Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐγὼ δʼ οὐκ ἐξέλιπον οὐδʼ ἂν ἐκλίποιμι τὸν μεθʼ ὑμῶν καὶ ὑπὲρ ὑμῶν ἀγῶνα, ἀλλὰ καὶ στρατιώτην ἐμαυτὸν ὑμῖν καὶ στρατηγὸν ἐπιδίδωμι καί, εἴ τις ἔστι μοι πολέμων ἐμπειρία καὶ τύχη ἀηττήτῳ μέχρι νῦν γενομένῳ, καὶ τάδε μοι πάντα τοὺς θεοὺς ἐς τὰ παρόντα συνενεγκεῖν εὔχομαι καὶ γενέσθαι τῇ πατρίδι κινδυνευούσῃ καθὰ καὶ περικτωμένῃ τὴν ἡγεμονίαν αἴσιος. θαρρεῖν δὲ χρὴ τοῖς τε θεοῖς καὶ αὐτῷ τῷ λογισμῷ τοῦ πολέμου, καλὴν καὶ δικαίαν ἔχοντι φιλοτιμίαν ὑπὲρ πατρίου πολιτείας, ἐπὶ δὲ τούτῳ, τῷ πλήθει τῆς παρασκευῆς τῷ τε νῦν ὄντι ἡμῖν κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῷ γιγνομένῳ τε ἀεὶ καὶ προσεσομένῳ μᾶλλον, ἐπειδὰν τῶν ἔργων ἁψώμεθα. ὅσα γὰρ εἰπεῖν ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἔθνη, πάντα, ἑλληνικά τε καὶ βάρβαρα, ἡμῖν σύνεστι· καὶ βασιλέες, ὅσοι Ῥωμαίοις ἢ ἐμοὶ φίλοι, στρατιὰν καὶ βέλη καὶ ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν χορηγοῦσιν. ἴτε οὖν ἐπὶ τὸ ἔργον ἀξίως τῆς τε πατρίδος καὶ ὑμῶν αὐτῶν καὶ ἐμοῦ, καὶ τῆς Καίσαρος ὕβρεως μνημονεύοντες καὶ ὀξέως ἐς τὰ παραγγελλόμενα χωροῦντες.”

ὁ μὲν ὧδε εἶπεν, ὁ δὲ στρατὸς ἅπας καὶ ὅσοι ἦσαν ἀμφʼ αὐτὸν ἀπὸ τῆς βουλῆς, πολὺ καὶ γνωριμώτατον πλῆθος, εὐφήμουν ὁμοῦ καὶ ἐκέλευον ἄγειν, ἐφʼ ὅ τι χρῄζοι. ὁ δέ ʽἡγεῖτο γάρ, δυσχεροῦς ἔτι τῆς ὥρας οὔσης καὶ τῆς θαλάσσης ἀλιμένου, μετὰ χειμῶνα ἐπιπλευσεῖσθαι τὸν Καίσαρα ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαἰ τοῖς μὲν ναυάρχοις προσέταττεν ἐπιτηρεῖν τὴν θάλασσαν, τὸν δὲ στρατὸν ἐς χειμασίαν ἐπιδιῄρει καὶ περιέπεμπεν ἔς τε Θεσσαλίαν καὶ Μακεδονίαν.

καὶ Πομπήιος μὲν οὕτω τοῦ μέλλοντος ἀμελῶς ἐτεκμαίρετο, ὁ δὲ Καῖσαρ, ὥς μοι προείρητο, περὶ χειμερίους τροπὰς ἐς τὸ Βρεντέσιον ἠπείγετο, νομίζων τῷ ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν·

