Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἀλλὰ τοῦδε μὲν ἐσφάλησαν, εἰκόνα δʼ αὐτοῦ τις τῶν ὑπερεθιζόντων τὸ λογοποίημα τῆς βασιλείας ἐστεφάνωσε δάφναις, ἀναπεπλεγμένης ταινίας λευκῆς· καὶ αὐτὸν οἱ δήμαρχοι Μάρυλλός τε καὶ Καισήτιος ἀνευρόντες ἐς τὴν φυλακὴν ἐσέβαλον, ὑποκρινάμενοί τι καὶ τῷ Καίσαρι χαρίζεσθαι, προαπειλήσαντι τοῖς περὶ βασιλείας λέγουσιν. ὁ δὲ τοῦτο μὲν ἤνεγκεν εὐσταθῶς, ἑτέρων δʼ αὐτὸν ἀμφὶ τὰς πύλας ἰόντα ποθὲν βασιλέα προσειπόντων καὶ τοῦ δήμου στενάξαντος, εὐμηχάνως εἶπε τοῖς ἀσπασαμένοις· “οὐκ εἰμὶ Βασιλεύς, ἀλλὰ Καῖσαρ,” ὡς δὴ περὶ τὸ ὄνομα ἐσφαλμένοις. οἱ δʼ ἀμφὶ τὸν Μάρυλλον καὶ τῶνδε τῶν ἀνδρῶν τὸν ἀρξάμενον ἐξεῦρον καὶ τοῖς ὑπηρέταις ἐκέλευον ἄγειν ἐς δίκην ἐπὶ τὸ ἀρχεῖον αὑτῶν. καὶ ὁ Καῖσαρ οὐκέτι ἐνεγκὼν κατηγόρησεν ἐπὶ τῆς βουλῆς τῶν περὶ τὸν Μάρυλλον ὡς ἐπιβουλευόντων οἱ μετὰ τέχνης ἐς τυραννίδος διαβολήν, καὶ ἐπήνεγκεν ἀξίους μὲν αὐτοὺς εἶναι θανάτου, μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν τῆς τε ἀρχῆς καὶ τοῦ βουλευτηρίου. ὃ δὴ καὶ μάλιστα αὐτὸν διέβαλεν ὡς ἐπιθυμοῦντα τῆς ἐπικλήσεως καὶ τὰς ἐς τοῦτο πείρας καθιέντα καὶ τυραννικὸν ὅλως γεγονότα· ἥ τε γὰρ πρόφασις τῆς κολάσεως περὶ τῆς βασιλικῆς ἐπωνυμίας ἦν, ἥ τε τῶν δημάρχων ἀρχὴ ἱερὰ καὶ ἄσυλος ἦν ἐκ νόμου καὶ ὅρκου παλαιοῦ· τήν τε ὀργὴν ὀξεῖαν ἐποίει τὸ μηδʼ ἀναμεῖναι τῆς ἀρχῆς τὸ ὑπόλοιπον.

