Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

Σέξστος δὲ Καῖσαρ μετὰ τρισμυρίων πεζῶν καὶ ἱππέων πεντακισχιλίων διεξιών τινα φάραγγα καὶ κρημνούς, ἄφνω προσπεσόντος αὐτῷ Μαρίου Ἐγνατίου, ἐς τὴν φάραγγα περιωσθεὶς ἔφυγεν ἐπὶ κλίνης διὰ νόσον ἐπί τινα ποταμόν, οὗ μία γέφυρα ἦν· καὶ ἐνταῦθα τὸ πλέον τῆς στρατιᾶς ἀπολέσας καὶ τῶν ὑπολοίπων τὰ ὅπλα, μόλις ἐς Τεανὸν καταφυγὼν ὥπλιζεν, οὓς ἔτι εἶχεν, ὡς ἐδύνατο. ἑτέρου δὲ πλήθους αὐτῷ κατὰ σπουδὴν ἐπελθόντος, ἐπὶ Ἀχέρρας ἔτι πολιορκουμένας ὑπὸ τοῦ Παπίου μετῄει.

καὶ οἵδε μὲν ἀλλήλαις ἀντιστρατοπεδεύοντες οὐκ ἐπεχείρουν οὐδέτερος οὐδετέρῳ διὰ φόβον· Μάρσους δὲ Κορνήλιος Σύλλας καὶ Γάιος Μάριος ἐπιθεμένους σφίσι συντόνως ἐδίωκον, μέχρι θριγκοῖς ἀμπέλων ἐμπεσεῖν αὐτούς· καὶ Μάρσοι μὲν τοὺς θριγκοὺς κακοπαθῶς ὑπερέβαινον, Μαρίῳ δὲ καὶ Σύλλᾳ διώκειν ὑπὲρ τούτους οὐκ ἔδοξεν. Κορνήλιος δὲ Σύλλας ἐπὶ θάτερα τῶνδε τῶν ἀμπέλων στρατοπεδεύων, αἰσθόμενος τοῦ γεγονότος ὑπήντα τοῖς ἐκφεύγουσι τῶν Μάρσων καὶ πολλοὺς καὶ ὅδε ἀπέκτεινεν, ὡς τὸν φόνον ἐκείνης τῆς ἡμέρας γενέσθαι περὶ πλείους ἑξακισχιλίων, ὅπλα δʼ ὑπὸ Ῥωμαίων ληφθῆναι πολὺ πλείονα.

Μάρσοι μὲν δὴ δίκην θηρίων, τῷ πταίσματι προσαγανακτοῦντες, αὖθις ὡπλίζοντο καὶ παρεσκευάζοντο αὐτοῖς ἐπιέναι, προεπιχειρεῖν μὴ θαρροῦσι μηδὲ ἄρχειν μάχης· ἔστι γὰρ τὸ ἔθνος πολεμικώτατον, καὶ φασι κατʼ αὐτοῦ θρίαμβον ἐπὶ τῷδε τῷ πταίσματι γενέσθαι μόνῳ, λεγόμενον πρότερον οὔτε κατὰ Μάρσων οὔτε ἄνευ Μάρσων γενέσθαι θρίαμβον.

περὶ δὲ τὸ Φάλερνον ὄρος Γναῖον Πομπήιον Οὐιδακίλιος καὶ Τίτος Λαφρήνιος καὶ Πόπλιος Οὐέττιος, ἐς ταὐτὸν ἀλλήλοις συνελθόντες, ἐτρέποντο καὶ κατεδίωκον ἐς πόλιν Φίρμον. καὶ οἱ μὲν αὐτῶν ἐφʼ ἕτερα ᾤχοντο, Λαφρήνιος δὲ παρεκάθητο Πομπηίῳ ἐς τὸ Φίρμον κατακεκλεισμένῳ. ὁ δʼ αὐτίκα μὲν ὁπλίζων τοὺς ὑπολοίπους ἐς χεῖρας οὐκ ᾔει, προσελθόντος δὲ ἑτέρου στρατοῦ Σουλπίκιον περιέπεμπεν ὀπίσω τοῦ Λαφρηνίου γενέσθαι καὶ αὐτὸς κατὰ μέτωπον ἐπῄει. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης καὶ πονουμένοιν ἀμφοῖν, ὁ Σουλπίκιος ἐνεπίμπρη τὸ τῶν πολεμίων στρατόπεδον, καὶ τοῦθʼ οἱ πολέμιοι κατιδόντες ἐς Ἄσκλον ἔφευγον, ἀκόσμως ἅμα καὶ ἀστρατηγήτως· Λαφρήνιος γὰρ ἐπεπτώκει μαχόμενος. Πομπήιος δὲ καὶ τὸ Ἄσκλον ἐπελθὼν ἐπολιόρκει.