“οὔτε τῆς ὥρας τὸ χειμέριον, ὦ ἄνδρες, οἳ περὶ τῶν μεγίστων ἐμοὶ συναίρεσθε, οὔθʼ ἡ τῶν ἄλλων βραδυτὴς ἢ ἔνδεια τῆς πρεπούσης παρασκευῆς ἐφέξει με τῆς ὁρμῆς· ἀντὶ γὰρ πάντων ἡγοῦμαί μοι συνοίσειν τὴν ταχυεργίαν. καὶ πρώτους ἡμᾶς, οἳ πρῶτοι συνεδράμομεν ἀλλήλοις, ἀξιῶ θεράποντας μὲν ἐνταῦθα καὶ ὑποζύγια καὶ παρασκευὴν καὶ πάνθʼ ὑπολιπέσθαι, ἵνα ἡμᾶς αἱ παροῦσαι νῆες ὑποδέξωνται, μόνους δʼ εὐθὺς ἐμβάντας περᾶν, ἵνα τοὺς ἐχθροὺς διαλάθοιμεν, τῷ μὲν χειμῶνι τύχην ἀγαθὴν ἀντιθέντες, τῇ δʼ ὀλιγότητι τόλμαν, τῇ δʼ ἀπορίᾳ τὴν τῶν ἐχθρῶν εὐπορίαν, ἧς ἔστιν ἡμῖν εὐθὺς ἐπιβαίνουσιν ἐπὶ τὴν γῆν κρατεῖν, ἢν εἰδῶμεν, ὅτι μὴ κρατήσασιν οὐδέν ἐστιν ἴδιον. ἴωμεν οὖν ἐπὶ θεράποντάς τε καὶ σκεύη καὶ ἀγορὰν τὴν ἐκείνων, ἕως χειμάζουσιν ἐν ὑποστέγοις. ἴωμεν, ἕως Πομπήιος ἡγεῖται κἀμὲ χειμάζειν ἢ περὶ πομπὰς καὶ θυσίας ὑπατικὰς εἶναι. εἰδόσι δʼ ὑμῖν ἐκφέρω δυνατώτατον ἐν πολέμοις ἔργον εἶναι τὸ ἀδόκητον· φιλότιμον δὲ καὶ πρώτιστον δόξαν ἀπενέγκασθαι τῶν ἐσομένων καὶ τοῖς αὐτίκα διωξομένοις ἡμᾶς ἀσφαλῆ τὰ ἐκεῖ προετοιμάσαι. ἐγὼ μὲν δὴ καὶ τόνδε τὸν καιρὸν πλεῖν ἂν ἢ λέγειν μᾶλλον ἐβουλόμην, ἵνα με Πομπήιος ἴδῃ, νομίζων ἔτι τὴν ἀρχὴν ἐν Ῥώμῃ διατίθεσθαι· τὸ δὲ ὑμέτερον εὐπειθὲς εἰδὼς ὅμως ἀναμένω τὴν ἀπόκρισιν.”

ἀναβοήσαντος δὲ σὺν ὁρμῇ τοῦ στρατοῦ παντὸς ἄγειν σφᾶς, εὐθὺς ἐπὶ τὴν θάλασσαν ἦγεν ἀπὸ τοῦ βήματος, πέντε πεζῶν τέλη καὶ ἱππέας λογάδας ἑξακοσίους. καὶ ἐπʼ ἀγκυρῶν ἀπεσάλευε κλυδωνίου διαταράσσοντος. χειμέριοι δʼ ἦσαν τροπαί, καὶ τὸ πνεῦμα ἄκοντα καὶ ἀσχάλλοντα κατεκώλυε, μέχρι καὶ τὴν πρώτην τοῦ ἔτους ἡμέραν ἐν Βρεντεσίῳ διατρῖψαι. καὶ δύο τελῶν ἄλλων ἐπελθόντων, ὁ δὲ καὶ τάδε προσλαβὼν ἀνήγετο χειμῶνος ἐπὶ ὁλκάδων· αἳ γὰρ ἦσαν αὐτῷ νῆες ὀλίγαι μακραί, Σαρδὼ καὶ Σικελίαν ἐφρούρουν. ὑπὸ δὲ χειμώνων ἐς τὰ Κεραύνια ὅρη περιαχθεὶς τὰ μὲν πλοῖα εὐθὺς ἐς Βρεντέσιον ἐπὶ τὴν ἄλλην στρατιὰν περιέπεμπεν, αὐτὸς δʼ ᾔει νυκτὸς ἐπὶ πόλιν Ὤρικον διὰ τραχείας ἀτραποῦ καὶ στενῆς, ἐς μέρη πολλὰ διασπώμενος ὑπὸ τῆς δυσχωρίας, ὡς εὐεπιχείρητος ἄν, εἴ τις ᾔσθετο, γενέσθαι. περὶ δὲ τὴν ἕω μόλις αὐτῷ συνῄει τὸ πλῆθος, καὶ ὁ φρούραρχος ὁ τῆς Ὠρίκου, τῶν ἔνδον αὐτῷ προειπόντων οὐ κωλύσειν ἐπιόντα Ῥωμαίων ὕπατον, τάς τε κλεῖς παρέδωκε τῷ Καίσαρι καὶ παρʼ αὐτῷ κατέμεινε τιμῆς ἀξιούμενος. Λουκρήτιος δὲ καὶ Μινούκιος ἐπὶ θάτερα τῆς Ὠρίκου ναυσὶν ὀκτωκαίδεκα μακραῖς Πομπηίῳ σῖτον ἐν πλοίοις φυλάσσοντες τά τε πλοῖα κατέδυσαν, ἵνα μὴ ὁ Καῖσαρ αὐτὰ λάβοι, καὶ ἐς Δυρράχιον διέφυγον. ἀπὸ δὲ τῆς Ὠρίκου Καῖσαρ ἐς Ἀπολλωνίαν ἠπείγετο· καὶ τῶν Ἀπολλωνιατῶν αὐτὸν δεχομένων, Σταβέριος ὁ φρούραρχος ἐξέλιπε τὴν πόλιν.