ὧν καὶ αὐτὸς αἰσθανόμενος καὶ μετανοῶν καὶ τόδε πρῶτον ἡγούμενος ἄνευ πολεμικῆς ἀρχῆς ἐν εἰρήνῃ βαρὺ καὶ δυσχερὲς διαπεπρᾶχθαι, λέγεται τοῖς φίλοις αὑτὸν ἐντείλασθαι φυλάσσειν ὡς δεδωκότα τοῖς ἐχθροῖς λαβὴν ζητοῦσι καθʼ αὑτοῦ. πυθομένων δʼ ἐκείνων, εἰ συγχωρεῖ πάλιν αὐτὸν σωματοφυλακεῖν τὰς Ἰβηρικὰς σπείρας, “οὐδὲν ἀτυχέστερον,” ἔφη, “διηνεκοῦς φυλακῆς· ἔστι γὰρ αἰεὶ δεδιότος.” οὐ μὴν αἵ γε περὶ τῆς βασιλείας πεῖραι κατεπαύοντο οὐδʼ ὥς, ἀλλὰ θεώμενον αὐτὸν ἐν ἀγορᾷ τὰ Λουπερκάλια ἐπὶ θρόνου χρυσέου, πρὸ τῶν ἐμβόλων, Ἀντώνιος ὑπατεύων σὺν αὐτῷ Καίσαρι καὶ διαθέων τότε γυμνὸς ἀληλιμμένος, ὥσπερ εἰώθασιν οἱ τῆσδε τῆς ἑορτῆς ἱερέες, ἐπὶ τὰ ἔμβολα ἀναδραμὼν ἐστεφάνωσε διαδήματι. κρότου δὲ πρὸς τὴν ὄψιν παρʼ ὀλίγων γενομένου καὶ στόνου παρὰ τῶν πλειόνων, ὁ Καῖσαρ ἀπέρριψε τὸ διάδημα. καὶ ὁ Ἀντώνιος αὖθις ἐπέθηκε, καὶ ὁ Καῖσαρ αὖθις ἀπερρίπτει. καὶ ὁ δῆμος διεριζόντων μὲν ἔτι ἡσύχαζε, μετέωρος ὤν, ὅπῃ τελευτήσειε τὸ γιγνόμενον, ἐπικρατήσαντος δὲ τοῦ Καίσαρος ἀνεβόησαν ἥδιστον καὶ αὐτὸν ἅμα εὐφήμουν οὐ προσέμενον.

ὁ δέ, εἴτε ἀπογνούς, εἴτε κάμνων καὶ ἐκκλίνων ἤδη τήνδε τὴν πεῖραν ἢ διαβολήν, εἴτε τισὶν ἐχθροῖς τῆς πόλεως ἀφιστάμενος, εἴτε νόσημα τοῦ σώματος θεραπεύων, ἐπιληψίαν καὶ σπασμὸν αἰφνίδιον ἐμπίπτοντα αὐτῷ μάλιστα παρὰ τὰς ἀργίας, ἐπενόει στρατείαν μακρὰν ἔς τε Γέτας καὶ Παρθυαίους, Γέταις μὲν αὐστηρῷ καὶ φιλοπολέμῳ καὶ γείτονι ἔθνει προεπιβουλεύων, Παρθυαίους δὲ τινύμενος τῆς ἐς Κράσσον παρασπονδήσεως. στρατιὰν δὴ προύπεμπεν ἤδη τὸν Ἰόνιον περᾶν, ἑκκαίδεκα τέλη πεζῶν καὶ ἱππέας μυρίους. καὶ λόγος ἄλλος ἐφοίτα, Σιβύλλειον εἶναι προαγόρευμα μὴ πρὶν ὑπακούσεσθαι Ῥωμαίοις Παρθυαίους, εἰ μὴ βασιλεὺς αὐτοῖς ἐπιστρατεύσειε. καί τινες ἀπὸ τοῦδε ἐτόλμων λέγειν, ὅτι χρὴ Ῥωμαίων μὲν αὐτόν, ὥσπερ ἦν, δικτάτορα καὶ αὐτοκράτορα καλεῖν καὶ ὅσα ἄλλα ἐστὶν αὐτοῖς ἀντὶ βασιλείας ὀνόματα, τῶν δὲ ἐθνῶν, ὅσα Ῥωμαίοις ὑπήκοα, ἄντικρυς ἀνειπεῖν βασιλέα. ὁ δὲ καὶ τόδε παρῃτεῖτο καὶ τὴν ἔξοδον ὅλως ἐπετάχυνεν, ἐπίφθονος ὢν ἐν τῇ πόλει.