πατρὶς δʼ ἦν Οὐιδακιλίου τὸ Ἄσκλον, καὶ δεδιὼς ὑπὲρ αὐτῆς ἠπείγετο, σπείρας ἄγων ὀκτώ. προπέμψας τε τοῖς Ἀσκλαίοις ἐκέλευεν, ὅταν αὑτὸν ἴδωσι πόρρωθεν ἐπιόντα, ἐκδραμεῖν ἐπὶ τοὺς περικαθημένους, ὡς τὸν ἀγῶνα τοῖς ἐχθροῖς ἑκατέρωθεν γενέσθαι· ἀλλὰ Ἀσκλαῖοι μὲν ἀπώκνησαν, ὁ δὲ Οὐιδακίλιος καὶ ὣς ἐς τὴν πόλιν διὰ μέσων τῶν πολεμίων ἐσδραμὼν μεθʼ ὅσων ἐδυνήθη, ὠνείδισε μὲν αὐτοῖς τὴν ἀτολμίαν καὶ δυσπείθειαν, οὐκ ἐλπίζων δʼ ἔτι τὴν πόλιν περιέσεσθαι, τοὺς μὲν ἐχθρούς, οἳ τέως αὐτῷ διεφέροντο καὶ τότε διὰ φθόνον τὸ πλῆθος ἐς ἃ παρήγγελλεν ἀπέτρεψαν, ἔκτεινε πάντας· ἐν δὲ ἱερῷ πυρὰν νήσας καὶ κλίνην ἐπιθεὶς ἐπὶ τῇ πυρᾷ, παρευωχήθη σὺν τοῖς φίλοις καὶ προϊόντος τοῦ πότου φάρμακόν τε προσηνέγκατο καὶ κατακλίνας αὑτὸν ἐπὶ τῆς πυρᾶς ἐκέλευσε τοῖς φίλοις ἅψαι τὸ πῦρ· καὶ Οὐιδακίλιος μὲν ὧδε φιλοτιμηθεὶς πρὸ τῆς πατρίδος ἀποθανεῖν κατελύθη, Σέξστος δὲ Καῖσαρ ἐξήκοντος αὐτῷ τοῦ χρόνου τῆς ἀρχῆς ἀνθύπατος ὑπὸ τῆς βουλῆς αἱρεθεὶς ἐπέδραμεν ἀνδράσι δισμυρίοις μεταστρατοπεδεύουσί ποι καὶ ἔκτεινεν αὐτῶν ἐς ὀκτακισχιλίους ὅπλα τε πολὺ πλειόνων ἔλαβε. χρονίου δʼ αὐτῷ τῆς περὶ τὸ Ἄσκλον οὔσης πολιορκίας, ἀποθνῄσκων ἐκ νόσου ἀντιστράτηγον ἀπέφηνε Γάιον Βαίβιον.

