Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δʼ ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· “σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δʼ ἀνήνεγκέ μοι.” καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δʼ ἐπιμειδιάσας ἔφη· “πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας;” καὶ ὁ Κάσκας ἀνήνεγκεν. αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων.

φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν. καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. ὁ δʼ ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὗρεν ἄρτι ἀναιρούμενον. ὑπὸ δʼ ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος. ἄρτι δʼ ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως· προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δʼ ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. ἔθος δʼ ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴν τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. καὶ οὐδενὸς οὐδʼ ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας· χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι.

οἱ δʼ Ἀντώνιον μὲν πρὸ θυρῶν ἀποδιατρίβειν ἐν ὁμιλίᾳ Τρεβώνιον ἐξ ἑαυτῶν ὑπελίποντο, Καίσαρα δʼ ἐπὶ τοῦ θρόνου προκαθίσαντα περιέστησαν οἷα φίλοι σὺν λεληθόσι ξιφιδίοις. καὶ αὐτῶν Τίλλιος μὲν Κίμβερ, ἐντυχὼν ἐς πρόσωπον, ἀδελφῷ φυγάδι κάθοδον ᾔτει· ἀνατιθεμένου δὲ καὶ ἀντιλέγοντος ὅλως τοῦ Καίσαρος, ὁ μὲν Κίμβερ αὐτοῦ τῆς πορφύρας ὡς ἔτι δεόμενος ἐλάβετο καὶ τὸ εἷμα περισπάσας ἐπὶ τὸν τράχηλον εἷλκε, βοῶν· “τί βραδύνετε ὦ φίλοι;” Κάσκας δʼ ἐφεστὼς ὑπὲρ κεφαλῆς ἐπὶ τὴν σφαγὴν τὸ ξίφος ἤρεισε πρῶτος, παρολισθὼν δὲ ἐνέτεμε τὸ στῆθος. καὶ ὁ Καῖσαρ τό τε ἱμάτιον ἀπὸ τοῦ Κίμβερος ἐπισπάσας καὶ τῆς χειρὸς τοῦ Κάσκα λαβόμενος καὶ καταδραμὼν ἀπὸ τοῦ θρόνου καὶ ἐπιστραφεὶς τὸν Κάσκαν εἵλκυσε σὺν βίᾳ πολλῇ. οὕτω δʼ ἔχοντος αὐτοῦ τὸ πλευρὸν ἕτερος, ὡς ἐπὶ συστροφῇ τεταμένον, διελαύνει ξιφιδίῳ· καὶ Κάσσιος ἐς τὸ πρόσωπον ἔπληξε καὶ Βροῦτος ἐς τὸν μηρὸν ἐπάταξε καὶ Βουκολιανὸς ἐς τὸ μετάφρενον, ὥστε τὸν Καίσαρα ἐπὶ μέν τι σὺν ὀργῇ καὶ βοῇ καθάπερ θηρίον ἐς ἕκαστον αὐτῶν ἐπιστρέφεσθαι, μετὰ δὲ τὴν Βρούτου πληγήν, --- εἴτε ἀπογινώσκοντα ἤδη, τὸ ἱμάτιον περικαλύψασθαι καὶ πεσεῖν εὐσχημόνως παρὰ ἀνδριάντι Πομπηίου· οἱ δὲ καὶ ὣς ἐνύβριζον αὐτῷ πεσόντι, μέχρι τριῶν ἐπὶ εἴκοσι πληγῶν· πολλοί τε διωθιζόμενοι μετὰ τῶν ξιφῶν ἀλλήλους ἔπληξαν.

Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλʼ οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπʼ Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην.

οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν. καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.