ἐξιέναι δʼ αὐτὸν μέλλοντα πρὸ τετάρτης ἡμέρας οἱ ἐχθροὶ κατέκανον ἐν τῷ βουλευτηρίῳ, εἴτε διὰ ζῆλον εὐτυχίας τε καὶ δυνάμεως ὑπερόγκου πάνυ γενομένης, εἴθʼ, ὡς ἔφασκον αὐτοί, τῆς πατρίου πολιτείας ἐπιθυμίᾳ, εὖ γὰρ ᾔδεσαν αὐτόν, μὴ καὶ τάδε τὰ ἔθνη προσλαβὼν ἀναμφιλόγως γένοιτο βασιλεύς. ταύτης δὲ σκοπῶν ἡγοῦμαι τῆς προσθήκης ἀφορμὴν λαβεῖν ἐγχειρήσεως, ἐς ὄνομα μόνον αὐτοῖς διαφερούσης, ἔργῳ δὲ καὶ τοῦ δικτάτορος ὄντος ἀκριβῶς βασιλέως. συνεστήσαντο δὲ τὴν ἐπιβουλὴν μάλιστα δύο ἄνδρε, Μᾶρκός τε Βροῦτος, ὁ Καιπίων ἐπίκλην, Βρούτου τοῦ κατὰ Σύλλαν ἀνῃρημένου παῖς αὐτῷ τε Καίσαρι προσφυγὼν ἐκ τοῦ κατὰ Φάρσαλον ἀτυχήματος, καὶ Γάιος Κάσσιος, ὁ τὰς τριήρεις κατὰ τὸν Ἑλλήσποντον ἐγχειρίσας τῷ Καίσαρι, οἵδε μὲν ἄμφω τῆς Πομπηίου μοίρας γεγονότε, τῶν δʼ αὐτῷ Καίσαρι φιλτάτων Δέκμος Βροῦτος Ἀλβῖνος, ἅπαντες αἰεὶ παρὰ Καίσαρι τιμῆς καὶ πίστεως χρηματίζοντες ἄξιοι· οἷς γε καὶ πράξεις ἐνεχείρισε μεγίστας καὶ ἐπὶ τὸν ἐν Λιβύῃ πόλεμον ἀπιὼν στρατεύματα ἔδωκε καὶ τὴν Κελτικὴν ἐπέτρεψε, τὴν μὲν ὑπὲρ Ἄλπεων Δέκμῳ, τὴν δʼ ἐντὸς Ἄλπεων Βρούτῳ.

μέλλοντες δὲ ὁμοῦ τότε τῆς πόλεως στρατηγήσειν ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐς ἀλλήλους διήριζον περὶ τῆς καλουμένης πολιτικῆς στρατηγίας, ἣ τῶν ἄλλων προτιμᾶται, εἴτε τῷ ὄντι φιλοτιμούμενοι περὶ αὐτήν, εἴθʼ ὑπόκρισις ἦν τοῦ μὴ πάντα συμπράσσειν ἀλλήλοις νομίζεσθαι. καὶ ὁ Καῖσαρ αὐτοῖς διαιτῶν λέγεται πρὸς τοὺς φίλους εἰπεῖν, ὡς τὰ μὲν δίκαια Κάσσιος ἀποφαίνοι, Βρούτῳ δʼ αὐτὸς χαρίζοιτο· τοσῇδε ἐν ἅπασιν εὐνοίᾳ καὶ τιμῇ πρὸς τὸν ἄνδρα ἐχρῆτο. καὶ γὰρ αὐτῷ καὶ παῖς ἐνομίζετο εἶναι, Σερουιλίας τῆς Κάτωνος ἀδελφῆς ἐρασθείσης τοῦ Καίσαρος, ὅτε ὁ Βροῦτος ἐγίγνετο. διὸ καὶ νικῶν ἐν Φαρσάλῳ μετὰ σπουδῆς λέγεται τοῖς ἡγεμόσιν εἰπεῖν Βροῦτον, ὅπῃ δύναιντο, περισῴζειν. ἀλλʼ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος, εἴτε τὰ τῆς μητρὸς ἁμαρτήματα ἀγνοῶν ἢ ἀπιστῶν ἢ αἰδούμενος, εἴτε φιλελεύθερος ὢν ἄγαν καὶ τὴν πατρίδα προτιμῶν, εἴθʼ ὅτι ἔκγονος ὢν Βρούτον τοῦ πάλαι τοὺς βασιλέας ἐξελάσαντος ἐρεθιζόμενος καὶ ὀνειδιζόμενος μάλιστα ἐς τοῦτο ὑπὸ τοῦ δήμου ʽπολλὰ γὰρ τοῖς ἀνδριᾶσι τοῦ πάλαι Βρούτου καὶ τῷ δικαστηρίῳ τοῦδε τοῦ Βρούτου τοιάδε ἐπεγράφετο λάθρᾳ· “Βροῦτε δωροδοκεῖς; Βροῦτε νεκρὸς εἶ;” ἤ “ὤφελές γε νῦν περιεῖναι” ἤ “ἀνάξιά σου τὰ ἔκγονα” ἤ "οὐδʼ ἔκγονος εἶ σὺ τοῦδε"ʼ, ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλὰ τὸν νεανίαν ἐξέκαυσεν ἐπὶ τὸ ἔργον ὡς ἑαυτοῦ προγονικόν.

