Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

"Ἴστε δέ," ἔφη, “καὶ ἐφʼ οἷς ὁ Ἀντώνιος ἔναγχος ἡττήθη οἷά τε τοὺς Πομπηιανοὺς ἐπύθεσθε ἐν ἄστει πεποιηκέναι κατὰ τῶν τινας δωρεὰς παρὰ Καίσαρος εἰληφότων. τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρʼ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆς σωτηρίας, ὧδε ἐν τῇ βουλῇ δυναστευόντων τῶν οἰκείων τοῖς σφαγεῦσι; κἀγὼ μὲν ἐκδέξομαι τὸ τέλος, ὅ τι ἂν ἐπιγίγνηταί μοι ʽκαλὸν γάρ τι καὶ παθεῖν πατρὶ ἐπικουροῦντἀ, ὑπὲρ δὲ ὑμῶν δέδια τοιῶνδε καὶ τοσῶνδε, κινδυνευόντων ἐς ἐμὴν καὶ τοῦ πατρὸς χάριν. ἴστε μὲν δή με καθαρεύοντα φιλοτιμίας, ἐξ οὗ στρατηγεῖν μοι διδόντων ὑμῶν ὑπὸ σημείοις οὐκ ἐδεχόμην· ἓν δὲ μόνον ὁρῶ νῦν ἀμφοτέροις σωτήριον, εἰ διʼ ὑμῶν ὕπατος ἀποδειχθείην. τά τε γὰρ παρὰ τοῦ πατρὸς ὑμῖν δοθέντα πάντα βέβαια ἔσται, ἀποικίαι τε προσέσονται αἱ ἔτι ὀφειλόμεναι, καὶ γέρα πάντα ἐντελῆ· ἐγώ τε τοὺς φονέας ὑπὸ δίκην ἀγαγὼν τοὺς ἄλλους ἂν ὑμῖν καταλύσαιμι πολέμους.”

ὧν λεγομένων ἥ τε στρατιὰ προθύμως ἐπεβόησε, καὶ τοὺς λοχαγοὺς αὐτίκα ἔπεμπον αἰτήσοντας τὴν ἀρχὴν τῷ Καίσαρι. ὑποκριναμένης δὲ τῆς βουλῆς τὴν ἡλικίαν, ἔλεγον οἱ λοχαγοὶ ἃ ἐδιδάχθησαν, ὅτι καὶ πάλαι Κορουῖνός τε ἄρξειε νεώτερος ὢν ἔτι καὶ Σκιπίων ὕστερον, ὅ τε πρότερος καὶ ὁ δεύτερος, καὶ ἐκ τῆς νεότητος ἑκάστου πολλὰ ὄναιτο ἡ πατρίς. τά τε ἔναγχος ταῦτα καὶ Πομπήιον Μάγνον αὐτοῖς καὶ Δολοβέλλαν προύφερον, αὐτῷ τε Καίσαρι ἤδη δεδόσθαι τὴν ἀρχὴν μετιέναι θᾶσσον ἐτῶν δέκα. ταῦτα τῶν λοχαγῶν σὺν πλέονι παρρησίᾳ λεγόντων, οὐκ ἀνασχόμενοί τινες τῶν βουλευτῶν λοχαγοὺς ὄντας ὧδε παρρησιάζεσθαι, ἐπέπλησσον ὡς θρασυνομένοις ὑπὲρ τὸ στρατιώταις πρέπον. καὶ ὁ στρατὸς πυθόμενος ἔτι μᾶλλον ὠργίζοντο καὶ ἄγειν σφᾶς εὐθὺς ἐκέλευον ἐς τὴν πόλιν, ὡς αὐτοὶ χειροτονήσοντες αὐτὸν ἐξαιρέτῳ χειροτονίᾳ, Καίσαρος υἱὸν ὄντα, πολλά τε τὸν πρότερον Καίσαρα ἀπαύστως εὐφήμουν. ὧδε δὲ αὐτοὺς ὁρμῆς ἔχοντας ὁ Καῖσαρ ἰδὼν ἦγεν εὐθὺς ἀπὸ τῆς συνόδου, ὀκτὼ τέλη πεζῶν καὶ ἵππον ἱκανὴν καὶ ὅσα ἄλλα τοῖς τέλεσι συνετάσσετο. περάσας δὲ τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Κελτικῆς ἐς τὴν Ἰταλίαν, ὅν τινα αὐτοῦ καὶ ὁ πατὴρ ὁμοίως ἐπὶ τῷ πολιτικῷ πολέμῳ πρῶτον ἐπέρασεν, ἐς δύο πάντας διῄρει· καὶ τὸ μὲν ἕπεσθαι κατὰ σχολὴν ἐκέλευσε, τὸ δὲ ἄμεινον ἐπιλεξάμενος ἐτρόχαζεν, ἐπειγόμενος ἔτι ἀπαρασκεύους καταλαβεῖν. μέρους τε τῶν χρημάτων ὑπαντῶντος, ἃ ἐς τὰ γέρα τοῖς στρατιώταις ἡ βουλὴ πεπόμφει, δείσας ἐπὶ τοῖς μισθοφόροις ὁ Καῖσαρ προύπεμπε κρύφα τοὺς ἐκφοβήσοντας· καὶ οἱ μὲν ἔφευγον μετὰ τῶν χρημάτων.

