Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

αἱ δὲ στάσεις ἐπὶ τῷδε μάλιστα αὖθις ἐπανελθοῦσαί τε καὶ αὐξηθεῖσαι δυνατώτατα ἐς μέγα προῆλθον, καὶ φόνοι καὶ φυγαὶ καὶ ἐπὶ θανάτῳ προγραφαὶ βουλευτῶν τε καὶ τῶν καλουμένων ἱππέων, κατὰ πλῆθος ἀθρόως ἑκατέρων, ἐγίγνοντο, τοὺς ἐχθροὺς ἀλλήλοις τῶν στασιωτῶν ἀντιπαρεχόντων καὶ ἐς τοῦτο ἀμελούντων καὶ φίλων καὶ ἀδελφῶν· τοσοῦτον ἐκράτει τῆς ἐς τὰ οἰκεῖα εὐνοίας ἡ ἐς τὰ ἀντίπαλα φιλονικία. προιόντες τε τὴν Ῥωμαίων ἀρχὴν ὡς ἰδιωτικὸν σφῶν κτῆμα διενείμαντο ἐφʼ ἑαυτῶν τρεῖς οἵδε ἄνδρες, Ἀντώνιός τε καὶ Λέπιδος καὶ ὅτῳ πρότερον μὲν Ὀκτάουιος ὄνομα ἦν, Καίσαρι δὲ πρὸς γένους ὢν καὶ θετὸς ἐν διαθήκαις ὑπʼ αὐτοῦ γενόμενος Καῖσαρ ἐκ τοῦδε μετωνομάζετο. ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν συνέσει τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ἰόνιον ἀρχήν. ἐπί τε τούτοις, μεγίστοις δὴ φανεῖσι καὶ ἐς ἔκπληξιν ἅπαντας ἐμβαλοῦσιν, εἷλε καὶ Αἴγυπτον ἐπιπλεύσας, ἣ χρονιωτάτη τε ἦν ἐς τότε καὶ δυνατωτάτη μετὰ Ἀλέξανδρον ἀρχὴ καὶ μόνη Ῥωμαίοις ἔλειπεν ἐς τὰ νῦν ὄντα, ὥστε Σεβαστὸς εὐθὺς ἐπὶ τοῖς ἔργοις, ἔτι περιών, ὅδε πρῶτος ὀφθῆναί τε Ῥωμαίοις καὶ κληθῆναι πρὸς αὐτῶν, αὐτός τε ἑαυτόν, ὥσπερ Γάιος καὶ ἐς τὸ δυνατώτερον ἔτι Γαΐου, ἄρχοντα ἀποφῆναι τῇ τε πατρίδι καὶ τοῖς ὑπʼ αὐτὴν ἔθνεσιν ἅπασιν, οὐδὲν αἱρέσεως ἢ χειροτονίας ἢ προσποιήματος ἔτι δεηθείς. χρονίου δʼ αὐτῷ καὶ ἐγκρατοῦς τῆς ἀρχῆς γενομένης, ἐπιτυχὴς ἐς πάντα καὶ φοβερὸς ὢν γένος ἀφʼ ἑαυτοῦ καὶ διαδοχὴν τὴν ἐπικρατοῦσαν ὁμοίως ἐπʼ ἐκείνῳ κατέλιπεν.