ἀκμάζοντος δʼ ἔτι τοῦ περὶ βασιλείας λόγου καὶ συνόδου μελλούσης ἔσεσθαι τῆς βουλῆς μετʼ ὀλίγον, ὁ Κάσσιος ἐμβαλὼν τὴν χεῖρα τῷ Βρούτῳ “τί ποιήσομεν,” ἔφη, “παρὰ τὸ βουλευτήριον, ἂν οἱ κόλακες τοῦ Καίσαρος γνώμην περὶ βασιλείας προθῶσι;” καὶ ὁ Βροῦτος οὐκ ἔφη παρέσεσθαι τῷ βουλευτηρίῳ. ἐπανερομένου δὲ τοῦ Κασσίου· “τί δʼ, ἂν ἡμᾶς καλῶσιν ὡς στρατηγούς, τί ποιήσομεν, ὦ ἀγαθὲ Βροῦτε;” “ἀμυνῶ τῇ πατρίδι,” ἔφη, “μέχρι θανάτου.” καὶ ὁ Κάσσιος αὐτὸν ἀσπασάμενος “τίνα δʼ,” ἔφη, “οὐ προσλήψῃ τῶν ἀρίστων οὕτω φρονῶν; ἤ σοι δοκοῦσιν οἱ χειροτέχναι καὶ κάπηλοι καταγράφειν σου τὸ δικαστήριον ἀσήμως μᾶλλον ἢ οἱ Ῥωμαίων ἄριστοι, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν θέας αἰτοῦντες ἵππων ἢ θηρίων, παρὰ δὲ σοῦ τὴν ἐλευθερίαν ὡς σὸν προγονικὸν ἔργον;” οἱ μὲν δὴ τάδε ἄρα ἐκ πολλοῦ διανοούμενοι τότε πρῶτον ἐς τὸ φανερὸν ἀλλήλοις προύφερον καὶ τῶν ἰδίων ἑκάτερος φίλων ἀπεπειρῶντο καὶ τῶν αὐτοῦ Καίσαρος, οὓς εὐτολμοτάτους ἑκατέρων ᾔδεσαν. καὶ συνήγειραν ἐκ μὲν τῶν σφετέρων ἀδελφὼ δύο, Καικίλιόν τε καὶ Βουκολιανόν, καὶ ἐπὶ τούτοις Ῥούβριον Ῥῆγα καὶ Κόιντον Λιγάριον καὶ Μᾶρκον Σπόριον καὶ Σερουίλιον Γάλβαν καὶ Σέξστιον Νάσωνα καὶ Πόντιον Ἀκύλαν, τούσδε μὲν ἐκ τῶν οἰκείων σφίσιν, ἐκ δὲ τῶν αὐτοῦ φίλων Καίσαρος Δέκμον τε, περὶ οὗ μοι προείρηται, καὶ Γάιον Κάσκαν καὶ Τρεβώνιον καὶ Τίλλιον καὶ Κιμβρον καὶ Μινούκιον καὶ Βάσιλον.

ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δʼ ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. δόξειν τε τὸ ἔργον, ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατʼ ἐπιβουλήν, ἀλλʼ ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται.