Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

αὐτὸς δʼ ἀπὸ διαίτης ὑπεχώρησε μὲν ὡς κάμνων τῷ σώματι, τοὺς φίλους ἔτι ἑστιᾶσθαι κελεύσας, ἐπιθέμενος δʼ ἐσθῆτα ἰδιώτου καὶ ὀχήματος εὐθὺς ἐπιβὰς ἐξήλασεν ἐπὶ τὴν ναῦν ὡς ὅδε ὢν ὁ πρὸς τοῦ Καίσαρος ἀπεσταλμένος· τά τε λοιπὰ διὰ τῶν θεραπόντων προσέτασσεν, ἐγκεκαλυμμένος τε καὶ ἐν νυκτὶ μάλιστα ἀγνοούμενος. χειμερίου δὲ τοῦ πνεύματος ὄντος θαρρεῖν ἐκέλευον οἱ θεράποντες τὸν κυβερνήτην ὡς τῷδε μάλιστα λησόμενοι τοὺς πολεμίους ἐγγὺς ὄντας. τὸν μὲν δὴ ποταμὸν ὁ κυβερνήτης εἰρεσίᾳ βιαζόμενος ἔπλει· ὡς δʼ ἐπὶ τὰς ἐκβολὰς ἀφίκετο καὶ ἡ θάλασσα σὺν κλυδωνίῳ καὶ πνεύματι τὸ ῥεῦμα ἀνέκοπτεν, ὁ μὲν ἐπισπερχόντων αὐτὸν τῶν θεραπόντων ἐβιάζετο καὶ ὡς ἐς οὐδὲν προκόπτων ἀπέκαμνε καὶ ἀπεγίνωσκεν, ὁ δὲ Καῖσαρ ἀποκαλυψάμενος ἐνεβόησεν αὐτῷ· “θαρρῶν ἴθι πρὸς τὸν κλύδωνα· Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην.” ἐκπλαγέντων δὲ τῶν ἐρετῶν καὶ τοῦ κυβερνήτου προθυμία τε πᾶσιν ἐνίπιπτε καὶ ἡ ναῦς ὑπὸ βίας ἐξέπιπτε τοῦ ποταμοῦ. τὸ πνεῦμα δʼ αὐτὴν καὶ τὸ κῦμα μετέωρον ἐς τὰς ὄχθας διερρίπτει, μέχρι πλησιαζούσης ἡμέρας οἱ μὲν ἐδεδοίκεσαν ὡς ἐν φωτὶ κατάδηλοι τοῖς πολεμίοις ἐσόμενοι, ὁ δὲ Καῖσαρ, τῷ δαιμονίῳ χαλεψάμενος ὡς φθονερῷ, ἐφῆκε τὴν ναῦν ἐπανιέναι.

ἡ μὲν δὴ πνεύματι ταχεῖ τὸν ποταμὸν ἀνέπλει, Καίσαρα δʼ οἱ μὲν ἐθαύμαζον τῆς εὐτολμίας, οἱ δʼ ἐπεμέμφοντο ὡς στρατιώτῃ πρέπον ἔργον εἰργασμένον, οὐ στρατηγῷ. ὁ δʼ οὐκέτι λήσεσθαι προσδοκῶν Ποστούμιον ἀνθʼ ἑαυτοῦ προσέταξε διαπλεῦσαί τε καὶ φράσαι Γαβινίῳ τὸν στρατὸν εὐθὺς ἄγειν διὰ θαλάσσης· ἂν δʼ ἀπειθῇ ταῦτα π·ροστάσσειν Ἀντωνίῳ καὶ τρίτῳ μετὰ τὸν Ἀντώνιον Καληνῷ. εἰ δʼ οἱ τρεῖς ἀποκνοῖεν, ἐπιστολὴ πρὸς τὸν στρατὸν αὐτὸν ἐγέγραπτο ἄλλη, τὸν βουλόμενον αὐτῶν ἐπὶ τὰς ναῦς ἕπεσθαι τῷ Ποστουμίῳ καὶ καταίρειν ἀναχθέντας ἐς χωρίον, ἐς ὅ τι ὁ ἄνεμος ἐκφέρῃ, μηδὲν τῶν νεῶν φειδομένους· οὐ γὰρ νεῶν χρῄζειν Καίσαρα, ἀλλὰ ἀνδρῶν.