καὶ τάδε μὲν ἀμφὶ τὴν Ἰταλίαν ἦν τὴν περὶ τὸν Ἰόνιον· αἰσθόμενοι δʼ αὐτῶν οἱ ἐπὶ θάτερα τῆς Ῥώμης Τυρρηνοὶ καὶ Ὀμβρικοὶ καὶ ἄλλα τινὰ αὐτοῖς ἔθνη γειτονεύοντα, πάντες ἐς ἀπόστασιν ἠρεθίζοντο. δείσασα οὖν ἡ βουλή, μὴ ἐν κύκλῳ γενόμενος αὐτοῖς ὁ πόλεμος ἀφύλακτος ᾖ, τὴν μὲν θάλασσαν ἐφρούρει τὴν ἀπὸ Κύμης ἐπὶ τὸ ἄστυ διʼ ἀπελευθέρων, τότε πρῶτον ἐς στρατείαν διʼ ἀπορίαν ἀνδρῶν καταλεγέντων, Ἰταλιωτῶν δὲ τοὺς ἔτι ἐν τῇ συμμαχίᾳ παραμένοντας ἐψηφίσατο εἶναι πολίτας, οὗ δὴ μάλιστα μόνον οὐ πάντες ἐπεθύμουν. καὶ τάδε ἐς Τυρρηνοὺς περιέπεμπεν, οἱ δὲ ἄσμενοι τῆς πολιτείας μετελάμβανον. καὶ τῇδε τῇ χάριτι ἡ βουλὴ τοὺς μὲν εὔνους εὐνουστέρους ἐποίησε, τοὺς δὲ ἐνδοιάζοντας ἐβεβαιώσατο, τοὺς δὲ πολεμοῦντας ἐλπίδι τινὶ τῶν ὁμοίων πραοτέρους ἐποίησεν. Ῥωμαῖοι μὲν δὴ τούσδε τοὺς νεοπολίτας οὐκ ἐς τὰς πέντε καὶ τριάκοντα φυλάς, αἳ τότε ἦσαν αὐτοῖς, κατέλεξαν, ἵνα μὴ τῶν ἀρχαίων πλέονες ὄντες ἐν ταῖς χειροτονίαις ἐπικρατοῖεν, ἀλλὰ δεκατεύοντες ἀπεφηναν ἑτέρας, ἐν αἷς ἐχειροτόνουν ἔσχατοι. καὶ πολλάκις αὐτῶν ἡ ψῆφος ἀχρεῖος ἦν, ἅτε τῶν πέντε καὶ τριάκοντα προτέρων τε καλουμένων καὶ οὐσῶν ὑπὲρ ἥμισυ. ὅπερ ἢ λαθὸν αὐτίκα ἢ καὶ ὣς αὐτὸ ἀγαπησάντων τῶν Ἰταλιωτῶν ὕστερον ἐπιγνωσθὲν ἑτέρας στάσεως ἦρξεν.

οἱ δὲ περὶ τὸν Ἰόνιον οὔπω τὴν Τυρρηνῶν μετάνοιαν ἐγνωκότες μυρίους καὶ πεντακισχιλίους ὁδὸν ἀτριβῆ καὶ μακρὰν ἐς τὴν Τυρρηνίαν ἐπὶ συμμαχίᾳ περιέπεμπον. καὶ αὐτοῖς ἐπιπεσὼν Γναῖος Πομπήιος, ὕπατος ὢν ἤδη, διέφθειρεν ἐς πεντακισχιλίους· καὶ τῶν λοιπῶν ἐς τὰ σφέτερα διὰ ἀπόρου χώρας καὶ χειμῶνος ἐπιπόνου διατρεχόντων οἱ ἡμίσεις βαλανηφαγοῦντες διεφθάρησαν. τοῦ δʼ αὐτοῦ χειμῶνος Πόρκιος μὲν Κάτων, ὁ σύναρχος τοῦ Πομπηίου, Μάρσοις πολεμῶν ἀνῃρέθη. Λεύκιος δὲ Κλοέντιος Σύλλᾳ περὶ τὰ Πομπαῖα ὄρη στρατοπεδεύοντι μάλα καταφρονητικῶς ἀπὸ σταδίων τριῶν παρεστρατοπέδευε. καὶ ὁ Σύλλας τὴν ὕβριν οὐκ ἐνεγκὼν οὐδὲ τῶν ἰδίων τοὺς χορτολογοῦντας ἀναμείνας ἐπέδραμε τῷ Κλοεντίῳ. καὶ τότε μὲν ἡττώμενος ἔφευγε, προσλαβὼν δὲ τοὺς χορτολογοῦντας τρέπεται τὸν Κλοέντιον. ὁ δʼ αὐτίκα μὲν πορρωτέρω μετεστρατοπέδευεν, ἀφικομένων δʼ αὐτῷ Γαλατῶν αὖθις ἐπλησίαζε τῷ Σύλλᾳ. καὶ συνιόντων τῶν στρατῶν Γαλάτης ἀνὴρ μεγέθει μέγας προδραμὼν προυκαλεῖτό τινα Ῥωμαίων ἐς μάχην. ὡς δʼ αὐτὸν ὑποστὰς Μαυρούσιος ἀνὴρ βραχὺς ἔκτεινεν, ἐκπλαγέντες οἱ Γαλάται αὐτίκα ἔφευγον. παραλυθείσης δὲ τῆς τάξεως οὐδʼ ὁ ἄλλος ὅμιλος ἔτι τοῦ Κλοεντίου παρέμενεν, ἀλλʼ ἔφευγεν ἐς Νῶλαν ἀκόσμως. καὶ ὁ Σύλλας αὐτοῖς ἑπόμενος ἔκτεινεν ἐς τρισμυρίους ἐν τῷ δρόμῳ καὶ τῶν Νωλαίων αὐτοὺς μιᾷ πύλῃ δεχομένων, ἵνα μὴ οἱ πολέμιοι σφίσι συνεσπέσοιεν, ἑτέρους ἔκτεινεν ἀμφὶ τοῖς τείχεσιν ἐς δισμυρίους· καὶ σὺν τοῖσδε Κλοέντιος ἀγωνιζόμενος ἔπεσε.

