Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἐπιπολάζοντος δʼ ἐς πολὺ τοῦ κακοῦ κατὰ τῶν ἀρίστων, ὅ τε δῆμος ἤχθετο τοιῶνδε καὶ τοσάδε εἰργασμένων ἀνδρῶν ἀθρόως ἀφαιρούμενος, καὶ οἱ Ἰταλοὶ τοῦ τε Δρούσου πάθους πυνθανόμενοι καὶ τῆς ἐς τὴν φυγὴν τούτων προφάσεως, οὐκ ἀνασχετὸν σφίσιν ἔτι ἡγούμενοι τοὺς ὑπὲρ σφῶν πολιτεύοντας τοιάδε πάσχειν οὐδʼ ἄλλην τινὰ μηχανὴν ἐλπίδος ἐς τὴν πολιτείαν ἔτι ὁρῶντες, ἔγνωσαν ἀποστῆναι Ῥωμαίων ἄντικρυς καὶ πολεμεῖν αὐτοῖς κατὰ κράτος. κρύφα τε διεπρεσβεύοντο συντιθέμενοι περὶ τῶνδε καὶ ὅμηρα διέπεμπον ἐς πίστιν ἀλλήλοις.

ὧν ἐς πολὺ μὲν οὐκ ἐπῄσθοντο Ῥωμαῖοι διὰ τὰς ἐν ἄστει κρίσεις τε καὶ στάσεις· ὡς δʼ ἐπύθοντο, περιέπεμπον ἐς τὰς πόλεις ἀπὸ σφῶν τοὺς ἑκάστοις μάλιστα ἐπιτηδείους, ἀφανῶς τὰ γιγόμενα ἐξετάζειν. καί τις ἐκ τούτων μειράκιον ὅμηρον ἰδὼν ἐξ Ἄσκλου πόλεως ἐς ἑτέραν ἀγόμενον ἐμήνυσε τῷ περὶ τὰ χωρία ἀνθυπάτῳ Σερουιλίῳ. ἦσαν γάρ, ὡς ἔοικε, τότε καὶ τῆς Ἰταλίας ἄρχοντες ἀνθύπατοι κατὰ μέρη· ὃ καὶ Ἁδριανὸς ἄρα μιμούμενος ὕστερον χρόνῳ πολλῷ, τὴν αὐτοκράτορα ἀρχὴν Ῥωμαίοις ἡγούμενος, ἀνεκαίνισε, καὶ μετʼ αὐτὸν ἐπέμεινεν ἐς βραχύ. ὁ δὲ Σερουίλιος θερμότερον ἐσδραμὼν ἐς τὸ Ἄσκλον καὶ πανηγυρίζουσι τοῖς Ἀσκλαίοις χαλεπῶν ἀπειλῶν ἀνῃρέθη ὡς ὑπὸ ἤδη πεφωραμένων. ἐπανῃρέθη δʼ αὐτῷ καὶ Φοντήιος, ὃς ἐπρέσβευεν αὐτῷ· καλοῦσι δʼ οὕτω τοὺς τοῖς ἡγεμόσι τῶν ἐθνῶν ἐκ τῆς βουλῆς ἑπομένους ἐς βοήθειαν. πεσόντων δὲ τῶνδε, οὐδὲ τῶν ἄλλων Ῥωμαίων τις ἦν φειδώ, ἀλλὰ τοὺς παρὰ σφίσι πάντας οἱ Ἀσκλαῖοι συνεκέντουν ἐπιτρέχοντες καὶ τὰ ὄντα αὐτοῖς διήρπαζον.