οὕτω μὲν ἀντὶ λογισμῶν ὁ Καῖσαρ ἐπεποίθει τῇ τύχῃ. τάδε οὖν ὁ Πομπήιος προλαβεῖν ἐπειγόμενος ἐς μάχην διεσκευασμένος ἐπῄει. καὶ δύο αὐτοῦ στρατιωτῶν ἐν μέσῳ τὸν ποταμὸν ἐρευνωμένων, ᾗ μάλιστα εἴη διαβατός, τῶν τις Καίσαρος εἷς ἐπιδραμὼν τοὺς δύο ἀνεῖλε. καὶ ὁ Πομπήιος ἀνεζεύξεν, οὐκ αἴσιον τὸ συμβὰν ἡγούμενος. αἰτίαν δʼ εἶχε παρὰ πᾶσι καιρὸν ἄριστον ἐκλιπεῖν.

Ποστούμιον δὲ διαπλεύσαντος ἐς τὸ Βρεντέσιον, ὁ μὲν Γαβίνιος οὐχ ὑποστὰς τὸ πρόσταγμα ἦγε τοὺς βουλομένους διὰ τῆς Ἰλλυρίδος, οὐδαμοῦ διαναπαύων· καὶ ἀνῃρέθησαν ὑπὸ τῶν Ἰλλυριῶν σχεδὸν ἅπαντες, καὶ ὁ Καίσαρ ἤνεγκεν ὑπʼ ἀσχολίας. ὁ δʼ Ἀντώνιος τοὺς ἑτέρους ἐπὶ τὰς ναῦς ἐπιβήσας Ἀπολλωνίαν μὲν παρέπλευσεν, ἱστίοις μεστοῖς ἐπιπνέοντος ἀνέμου· χαλάσαντος δὲ τοῦ πνεύματος περὶ μεσημβρίαν εἴκοσι τοῦ Πομπηίου νῆες, ἐπʼ ἔρευναν τῆς θαλάσσης ἀναχθεῖσαι, καθορῶσι τοὺς πολεμίους καὶ ἐδίωκον. τοῖς δὲ ὡς ἐν γαλήνῃ δέος ἦν πολύ, μὴ σφᾶς ἀνατρήσειαν ἢ καταδύσειαν αἱ μακραὶ τοῖς ἐμβόλοις· καὶ τὰ εἰκότα παρεσκεύαζοντο, σφενδόναι τε ἠφίεντο ἤδη καὶ βέλη. καὶ ὁ ἄνεμος ἄφνω μείζων ἢ πρότερον ἐπέρραξεν. αἱ μὲν δὴ μεγάλοις αὖθις ἱστίοις ἐξ ἀέλπτου τὸ πνεῦμα ἐδέχοντο καὶ διέπλεον ἀδεῶς· αἱ δʼ ἀπελείποντο, ῥοθίῳ καὶ πνεύματι καὶ θαλάσσῃ κοίλῃ κακοπαθοῦσαι. καὶ μόλις ἐς ἀλίμενα καὶ πετρώδη διερρίφησαν, δύο τινὰς ἐς τέλμα τῶν Καίσαρος κατενεχθείσας ἑλοῦσαι. Ἀντώνιος δὲ ταῖς λοιπαῖς ἐς τὸ καλούμενον Νυμφαῖον κατήχθη.

καὶ τῷ Καίσαρι σύμπας ὁ στρατὸς ἤδη παρῆν, παρῆν δὲ καὶ Πομπηίῳ. καὶ ἀντεστρατοπέδευον ἀλλήλοις ἐπὶ λόφων ἐν φρουρίοις πολλοῖς, πεῖραί τε ἦσαν περὶ ἕκαστον φρούριον πυκναὶ περιταφρευόντων καὶ περιτειχιζόντων ἀλλήλους καὶ γιγνομένων ὁμοῦ καὶ ποιούντων ἐν ἀπόροις. ἐν δὲ ταῖσδε ταῖς πείραις περί τι φρούριον ἡττωμένου τοῦ Καίσαρος στρατοῦ λοχαγός, ᾧ Σκεῦας ὄνομα ἦν, πολλὰ καὶ λαμπρὰ δρῶν ἐς τὸν ὀφθαλμὸν ἐτρώθη βέλει καὶ προπηδήσας κατέσεισεν ὡς εἰπεῖν τι βουλόμενος. σιωπῆς δʼ αὐτῷ γενομένης, Πομπηίου λοχαγὸν ἐπὶ ἀνδρίᾳ γνώριμον ἐκάλει· “σῷζε τὸν ὅμοιον σεαυτῷ, σῷζε τὸν φίλον καὶ πέμπε μοι τοὺς χειραγωγήσοντας, ἐπεὶ τέτρωμαι.” προσδραμόντων δʼ ὡς αὐτομολοῦντι δύο ἀνδρῶν, τὸν μὲν ἔφθασε κτείνας, τοῦ δὲ τὸν ὦμον ἀπέκοψε. καὶ ὁ μὲν τάδε ἔπρασσεν ἀπογιγνώσκων ἑαυτοῦ καὶ τοῦ φρουρίου. τοῖς δʼ ἄλλοις αἰδὼς ἐπὶ τῷ συμβεβηκότι καὶ ὁρμὴ προσέπιπτε, καὶ τὸ φρούριον περιεσώθη, πολλὰ καὶ τοῦ φρουράρχου Μινουκίου παθόντος, ᾧ γέ φασι τὴν μὲν ἀσπίδα ἑκατὸν καὶ εἴκοσιν ἀναδέξασθαι βέλη, τὸ δὲ σῶμα ἓξ τραύματα καὶ τὸν ὀφθαλμὸν ὁμοίως ἐκκοπῆναι. τούτους μὲν δὴ Καῖσαρ ἀριστείοις πολλοῖς ἐτίμησεν, αὐτὸς δʼ, ἐκ Δυρραχίου τινὸς αὐτῷ πρασσομένης προδοσίας, ἧκε μέν, ὡς συνέκειτο, νυκτὸς σὺν ὀλίγοις ἐπὶ πύλας καὶ ἱερὸν Ἀρτέμιδος ---

τοῦ δʼ αὐτοῦ χειμῶνος ἄλλην στρατιὰν ἐκ Συρίας ἦγε Πομπηίῳ Σκιπίων ὁ κηδεστής· καὶ αὐτῷ Γάιος Καλουίσιος περὶ Μακεδονίαν συμβαλὼν ἡττᾶτο, καὶ τέλος ἓν αὐτοῦ κατεκόπη χωρὶς ὀκτακοσίων ἀνδρῶν.

