Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τούτοις δὲ αὐτοῖς ὁ Ἀμάτιος, ὅτε συντύχοι, καὶ ἐνεδρεύσειν ἐλέγετο. τῷδε οὖν τῷ λόγῳ τῆς ἐνέδρας ὁ Ἀντώνιος ἐπιβαίνων οἷα ὕπατος συλλαμβάνει καὶ κτείνει τὸν Ἀμάτιον χωρὶς δίκης, μάλα θρασέως· καὶ ἡ βουλὴ τὸ μὲν ἔργον ἐθαύμαζεν ὡς μέγα καὶ παράνομον, τὴν δὲ χρείαν αὐτοῦ προσεποιοῦντο ἥδιστα· οὐ γὰρ αὐτοῖς ἐδόκει ποτὲ χωρὶς τοιᾶσδε τόλμης ἀσφαλῆ τὰ κατὰ Βροῦτον καὶ Κάσσιον ἔσεσθαι. οἱ δὲ τοῦ Ἀματίου στασιῶται καὶ ὁ ἄλλος δῆμος ἐπʼ ἐκείνοις πόθῳ τε τοῦ Ἀματίου καὶ ἀγανακτήσει τοῦ γεγονότος, ὅτι μάλιστα αὐτὸ ὁ Ἀντώνιος ἐπεπράχει ὑπὸ τοῦ δήμου τιμώμενος, οὐκ ἠξίουν σφῶν καταφρονεῖν· τὴν ἀγορὰν οὖν καταλαβόντες ἐβόων καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν καὶ τὰς ἀρχὰς ἐκέλευον ἀντὶ Ἀματίου τὸν βωμὸν ἐκθεοῦν καὶ θύειν ἐπʼ αὐτοῦ Καίσαρι πρώτους. ἐξελαυνόμενοι δʼ ἐκ τῆς ἀγορᾶς ὑπὸ στρατιωτῶν ἐπιπεμφθέντων ὑπὸ Ἀντωνίου μᾶλλόν τε ἠγανάκτουν καὶ ἐκεκράγεσαν καὶ ἕδρας ἔνιοι τῶν Καίσαρος ἀνδριάντων ἐπεδείκνυον ἀνῃρημένων. ὡς δέ τις αὐτοῖς ἔφη καὶ τὸ ἐργαστήριον, ἔνθα οἱ ἀνδριάντες ἀνεσκευάζοντο, δείξειν, εὐθὺς εἵποντο καὶ ἰδόντες ἐνεπίμπρασαν, ἕως ἑτέρων ἐπιπεμφθέντων ἐξ Ἀντωνίου ἀμυνόμενοί τε ἀνῃρέθησαν ἔνιοι καὶ συλληφθέντες ἕτεροι ἐκρεμάσθησαν, ὅσοι θεράποντες ἦσαν, οἱ δὲ ἐλεύθεροι κατὰ τοῦ κρημνοῦ κατερρίφησαν.

καὶ ὁ μὲν τάραχος ἐπέπαυτο, μῖσος δὲ ἄρρητον ἐξ ἀρρήτου εὐνοίας τοῦ δήμου πρὸς τὸν Ἀντώνιον ἐγήγερτο. ἡ βουλὴ δʼ ἔχαιρον ὡς οὐκ ἂν ἑτέρως ἐν ἀδεεῖ περὶ τῶν ἀμφὶ τὸν Βροῦτον γενόμενοι. ὡς δὲ καὶ Σέξστον Πομπήιον ὁ Ἀντώνιος, τὸν Πομπηίου Μάγνου περιποθήτου πᾶσιν ἔτι ὄντος, εἰσηγήσατο καλεῖν ἐξ Ἰβηρίας, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν, ἀντί τε τῆς πατρῴας οὐσίας δεδημευμένης ἐκ τῶν κοινῶν αὐτῷ δοθῆναι μυριάδας Ἀττικῶν δραχμῶν πεντακισχιλίας, εἶναι δὲ καὶ στρατηγὸν ἤδη τῆς θαλάσσης, καθὼς ἦν καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ταῖς Ῥωμαίων ναυσὶν αὐτίκα ταῖς πανταχοῦ χρῆσθαι εἰς τὰ ἐπείγοντα, θαυμάζουσα ἕκαστα ἡ βουλὴ μετὰ προθυμίας ἐξεδέχετο καὶ τὸν Ἀντώνιον ἐπὶ ὅλην εὐφήμουν ἡμέραν· οὐ γάρ τις αὐτοῖς ἐδόκει Μάγνου γενέσθαι δημοκρατικώτερος, ὅθεν οὐδὲ περιποθητότερος ἦν. ὅ τε Κάσσιος καὶ ὁ Βροῦτος, ἐκ τῆς στάσεως ὄντε τῆς Μάγνου καὶ πᾶσι τότε τιμιωτάτω, τὴν σωτηρίαν ἐδόκουν ἕξειν ἀσφαλῆ καὶ τὴν γνώμην ὧν ἐπεπράχεσαν ἐγκρατῆ, καὶ τὴν δημοκρατίαν ἐς τέλος ἐπάξεσθαι, τῆς μοίρας σφῶν ἀνισχούσης. ἃ καὶ Κικέρων συνεχῶς ἐπῄνει τὸν Ἀντώνιον· καὶ ἡ βουλὴ συγγινώσκουσα αὐτῷ διὰ σφᾶς ἐπιβουλεύοντα τὸν δῆμον ἔδωκε φρουρὰν περιστήσασθαι περὶ τὸ σῶμα, ἐκ τῶν ἐστρατευμένων καὶ ἐπιδημούντων ἑαυτῷ καταλέγοντα.