καὶ ὁ Καῖσαρ ἁλίσας τον ἑαυτοῦ στρατὸν ἀνέμνησεν, ὅτι διὰ τὴν ταχυεργίαν τοῦ τε χειμῶνος σὺν τῇ τύχῃ περιγένοιντο καὶ θαλάσσης τοσῆσδε χωρὶς νεῶν κρατήσειαν Ὤρικόν τε καὶ Ἀπολλωνίαν ἀμαχεὶ λάβοιεν καὶ τὰ τῶν πολεμίων ἔχοιεν, καθάπερ εἶπεν, ἀγνοοῦντος ἔτι Πομπηίου. “εἰ δὲ καὶ Δυρράχιον,” ἔφη, “τὸ ταμιεῖον τῆς Πομπηίου παρασκευῆς προλάβοιμεν, ἔσται πάντα ἡμῖν, ἃ ἐκείνοις διʼ ὅλου θέρους πεπονημένοις.” τοσαῦτα εἰπὼν ἦγε συντόμως ἐπὶ τὸ Δυρράχιον αὐτοὺς ὁδὸν μακράν, οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαύων. Πομπήιος δὲ προμαθὼν ἀντιπαρώδευεν ἐκ Μακεδονίας, σὺν ἐπείξει καὶ ὅδε πολλῇ, κόπτων τε τὴν ὕλην, ἣν παρώδευεν, ἵνα Καίσαρι δύσβατος εἴη, καὶ ποταμῶν γεφύρας διαιρῶν καὶ ἀγορὰν τὴν ἐν μέσῳ πᾶσαν ἐμπιπράς, ἐν μεγίστῳ, καθάπερ ἦν, καὶ ὅδε τιθέμενος τὴν ἑαυτοῦ παρασκευὴν διαφυλάξαι. κονιορτὸν δʼ ἢ πῦρ ἢ καπνὸν εἴ ποτε μακρόθεν ἴδοιεν αὐτῶν ἑκάτεροι, νομίζοντες εἶναι τὰ ἀλλήλων ἐφιλονίκουν ὡς ἐν ἀγῶνι δρόμου. καὶ οὔτε τροφῇ καιρὸν ἐδίδοσαν οὔτε ὕπνῳ· ἔπειξις δʼ ἦν καὶ σπουδὴ καὶ βοαὶ τῶν ἀγόντων αὐτοὺς ὑπὸ λαμπτῆρσι, καὶ θόρυβος ἐκ τοῦδε πολὺς καὶ φόβος, ὡς τῶν πολεμίων αἰεὶ πλησιαζόντων. ὑπὸ δὲ καμάτου τινὲς ἀπερρίπτουν, ἃ ἔφερον, ἢ ἐν φάραγξι διαλαθόντες ὑπελείποντο, τὴν αὐτίκα ἀνάπαυσιν τοῦ παρὰ τῶν ἐχθρῶν φόβου διαλλασσόμενοι.

τοιαῦτα δὲ ἑκατέρων κακοπαθούντων προύλαβεν ὅμως ὁ Πομπήιος τὸ Δυρράχιον καὶ παρʼ αὐτὸ ἐστρατοπέδευσεν. ναῦς τε ἐπιπέμψας Ὤρικον αὖθις εἷλε καὶ τὴν θάλασσαν ἀκριβεστέραις φρουραῖς ἐφύλασσεν. ὁ δὲ Καῖσαρ τοῦ Πομπηίου τὸν Ἄλωρα ποταμὸν ἐν μέσῳ θέμενος ἐστρατοπέδευσε. καὶ τὸν ποταμὸν διαβαίνοντες ἱππομάχουν ἀλλήλοις ἀνὰ μέρη, ἀθρόοις δὲ τοῖς στρατοῖς οὐ συνεπλέκοντο, Πομπήιος μὲν ἔτι γυμνάζων τοὺς νεοστρατεύτους, ὁ δὲ Καῖσαρ τοὺς ἐκ Βρεντεσίου περιμένων. νομίσας δʼ ἔαρος μὲν αὐτοὺς ἐπὶ ὁλκάδων διαπλέοντας οὐ λήσειν τὰς τοῦ Πομπηίου τριήρεις θαμινὰ ἐς φυλακὴν ἀναπλεούσας, χειμῶνος δʼ εἰ παραβάλλοιντο, ναυλοχούντων ἐς νήσους τῶν πολεμίων, λαθεῖν ἂν αὐτοὺς ἴσως ἢ καὶ βιάσασθαι μεγέθει τε νεῶν καὶ πνεύματι, μετεπέμπετο κατὰ σπουδήν. οὐκ ἀναγομένων δʼ ἐκείνων αὐτὸς ἔκρινεν ἐπὶ τὴν στρατιὰν διαπλεῦσαι λαθών, ὡς οὔ τινος αὐτὴν ἄλλου ῥᾳδίως ἐπαξομένου. καὶ τὸ βούλευμα ἐπικρύψας ἔπεμπε τρεῖς θεράποντας ἐπὶ τὸν ποταμὸν ἀπὸ δυώδεκα σταδίων ὄντα, οἳ κελήτιον ὀξὺ καὶ κυβερνήτην τὸν ἄριστον ὡς δή τινι πεμπομένῳ πρὸς Καίσαρος ἔμελλον ἑτοιμάσειν.