οὕτω δʼ ἔχοντες τὸ Καπιτώλιον σὺν τοῖς μονομάχοις ἀνέθορον. καὶ αὐτοῖς βουλευομένοις ἔδοξεν ἐπὶ τὰ πλήθη μισθώματα περιπέμπειν· ἤλπιζον γάρ, ἀρξαμένων τινῶν ἐπαινεῖν τὰ γεγενημένα, καὶ τοὺς ἄλλους συνεπιλήψεσθαι λογισμῷ τε τῆς ἐλευθερίας καὶ πόθῳ τῆς πολιτείας. ἔτι γὰρ ᾤοντο τὸν δῆμον εἶναι Ῥωμαῖον ἀκριβῶς, οἷον ἐπὶ τοῦ πάλαι Βρούτου τὴν τότε βασιλείαν καθαιροῦντος ἐπυνθάνοντο γενέσθαι· καὶ οὐ συνίεσαν δύο τάδε ἀλλήλοις ἐναντία προσδοκῶντες, φιλελευθέρους ὁμοῦ καὶ μισθωτοὺς σφίσιν ἔσεσθαι χρησίμως τοὺς παρόντας. ὧν θάτερον εὐχερέστερον ἦν, διεφθαρμένης ἐκ πολλοῦ τῆς πολιτείας. παμμιγές τε γάρ ἐστιν ἤδη τὸ πλῆθος ὑπὸ ξενίας, καὶ ὁ ἐξελεύθερος αὐτοῖς ἰσοπολίτης ἐστὶ καὶ ὁ δουλεύων ἔτι τὸ σχῆμα τοῖς δεσπόταις ὅμοιος· χωρὶς γὰρ τῆς βουλευτικῆς ἡ ἄλλη στολὴ τοῖς θεράπουσίν ἐστιν ἐπίκοινος. τό τε σιτηρέσιον τοῖς πένησι χορηγούμενον ἐν μόνῃ Ῥώμῃ τὸν ἀργὸν καὶ πτωχεύοντα καὶ ταχυεργὸν τῆς Ἰταλίας λεὼν ἐς τὴν Ῥώμην ἐπάγεται. τό τε πλῆθος τῶν ἀποστρατευομένων, οὐ διαλυόμενον ἐς τὰς πατρίδας ἔτι ὡς πάλαι καθʼ ἕνα ἄνδρα δέει τοῦ μὴ δικαίους πολέμους ἐνίους πεπολεμηκέναι, κοινῇ δὲ ἐς κληρουχίας ἀδίκους ἀλλοτρίας τε γῆς καὶ ἀλλοτρίων οἰκιῶν ἐξιόν, ἄθρουν τότε ἐστάθμευεν ἐν τοῖς ἱεροῖς καὶ τεμένεσιν ὑφʼ ἑνὶ σημείῳ καὶ ὑφʼ ἑνὶ ἄρχοντι τῆς ἀποικίας, τὰ μὲν ὄντα σφίσιν ὡς ἐπὶ ἔξοδον ἤδη διαπεπρακότες, εὔωνοι δʼ ἐς ὅ τι μισθοῖντο.

ὅθεν οὐ δυσχερῶς ἐκ τοσῶνδε καὶ τοιῶνδε ἀνδρῶν πλῆθός τι τοῖς ἀμφὶ τὸν Κάσσιον ἐς τὴν ἀγορὰν εὐθὺς ἀγήγερτο· οἳ καίπερ ὄντες ἔμμισθοι τὰ μὲν γενόμενα ἐπαινεῖν οὐκ ἐθάρρουν, δεδιότες τὴν Καίσαρος δόξαν καὶ τὸ πρὸς τῶν ἑτέρων ἐσόμενον, ὡς δʼ ἐπὶ συμφέροντι κοινῷ τὴν εἰρήνην ἐπεβόων καὶ θαμινὰ τοὺς ἄρχοντας ὑπὲρ αὐτῆς παρεκάλουν, τέχνασμα τοῦτο ἐς τὴν τῶν ἀνδροφόνων σωτηρίαν ἐπινοοῦντες· οὐ γὰρ ἔσεσθαι τὴν εἰρήνην μὴ γενομένης αὐτοῖς ἀμνηστίας. ὧδε δὲ αὐτοῖς ἔχουσι πρῶτος ἐπιφαίνεται Κίννας στρατηγός, οἰκεῖος ὢν ἐξ ἐπιγαμίας τῷ Καίσαρι, καὶ παρὰ δόξαν ἐπελθὼν ἐς μέσους τήν τε ἐσθῆτα τὴν στρατηγικὴν ἀπεδύσατο, ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν, καὶ τὸν Καίσαρα τύραννον ἐκάλει καὶ τοὺς ἀνελόντας τυραννοκτόνους, καὶ τὸ πεπραγμένον ἐσέμνυνεν ὡς ὁμοιότατον μάλιστα τῷ προγονικῷ καὶ τοὺς ἄνδρας ὡς εὐεργέτας καλεῖν ἐκέλευεν ἐκ τοῦ Καπιτωλίου καὶ γεραίρειν. καὶ Κίννας μὲν οὕτως ἔλεξεν, οἱ δὲ τὸ καθαρὸν τοῦ πλήθους οὐχ ὁρῶντες ἐπιμιγνύμενον αὑτοῖς οὐκ ἐκάλουν τοὺς ἄνδρας οὐδέ τι πλέον ἢ περὶ τῆς εἰρήνης μόνης αὖθις παρεκάλουν.