Σύλλας δʼ ἐς ἔθνος ἕτερον, Ἱρπίνους, μετεστρατοπέδευε καὶ προσέβαλεν Αἰκουλάνῳ. οἱ δὲ Λευκανοὺς προσδοκῶντες αὐτῆς ἡμέρας σφίσιν ἐπὶ συμμαχίαν ἀφίξεσθαι, τὸν Σύλλαν καιρὸν ἐς σκέψιν ᾔτουν. ὁ δʼ αἰσθανόμενος τοῦ τεχνάσματος ὥραν αὐτοῖς ἔδωκε κἀν τῇδε ξυλίνῳ ὄντι τῷ τείχει κληματίδας περιτιθεὶς μετὰ τὴν ὥραν ὑφῆπτεν. οἱ δὲ δείσαντες τὴν πόλιν παρεδίδουν. καὶ τήνδε μὲν ὁ Σύλλας διήρπαζεν ὡς οὐκ εὐνοίᾳ προσελθοῦσαν, ἀλλʼ ὑπʼ ἀνάγκης, τῶν δʼ ἄλλων ἐφείδετο προστιθεμένων, μέχρι τὸ Ἱρπίνων ἔθνος ἅπαν ὑπηγάγετο, καὶ μετῆλθεν ἐπὶ Σαυνίτας, οὐχ ᾗ Μοτίλος, ὁ τῶν Σαυνιτῶν στρατηγός, τὰς παρόδους ἐφύλαττεν, ἀλλʼ ἑτέραν ἀδόκητον ἐκ περιόδου. προσπεσὼν δʼ ἄφνω πολλούς τε ἔκτεινε, καὶ τῶν ὑπολοίπων σποράδην διαφυγόντων ὁ μὲν Μοτίλος τραυματίας ἐς Αἰσερνίαν σὺν ὀλίγοις κατέφυγεν, ὁ δὲ Σύλλας αὐτοῦ τὸ στρατόπεδον ἐξελὼν ἐς Βουάνον παρῆλθεν, ᾗ τὸ κοινοβούλιον ἦν τῶν ἀποστάντων. τρεῖς δʼ ἄκρας τῆς πόλεως ἐχούσης καὶ τῶν Βουάνων ἐς τὸν Σύλλαν ἐπεστραμμένων, περιπέμψας τινὰς ὁ Σύλλας ἐκέλευε καταλαβεῖν, ἥν τινα τῶν ἄλλων δυνηθεῖεν ἄκραν, καὶ καπνῷ τοῦτο σημῆναι. γενομένου δὲ τοῦ καπνοῦ συμβαλὼν τοῖς ἐκ μετώπου καὶ μαχόμενος ὥραις τρισὶ καρτερῶς εἷλε τὴν πόλιν.