ἐκραγείσης δὲ τῆς ἀποστάσεως ἅπαντα, ὅσα τοῖς Ἀσκλαίοις ἔθνη γείτονα ἦν, συνεξέφαινε τὴν παρασκευήν, Μάρσοι τε καὶ Παιλιγνοὶ καὶ Οὐηστῖνοι καὶ Μαρρουκῖνοι καὶ ἐπὶ τούτοις Πικεντῖνοι καὶ Φρεντανοὶ καὶ Ἱρπῖνοι καὶ Πομπηιανοὶ καὶ Οὐενούσιοι καὶ Ἰάπυγες, Λευκανοί τε καὶ Σαυνῖται, χαλεπὰ Ῥωμαίοις καὶ πρὶν ἔθνη γενόμενα, ὅσα τε ἄλλα ἀπὸ Λίριος ποταμοῦ, ὃν νῦν μοι δοκοῦσι Λίτερνον ἡγεῖσθαι, ἐπὶ τὸν μυχόν ἐστι τοῦ Ἰονίου κόλπου πεζεύοντι καὶ περιπλέοντι. πέμψασι δʼ αὐτοῖς ἐς Ῥώμην πρέσβεις αἰτιωμένους, ὅτι πάντα Ῥωμαίοις ἐς τὴν ἀρχὴν συνεργασάμενοι οὐκ ἀξιοῦνται τῆς τῶν βεβοηθημένων πολιτείας, ἡ βουλὴ μάλα καρτερῶς ἀπεκρίνατο, εἰ μεταγινώσκουσι τῶν γεγονότων, πρεσβεύειν ἐς αὐτήν, ἄλλως δὲ μή. οἱ μὲν δὴ πάντα ἀπογνόντες ἐς παρασκευὴν καθίσταντο· καὶ αὐτοῖς ἐπὶ τῷ κατὰ πόλιν στρατῷ κοινὸς ἦν ἱππέων τε καὶ πεζῶν ἕτερος ἐς δέκα μυριάδας. καὶ Ῥωμαῖοι τὸν ἴσον αὐτοῖς ἀντεξέπεμπον ἀπό τε σφῶν αὐτῶν καὶ τῶν ἔτι συμμαχούντων σφίσιν ἐθνῶν τῆς Ἰταλίας.

ἡγοῦντο δὲ Ῥωμαίων μὲν ὕπατοι Σέξστος τε Ἰούλιος Καῖσαρ καὶ Πόπλιος Ῥουτίλιος Λοῦπος· ἄμφω γὰρ ὡς ἐς μέγαν τε καὶ ἐμφύλιον πόλεμον ἐξῄεσαν, ἐπεὶ καὶ τὰς πύλας οἱ ὑπόλοιποι καὶ τὰ τείχη διὰ χειρὸς εἶχον ὡς ἐπʼ οἰκείῳ καὶ γείτονι μάλιστα ἔργῳ. τό τε ποικίλον τοῦ πολέμου καὶ πολυμερὲς ἐνθυμούμενοι ὑποστρατήγους τοῖς ὑπάτοις συνέπεμψαν τοὺς τότε ἀρίστους, ὑπὸ μὲν Ῥουτιλίῳ Γναῖόν τε Πομπήιον, τὸν πατέρα Πομπηίου τοῦ Μάγνου παρονομασθέντος, καὶ Κόιντον Καιπίωνα καὶ Γάιον Περπένναν καὶ Γάιον Μάριον καὶ Οὐαλέριον Μεσσάλαν, ὑπὸ δὲ Σέξστῳ Καίσαρι Πούπλιον Λέντλον, ἀδελφὸν αὐτοῦ Καίσαρος, καὶ Τίτον Δίδιον καὶ Λικίνιον Κράσσον καὶ Κορνήλιον Σύλλαν καὶ Μάρκελλον ἐπὶ τοῖσδε. τοσοίδε μὲν δὴ τοῖς ὑπάτοις διελόμενοι τὴν χώραν ὑπεστρατήγουν. καὶ πάντας ἐπεπορεύοντο οἱ ὕπατοι· καὶ αὐτοῖς οἱ Ῥωμαῖοι καὶ ἑτέρους ὡς ἐς μέγαν ἀγῶνα ἔπεμπον ἑκάστοτε. Ἰταλοῖς δʼ ἦσαν μὲν στρατηγοὶ καὶ κατὰ πόλεις ἕτεροι, κοινοὶ δʼ ἐπὶ τῷ κοινῷ στρατῷ καὶ τοῦ παντὸς αὐτοκράτορες Τίτος Λαφρήνιος καὶ Γάιος Ποντίλιος καὶ Μάριος Ἐγνάτιος καὶ Κόιντος Ποπαίδιος καὶ Γάιος Πάπιος καὶ Μᾶρκος Λαμπώνιος καὶ Γάιος Οὐιδακίλιος καὶ Ἕριος Ἀσίνιος καὶ Οὐέττιος Σκάτων, οἳ τὸν στρατὸν ὁμοίως μερισάμενοι τοῖς Ῥωμαίων στρατηγοῖς ἀντεκαθέζοντο καὶ πολλὰ μὲν ἔδρασαν, πολλὰ δʼ ἔπαθον. ὧν ἑκατέρων, ἐν κεφαλαίῳ φράσαι, τὰ ἀξιολογώτατα ἦν τοιάδε.