ὁ δέ, εἴτε εἰς τοῦτο αὐτὸ πάντα πεπραχὼς εἴτε τὴν συντυχίαν ὡς εὔχρηστον ἀσπασάμενος τὴν φρουρὰν κατέλεγεν, αἰεὶ προστιθεὶς μέχρι ἐς ἑξακισχιλίους, οὐκ ἐκ τῶν γινομένων ὁπλιτῶν, οὓς εὐμαρῶς ἂν ἐν ταῖς χρείαις ᾤετο ἕξειν καὶ ἑτέρωθεν, ἀλλὰ πάντας λοχαγοὺς ὡς ἡγεμονικούς τε καὶ ἐμπειροπολέμους καί οἱ γνωρίμους ἐκ τῆς στρατείας τῆς ὑπὸ Καίσαρι· ταξιάρχους δʼ αὐτοῖς ἐς τὸν πρέποντα κόσμον ἐξ αὐτῶν ἐκείνων ἐπιστήσας ἦγεν ἐν τιμῇ καὶ κοινωνοὺς ἐποιεῖτο τῶν φανερῶν βουλευμάτων. ἡ δὲ βουλὴ τό τε πλῆθος αὐτῶν καὶ τὴν ἐπίλεξιν ἐν ὑπονοίᾳ τιθέμενοι συνεβούλευον τὴν φρουρὰν ὡς ἐπίφθονον ἐς τὸ ἀρκοῦν ἐπαναγαγεῖν. ὁ δὲ ὑπισχνεῖτο ποιήσειν, ὅταν σβέσῃ τοῦ δήμου τὸ ταραχῶδες. ἐψηφισμένον δʼ εἶναι κύρια, ὅσα Καίσαρι πέπρακτό τε καὶ γενέσθαι βεβούλευτο, τὰ ὑπομνήματα τῶν βεβουλευμένων ὁ Ἀντώνιος ἔχων καὶ τὸν γραμματέα τοῦ Καίσαρος Φαβέριον ἐς πάντα οἱ πειθόμενον, διότι καὶ ὁ Καῖσαρ τὰ τοιάδε αἰτήματα ἐς τὸν Ἀντώνιον ἐξιὼν ἀνετίθετο, πολλὰ ἐς πολλῶν χάριν προσετίθει καὶ ἐδωρεῖτο πόλεσι καὶ δυνάσταις καὶ τοῖσδε τοῖς ἑαυτοῦ φρουροῖς· καὶ ἐπεγράφετο μὲν πᾶσι τὰ Καίσαρος ὑπομνήματα, τὴν δὲ χάριν οἱ λαβόντες ᾔδεσαν Ἀντωνίῳ. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐς τὸ βουλευτήριον πολλοὺς κατέλεγε καὶ ἄλλα τῇ βουλῇ διʼ ἀρεσκείας ἔπρασσεν, ἵνα μὴ φθονοῖεν ἔτι τῆς φρουρᾶς.

καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος, οὔτε τινὸς παρὰ τοῦ δήμου σφίσιν ἢ παρὰ τῶν ἐξεστρατευμένων εἰρηναίου φανέντος, οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρʼ ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι, οὔτε τὸ ποικίλον Ἀντωνίου φέροντες ἀφόβως, ἤδη καὶ στρατιὰν ἔχοντος, οὔτε τὴν δημοκρατίαν βεβαιουμένην ἔργοις ὁρῶντες, ἀλλὰ καὶ ἐς τοῦτο ὑφορώμενοι τὸν Ἀντώνιον, Δέκμῳ μάλιστα ἐπεποίθεσαν, ἔχοντι ἐν πλευραῖς τρία τέλη στρατοῦ, καὶ πρὸς Τρεβώνιον ἐς τὴν Ἀσίαν καὶ πρὸς Τίλλιον ἐς Βιθυνίαν κρύφα ἔπεμπον χρήματα ἀγείρειν ἀφανῶς καὶ στρατὸν περιβλέπεσθαι. αὐτοί τε ἠπείγοντο τῶν δεδομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος ἐθνῶν λαβέσθαι. τοῦ χρόνου δὲ οὔπω συγχωροῦντος αὐτοῖς, ἀπρεπὲς ἡγούμενοι, τὴν ἐν ἄστει στρατηγίαν προλιπόντες ἀτελῆ, δόξαν ὕποπτον φιλαρχίας ἐθνῶν ἐνέγκασθαι, ᾑροῦντο ὅμως ὑπὸ ἀνάγκης τὸ ἐν μέσῳ διάστημα διατρῖψαί ποι μᾶλλον ἰδιωτεύοντες ἢ ἐν ἄστει στρατηγεῖν, οὔτε ἀφόβως ἔχοντες οὔτε τὰ εἰκότα ἐφʼ οἷς ὑπὲρ τῆς πατρίδος ἐπεπράχεσαν τιμώμενοι. οὕτω δʼ αὐτοῖς ἔχουσιν ἡ βουλὴ συνειδυῖα τὴν γνώμην ἔδωκε σίτου τῇ πόλει φροντίσαι, ἐξ ὅσης δύναιντο γῆς, μέχρις αὐτοὺς ὁ χρόνος τῶν ἐθνῶν τῆς στρατηγίας καταλάβοι.