Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
ὧδε μὲν ἐπὶ βραχὺ ἔληξαν αἱ στάσεις ἐπὶ Σύλλα, καὶ κακῶν ἀντίδοσις ἦν ὧν ὁ Σύλλας εἰργάζετο· μετὰ δὲ Σύλλαν αὖθις ὅμοια ἀνερριπίζετο, μέχρι Γάιος Καῖσαρ, αἱρετὴν ἀρχὴν ἐπὶ πολὺ δυναστεύων ἐν Γαλατίᾳ, τῆς βουλῆς αὐτὸν ἀποθέσθαι κελευούσης αἰτιώμενος οὐ τὴν βουλήν, ἀλλὰ Πομπήιον, ἐχθρὸν ὄντα οἱ καὶ στρατοῦ περὶ τὴν Ἰταλίαν ἡγούμενον, ὡς τῆς ἀρχῆς αὐτὸν ἐπιβουλεύοντα παραλύειν, προυτίθει προκλήσεις ἢ ἄμφω τὰ στρατεύματα ἔχειν ἐς τῆς ἔχθρας τὴν ἀφοβίαν ἢ καὶ Πομπήιον οὓς ἔχοι μεθέντα ἰδιωτεύειν ὁμοίως ὑπὸ νόμοις. οὐ πείθων δʼ ἐς οὐδέτερα ἐκ Γαλατίας ἤλαυνεν ἐπὶ τὸν Πομπήιον ἐς τὴν πατρίδα, ἐσβαλών τε ἐς αὐτὴν καὶ διώκων ἐκφυγόντα περὶ Θεσσαλίαν ἐνίκησε μεγάλῃ μάχῃ λαμπρῶς καὶ ἐδίωκεν ἐς Αἴγυπτον ὑποφεύγοντα. ἀναιρεθέντος δὲ Πομπηίου πρὸς ἀνδρῶν Αἰγυπτίων ἐπανῆλθεν ἐς Ῥώμην, ἔστιν ἃ καὶ περὶ Αἴγυπτον ἐργασάμενός τε καὶ ἐπιμείνας, μέχρι καταστήσαιτο αὐτῇ τοὺς βασιλέας. στασιώτην τε μέγιστον, ᾧ διὰ μεγαλουργίαν πολεμικὴν Μέγας ἐπώνυμον ἦν, οὗτος δὴ μάλιστα πολέμου κράτει σαφῶς καθελών, οὐδενὸς αὐτῷ θαρροῦντος εἰς οὐδὲν ἔτι ἀντειπεῖν, δεύτερος ἐπὶ Σύλλᾳ δικτάτωρ ἐς τὸ διηνεκὲς ᾑρέθη· καὶ στάσεις αὖθις κατεπαύοντο πᾶσαι, ἔστε καὶ τόνδε Βροῦτος καὶ Κάσσιος ζήλῳ τε τῆς ἀρχῆς τοῦ μεγέθους καὶ πόθῳ τῆς πατρίου πολιτείας ἐν τῷ βουλευτηρίῳ κατέκανον, δημοτικώτατον καὶ ἐμπειρότατον ἀρχῆς γενόμενον. ὅ γέ τοι δῆμος αὐτὸν μάλιστα πάντων ἐπεπόθησε, καὶ τοὺς σφαγέας ἐζήτουν περιιόντες καὶ τὸ σῶμα ἔθαψαν ἐν ἀγορᾷ μέσῃ καὶ νεὼν ἐπῳκοδόμησαν τῇ πυρᾷ καὶ θύουσιν ὡς θεῷ.