Οὐέττιος μὲν Σκάτων Σέξστον Ἰούλιον τρεψάμενός τε καὶ δισχιλίους κτείνας ἐπὶ Αἰσερνίαν ἤλασε ῥωμαΐζουσαν· καὶ αὐτὴν οἱ μὲν συντάττοντες, Λεύκιός τε Σκιπίων καὶ Λεύκιος Ἀκίλιος θεραπόντων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, χρόνῳ δὲ καὶ λιμῷ παρεστήσαντο οἱ πολέμιοι. Μάριος δὲ Ἐγνάτιος Οὐέναφρον ἑλὼν ἐκ προδοσίας ἔκτεινε δύο Ῥωμαίων σπείρας ἐν αὐτῇ. Πρησενταῖος δὲ Πόπλιος Περπένναν μυρίων ἀνδρῶν ἡγούμενον ἐτρέψατο καὶ ἔκτεινεν ἐς τετρακισχιλίους καὶ τῶν λοιπῶν τοῦ πλέονος μέρους τὰ ὅπλα ἔλαβε· ἐφʼ ὅτῳ Περπένναν Ῥουτίλιος ὕπατος παρέλυσε τῆς στρατηγίας καὶ τὸ μέρος τοῦ στρατοῦ Γαΐῳ Μαρίῳ προσέθηκεν. Μᾶρκος δὲ Λαμπώνιος τῶν ἀμφὶ Λικίνιον Κράσσον ἀνεῖλεν ἐς ὀκτακοσίους καὶ τοὺς λοιποὺς ἐς Γρούμεντον πόλιν συνεδίωξε.

Γάιος δὲ Πάπιος Νῶλάν τε εἷλεν ἐκ προδοσίας καὶ τοῖς ἐν αὐτῇ Ῥωμαίοις, δισχιλίοις οὖσιν, ἐκήρυξεν, εἰ μεταθοῖντο, στρατεύσειν ἑαυτῷ. καὶ τούσδε μὲν ὁ Πάπιος μεταθεμένους ἐστράτευεν· οἱ δʼ ἡγεμόνες αὐτῶν οὐχ ὑπακούσαντες τῷ κηρύγματι ἐλήφθησαν αἰχμάλωτοι καὶ λιμῷ πρὸς τοῦ Παπίου διεφθάρησαν. Πάπιος δὲ καὶ Σταβίας εἷλε καὶ Μινέρουιον καὶ Σάλερνον, ἣ Ῥωμαίων ἄποικος ἦν· καὶ τοὺς ἐξ αὐτῶν αἰχμαλώτους τε καὶ δούλους ἐστράτευεν. ὡς δὲ καὶ Νουκερίας τὰ ἐν κύκλῳ πάντα κατέπρησεν, αἱ πλησίον αὐτῷ πόλεις καταπλαγεῖσαι προσετίθεντο στρατιάν τε αἰτοῦντι παρέσχον ἐς μυρίους πεζοὺς καὶ ἱππέας χιλίους· μεθʼ ὧν ὁ Πάπιος Ἀχέρραις παρεκάθητο. Σέξστου δὲ Καίσαρος Γαλατῶν πεζοὺς μυρίους καὶ Νομάδας Μαυρουσίους ἱππέας καὶ πεζοὺς προσλαβόντος τε καὶ χωροῦντος ἐπὶ τὰς Ἀχέρρας, ὁ Πάπιος Ὀξύνταν, υἱὸν Ἰογόρθου τοῦ Νομάδων ποτὲ βασιλέως, ὑπὸ Ῥωμαίων ἐν Οὐενουσίᾳ φυλαττόμενον, ἤγαγεν ἐκ τῆς Οὐενουσίας καὶ περιθεὶς αὐτῷ πορφύραν βασιλικὴν ἐπεδείκνυ θαμινὰ τοῖς Νομάσι τοῖς σὺν Καίσαρι. πολλῶν δʼ ὡς πρὸς ἴδιον βασιλέα αὐτομολούντων ἀθρόως, τοὺς μὲν λοιποὺς τῶν Νομάδων ὡς ὑπόπτους ὁ Καῖσαρ ἐς Λιβύην ἀπέπεμψε, Πασίου δὲ πελάσαντος αὐτῷ σὺν καταφρονήσει καὶ μέρος ἤδη τοῦ χάρακος διασπῶντος, τοὺς ἱππέας ἐκπέμψας κατʼ ἄλλας πύλας ἔκτεινε τοῦ Παπίου περὶ ἑξακισχιλίους. καὶ ἐπὶ τῷδε Καῖσαρ μὲν ἐξ Ἀχερρῶν ἀνεζεύγνυεν, Οὐιδακιλίῳ δʼ ἐν Ἰαπυγίᾳ προσετίθεντο Κανύσιοι καὶ Οὐενούσιοι καὶ ἕτεραι πόλεις πολλαί. τινὰς δὲ καὶ ἀπειθούσας ἐξεπολιόρκει, καὶ τῶν ἐν αὐταῖς Ῥωμαίων τοὺς μὲν ἐπιφανεῖς ἔκτεινε, τοὺς δὲ δημότας καὶ δούλους ἐστράτευε.