ἐς δὲ τὸ ἄστυ τῆς ἀγγελίας ἀφικομένης θόρυβος ἦν καὶ φόβος ἄπλετος, διαθεόντων τε ἀκόσμως καὶ γύναιά τινων ἢ παῖδας ἢ ὅσα τιμιώτατα ἄλλα ἐς ἀγροὺς ἢ τὰ ἐρυμνὰ τῆς πόλεως μεταφερόντων· οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας, πολέμιον στρατὸν ἐπιέναι σὺν ὀργῇ πυνθανόμενοι ἐς πάντα ἐδεδοίκεσαν. ἡ βουλὴ δʼ ἐξεπέπληκτο ἀμέτρως, οὐδεμιᾶς αὑτοῖς οὔσης ἑτοίμου δυνάμεως, ἀλλήλους τε, οἷον ἐν τοῖς φόβοις γίγνεται, κατεμέμφοντο, οἱ μὲν ὅτι τὴν στρατιὰν αὐτὸν ἀφέλοιντο τὴν ἐπὶ τὸν Ἀντώνιον ὑβριστικῶς, οἱ δὲ τῆς ἐς τὸν θρίαμβον ὑπεροψίας, οὐκ ἄδικον ὄντα, οἱ δὲ τοῦ φθόνου τῆς διανεμήσεως τῶν χρημάτων, οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες· οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι. τῆς τε φιλονικίας τὸ ἄκαιρον μάλιστα ἐμέμφοντο, Βρούτου μὲν καὶ Κασσίου πορρωτέρω τε ὄντων καὶ συνισταμένων ἔτι, ἐν δὲ πλευραῖς Ἀντωνίου καὶ Λεπίδου πολεμίων· οὓς ὅτε ἐνθυμηθεῖεν Καίσαρι συναλλαγήσεσθαι, πάμπαν ἤκμαζεν ὁ φόβος. Κικέρων τε, ὃς τέως αὐτοῖς ἐπεπόλαζεν, οὐδὲ ἐφαίνετο.

ἀθρόα δὴ πάντων ἐς πάντα ἦν μετάθεσις, ἀντὶ μὲν δισχιλίων καὶ πεντακοσίων δραχμῶν τὰς πεντακισχιλίας, ἀντὶ δὲ τῶν δύο τελῶν τοῖς ὀκτὼ δοθῆναι, Καίσαρά τε αὐτοῖς ἀντὶ τῶν δέκα ἀνδρῶν διανέμειν καὶ ἐς τὴν ὕπατον ἀρχὴν παραγγέλλειν ἀπόντα. πρέσβεις τε ἐξέτρεχον, οἳ τάδε φράσειν ἔμελλον αὐτῷ κατὰ σπουδήν. ὧν ἄρτι τῆς πόλεως ἐκδραμόντων μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι, μηδὲ ἑτέραν ἐνδέξασθαι τυραννίδα ἀναιμωτί, μηδὲ ἐθίσαι τοὺς ἀρχῆς ἐφιεμένους ἐκ βίας τυγχάνειν, μηδὲ τοὺς στρατευομένους ἐξ ἐπιτάγματος ἄρχειν τῆς πατρίδος, ὁπλισαμένους δὲ ἐκ τῶν ἐνόντων τοὺς νόμους τοῖς ἐπιοῦσι προτείνειν· προσδοκᾶν γὰρ οὐδὲ ἐκείνους νόμων προτεινομένων ὅπλα τῇ πατρίδι ἐποίσειν· εἰ δὲ φέροιεν, ἀνέχεσθαί τε πολιορκίας, μέχρι Δέκμος ἢ Πλάγκος ἔλθοι; καὶ ἀμύνεσθαι μέχρι θανάτου μᾶλλον ἢ ἑκόντας ἐνδέξασθαι δουλείαν ἄνωθεν ἀδιόρθωτον· τά τε ἀρχαῖα Ῥωμαίων ἐπὶ ἐλευθερίᾳ φρονήματα καὶ πάθη, πρὸς οὐδὲν ἐνδόντων ὑπὲρ ἐλευθερίας, ἀνελέγοντο.