Καίσαρι μὲν δὴ οὐδὲν ἦν ἐκ θαλάσσης διὰ Πομπήιον ναυκρατοῦντα· ἐλίμαινεν οὖν ὁ στρατὸς αὐτῷ καὶ τὴν πόαν ἠρτοποίουν, αὐτόμολοί τἐ Πομπηίῳ τοιούσδε ἄρτους προσήνεγκαν ὡς εὐφρανοῦντες ἰδόντα. ὁ δὲ οὐχ ἥσθη, ἀλλʼ εἶπεν, “οἵοις θηρίοις μαχόμεθα.” ὁ μὲν δὴ Καῖσαρ ὑπʼ ἀνάγκης τὸν στρατὸν ἅπαντα συνῆγεν ὡς καὶ ἄκοντα Πομπήιον βιασόμενος ἐς μάχην· ὁ δὲ αὐτοῦ τὰ πολλὰ τῶν φρουρίων ἐκ τοῦδε κεκενωμένα προσλαβὼν ἡσύχαζε. καὶ τῷδε μάλιστα ἀνιαθεὶς ὁ Καίσαρ ἐπετόλμησεν ἔργῳ δυο χερεῖ τε καὶ παραλόγῳ, πάντα Πομπήιου τὰ στρατόπεδα ἑνὶ τείχει περιλαβὼν ἐκ θαλάσσης ἐς θάλασσαν ἀποτειχίσαι, ὡς μεγάλην, εἰ καὶ διαμάρτοι, δόξαν οἰσόμενος ἐπὶ τῷ τολμήματι· στάδιοι γὰρ ἦσαν διακόσιοι καὶ χίλιοι. καὶ ὁ μὲν ἐνεχείρει τοσῷδε ἔργῳ, Πομπήιος δʼ αὐτὸν ἀνταπετάφρευε καὶ ἀντῳκοδόμει· καὶ μάταια τὰ ἔργα ἀλλήλοις ἐποίουν. γίγνεται δʼ αὐτοῖς ἀγὼν εἷς μέγας ἐν ᾧ Πομπήιος τρέπεταί τε τοὺς Καίσαρος πάνυ λαμπρῶς καὶ ἐς τὸ στρατόπεδον ἐδίωκε φεύγοντας σημεῖά τε πολλὰ εἷλεν αὐτῶν, καὶ τὸν αἰετόν, ὃ δὴ κυριώτατόν ἐστι Ῥωμαίοις, μόλις ἔφθασεν ὁ φέρων ὑπὲρ τὸ χαράκωμα τοῖς ἔνδον ῥῖψαι.

γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς ὁ Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ. Καίσαρος δʼ αὐτοὺς περιθέοντός τε καὶ σὺν ὀνείδει μακρὰν ἔτι τὸν Πομπήιον ὄντα ἐπεδεικνύοντος, καὶ ἐφορῶντος τὰ σημεῖα ἀπερρίπτουν καὶ ἔφευγον, οἱ δὲ μόλις ὑπʼ αἰδοῦς κατέκυπτον ἐς τὴν γῆν ἄπρακτοι· τοσοῦτος αὐτοῖς τάραχος ἐνεπεπτώκει. εἷς δὲ καὶ στρέψας τὸ σημεῖον ἀνέτεινε τὸν οὐρίαχον ἐς τὸν αὐτοκράτορα. καὶ τόνδε μὲν οἱ Καίσαρος ὑπασπισταὶ κατέκοπτον, οἱ δʼ ἐσελθόντες οὐδʼ ἐπὶ τὰς φυλακὰς ἀπήντων, ἀλλὰ μεθειμένα πάντα ἦν καὶ τὸ χαράκωμα ἀφύλακτον, ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε ὁ Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ Λαβιηνὸς αὐτόν, θεοῦ παράγοντος, ἐπὶ τοὺς φεύγοντας ἔπειθε τραπῆναι· καὶ αὐτὸς ἅμα ὤκνησεν, ἢ τὴν ἀφυλαξίαν τοῦ χαρακώματος ὡς ἐνέδραν ὑφορώμενος ἢ ὡς ἤδη κεκριμένου τοῦ πολέμου καταφρονήσας. ἐπὶ δὲ τοὺς ἔξω τραπεὶς ἑτέρους τε ἔκτεινε πολλοὺς καὶ σημεῖα τῆς ἡμέρας ἐκείνης ἔλαβεν ἐν ταῖς δύο μάχαις ὀκτὼ καὶ εἴκοσιν καὶ δεύτερον τόνδε καιρὸν ἐντελοῦς ἔργου μεθῆκεν. ὃ καὶ τὸν Καίσαρά φασιν εἰπεῖν, ὅτι σήμερον ἂν ὁ πόλεμος ἐξείργαστο τοῖς πολεμίοις, εἰ τὸν νικᾶν ἐπιστάμενον εἶχον.