Ῥουτίλιος δὲ ὁ ὕπατος καὶ Γάιος Μάριος ἐπὶ τοῦ Λίριος ποταμοῦ γεφύρας ἐς διάβασιν ἐξ οὐ πολλοῦ διαστήματος ἀπʼ ἀλλήλων ἐπήγνυντο· καὶ Οὐέττιος Σκάτων αὐτοῖς ἀντεστρατοπέδευε παρὰ τὴν Μαρίου μάλιστα γέφυραν ἔλαθέ τε νυκτὸς περὶ τὴν Ῥουτιλίου γέφυραν λόχους ἐν φάραγξιν ἐνεδρεύσας. ἅμα δʼ ἕῳ τὸν Ῥουτίλιον διελθεῖν ὑπεριδὼν ἀνέστησε τὰς ἐνέδρας καὶ πολλοὺς μὲν ἔκτεινεν ἐπὶ τοῦ ξηροῦ, πολλοὺς δʼ ἐς τὸν ποταμὸν κατῶσεν· ὅ τε Ῥουτίλιος αὐτὸς ἐν τῷδε τῷ πόνῳ βέλει τρωθεὶς ἐς τὴν κεφαλὴν μετʼ ὀλίγον ἀπέθανε. καὶ Μάριος, ἐπὶ τῆς ἑτέρας ὢν γεφύρας τὸ συμβὰν ἐκ τῶν φερομένων κατὰ τὸ ῥεῦμα σωμάτων εἰκάσας τοὺς ἐν ποσὶν ὤσατο καὶ τὸ ῥεῦμα περάσας τὸν χάρακα τοῦ Σκάτωνος ὑπʼ ὀλίγων φυλαττόμενον εἷλεν, ὥστε τὸν Σκάτωνα νυκτερεῦσαί τε, ἔνθαπερ ἐνίκησε, καὶ ἀποροῦντα ἀγορᾶς ἀναζεῦξαι περὶ τὴν ἕω. Ῥουτιλίου δὲ τοῦ σώματος καὶ πολλῶν ἄλλων ἐπιφανῶν ἐπὶ ταφὴν ἐς Ῥώμην ἐνεχθέντων ἥ τε ὄψις ἀηδὴς ἦν ὑπάτου καὶ τοσῶνδε ἄλλων ἀνῃρημένων καὶ πολυήμερον ἐπὶ τῷδε πένθος ἠγέρθη. καὶ ἀπὸ τοῦδε ἡ βουλὴ τοὺς ἀποθνῄσκοντας ἐν τοῖς πολέμοις ἔκρινεν, ἔνθαπερ ἂν θάνωσι, θάπτεσθαι, τοῦ μὴ τοὺς λοιποὺς ἐκ τῆς ὄψεως ἀποτρέπεσθαι τῶν στρατειῶν. τὸ δʼ αὐτὸ καὶ οἱ πολέμιοι πυθόμενοι περὶ σφῶν ἐψηφίσαντο.

Ῥουτιλίῳ μὲν δὴ διάδοχος ἐπὶ τὸ λοιπὸν τοῦ ἔτους οὐκ ἐγένετο, Σέξστου Καίσαρος οὐκ ἀγαγόντος σχολὴν διαδραμεῖν ἐπὶ ἀρχαιρέσια ἐς Ῥώμην· τῆς δʼ ὑπʼ αὐτῷ στρατιᾶς ἡ βουλὴ προσέταξεν ἄρχειν Γάιόν τε Μάριον καὶ Κόιντον Καιπίωνα. τούτῳ τῷ Καιπίωνι Κόιντος Ποπαίδιος ὁ ἀντιστράτηγος οἷά τις αὐτόμολος προσέφυγεν, ἄγων καὶ διδοὺς ἐνέχυρον δύο βρέφη δοῦλα, καθάπερ υἱεῖς, ἐσκευασμένα ἐσθῆσι περιπορφύροις· ἐς δὲ πίστιν ἔφερε καὶ μάζας ἐκ μολύβδου, χρυσῷ καὶ ