Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Καίσαρι δʼ ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται· καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ Ἰβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δʼ αὐτὸ καὶ Ἀλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι “μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς,” δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. ὁ δʼ ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν Ἀσσυρίδα γῆν ἄρδειν,--ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις, ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δʼ ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ ὁ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς, ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί· καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων.

ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθʼ ὅτε μῆνας ἐμβολίμους ʽκατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτὀ ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας. ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.

οὕτω μὲν δὴ Γάιος Καῖσαρ πλείστου Ῥωμαίοις ἄξιος ἐς τὴν ἡγεμονίαν γενόμενος ὑπὸ τῶν ἐχθρῶν ἀνῄρητο καὶ ὑπὸ τοῦ δήμου τέθαπτο· ἁπάντων δὲ αὐτοῦ τῶν σφαγέων δίκην δόντων, ὅπως οἱ περιφανέστατοι μάλιστα ἔδοσαν, ἥδε ἡ βίβλος καὶ ἡ μετὰ τήνδε ἐπιδείξουσιν, ἐπιλαμβάνουσαι καὶ ὅσα ἄλλα Ῥωμαίοις ἐμφύλια ἐς ἀλλήλους ἐγίγνετο ὁμοῦ.

Ἀντώνιον μὲν ἡ βουλὴ διʼ αἰτίας εἶχεν ἐπὶ τοῖς ἐπιταφίοις τοῦ Καίσαρος, ὑφʼ ὧν δὴ μάλιστα ὁ δῆμος ἐρεθισθεὶς ὑπερεῖδε τῆς ἄρτι ἐπεψηφισμένης ἀμνηστίας καὶ ἐπὶ τὰς οἰκίας τῶν σφαγέων σὺν πυρὶ ἔδραμον· ὁ δὲ αὐτὴν χαλεπαίνουσαν ἑνὶ τοιῷδε πολιτεύματι ἐς εὔνοιαν ἑαυτοῦ μετέβαλεν. Ἀμάτιος ἦν ὁ Ψευδομάριος· Μαρίου γὰρ ὑπεκρίνετο υἱωνὸς εἶναι καὶ διὰ Μάριον ὑπερήρεσκε τῷ δήμῳ. γιγνόμενος οὖν κατὰ τήνδε τὴν ὑπόκρισιν συγγενὴς τῷ Καίσαρι, ὑπερήλγει μάλιστα αὐτοῦ τεθνεῶτος καὶ βωμὸν ἐπῳκοδόμει τῇ πυρᾷ καὶ χεῖρα θρασυτέρων ἀνδρῶν εἶχε καὶ φοβερὸς ἦν ἀεὶ τοῖς σφαγεῦσιν· ὧν οἱ μὲν ἄλλοι διεπεφεύγεσαν ἐκ τῆς πόλεως καὶ ὅσοι παρʼ αὐτοῦ Καίσαρος εἰλήφεσαν ἡγεμονίας ἐθνῶν, ἀπεληλύθεσαν ἐπὶ τὰς ἡγεμονίας, Βροῦτος μὲν ὁ Δέκμος ἐς τὴν ὅμορον τῆς Ἰταλίας Κελτικήν, Τρεβώνιος δὲ ἐς τὴν Ἀσίαν τὴν περὶ Ἰωνίαν, Τίλλιος δὲ Κίμβερ ἐς Βιβυνίαν· Κάσσιος δὲ καὶ Βροῦτος ὁ Μᾶρκος, ὧν δὴ καὶ μάλιστα τῇ βουλῇ διέφερεν, ᾕρηντο μὲν καὶ οἵδε ὑπὸ τοῦ Καίσαρος ἐς τὸ μέλλον ἔτος ἡγεμονεύειν, Συρίας μὲν ὁ Κάσσιος καὶ Μακεδονίας ὁ Βροῦτος, ἔτι δὲ ὄντες ἀστικοὶ στρατηγοὶ --- ὑπʼ ἀνάγκης καὶ διατάγμασιν οἷα στρατηγοὶ τοὺς κληρούχους ἐθεράπευον, ὅσοις τε ἄλλοις ἐπενόουν, καὶ τὰ κληρουχήματα συγχωροῦντες αὐτοῖς πιπράσκειν, τοῦ νόμου κωλύοντος ἐντὸς εἴκοσιν ἐτῶν ἀποδίδοσθαι.