδέοντες ἢ φιλοφροσύνης ἢ θεραπείας ἀσθενοῦς. ἡ δὲ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ ἐν τῷ τῆς Ἑστίας ἱερῷ μετὰ τῶν ἱερῶν παρθένων ἠσπάσαντο. καὶ τὰ τρία τέλη, τῶν στρατηγῶν ὑπεριδόντα, πρὸς αὐτὸν ἐπρέσβευε καὶ μετετίθετο· καὶ τῶν στρατηγῶν οἳ ἦρχον αὐτῶν, Κορνοῦτος μὲν ἑαυτὸν ἔκτεινεν, οἱ δʼ ἄλλοι σπονδῶν καὶ πίστεων ἔτυχον. Κικέρων τε τῶν σπονδῶν πυθόμενος ἔπραξε διὰ τῶν Καίσαρος φίλων ἐντυχεῖν αὐτῷ, καὶ ἐντυχὼν ἀπελογεῖτο καὶ τὴν εἰσήγησιν τῆς ὑπατείας ὑπερεπῇρεν, ἣν αὐτὸς ἐν τῇ βουλῇ πρότερον εἰσηγήσατο. ὁ δὲ τοσοῦτον ἀπεκρίνατο ἐπισκώπτων ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι.

νυκτὸς δʼ ἄφνω δόξης γενομένης, ὅτι δύο τέλη Καίσαρος, τό τε Ἄρειον καὶ τὸ τέταρτον, μεταθοῖτο ἐς τὴν πόλιν ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα, οἱ στρατηγοὶ καὶ ἡ βουλὴ πάμπαν ἀταλαιπώρως ἐπίστευσαν, καίπερ ὄντος ἐγγυτάτω τοῦ στρατοῦ· νομίσαντές τε ἀνθέξειν αὐτοῖς οὖσιν ἀρίστοις πρὸς τὰ λοιπὰ τοῦ Καίσαρος, μέχρι τις ἑτέρωθεν αὑτοῖς ἰσχὺς ἐπιγένοιτο, νυκτὸς ἔτι Μάνιον Ἀκύλιον Κράσσον ἐς τὴν Πικηνίτιδα ἐξέπεμπον στρατὸν ἀθροίζειν, καὶ τῶν τινα δημάρχων Ἀπουλήιον ἐς τὸν δῆμον ἐποίουν τὸ εὐαγγέλιον ἐκφέρειν περιθέοντα. ἥ τε βουλὴ νυκτὸς ἐς τὸ βουλευτήριον συνέθεον, Κικέρωνος ἐπὶ ταῖς θύραις αὐτοὺς δεξιουμένου. ψευδοῦς δὲ τῆς δόξης φανείσης ἐν φορείῳ διέφυγεν.

ὁ δὲ Καῖσαρ ἐπιγελάσας αὐτοῖς τὸν μὲν στρατὸν ἐγγυτέρω τῆς πόλεως προήγαγεν, ἐς τὸ πεδίον τὸ καλούμενον Ἄρειον, τῶν δὲ στρατηγῶν τότε μὲν οὐδένα ἠμύνατο, οὐδὲ Κράσσον τὸν ἐς Πικήνην ἐκδραμόντα, καίπερ οἱ προσαχθέντα ὡς εἶχε ληφθεὶς ἐν σχήματι οἰκέτου, ἀλλὰ μεθῆκεν ἅπαντας ἐς δόξαν φιλανθρωπίας. οὐ πολὺ δὲ ὕστερον ἐπὶ θανάτῳ προυγράφησαν. τὰ χρήματα δέ, ὅσα τε κοινὰ ἦν ἐν τῷ Ἰανούκλῳ ἢ ἑτέρωθι καὶ ἄλλα συνενεχθῆναι κελεύσας, ὁπόσα Κικέρωνος ἐσηγουμένου πρότερον αὐτοῖς ἐπεγέγραπτο, διένειμεν ἀνὰ δισχιλίας καὶ πεντακοσίας δραχμὰς τῷ στρατῷ, καὶ τὸ ἐπίλοιπον ἐπιδώσειν ὑπέσχετο. καὶ τῆς πόλεως ὑπεξῆλθε, μέχρι χειροτονήσαιεν ὑπάτους αἱρετούς. αἱρεθεὶς δὲ αὐτὸς σὺν ᾧ περ ἐβούλετο Κοΐντῳ Πεδίῳ, ὃς τὸ μέρος αὐτῷ δεδώρητο τῆς Καίσαρος κληρονομίας, ἐς τὴν πόλιιαὖθις ὡς ὕπατος ἐσῄει, καὶ ἔθυε, δώδεκά οἱ γυπῶν φανέντων, ὅσους φασὶ καὶ Ῥωμύλῳ τὴν πόλιν οἰκίζοντι ὀφθῆναι. ἀπὸ δὲ τῶν θυσιῶν ἑαυτὸν εἰσεποιεῖτο τῷ πατρὶ αὖθις κατὰ νόμον κουριάτιον. ἔστι δʼ ἐπὶ τοῦ δήμου γίγνεσθαι τὴν θέσιν· κουρίας γὰρ ἐς μέρη τὰς φυλὰς ἢ τοὺς δήμους διαιροῦντες καλοῦσιν, ὡς Ἕλληνες, εἰκάζοντι φάναι, φατρίας. ἐπινομώτατος δʼ ἐστὶ Ῥωμαίοις ὁ τρόπος οὗτος ἐπὶ τῶν ἀπατόρων· καὶ δύνανται μάλιστα αὐτοὶ ἴσα τοῖς γνησίοις παισὶν ἄγειν τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους. Γαΐῳ δʼ ἦν τά τε ἄλλα λαμπρὰ καὶ ἐξελεύθεροι πολλοί τε καὶ πλούσιοι, καὶ διὰ τόδʼ ἴσως μάλιστα ὁ Καῖσαρ ἐπὶ τῇ προτέρᾳ θέσει, κατὰ διαθήκας οἱ γενομένῃ, καὶ τῆσδε ἐδεήθη.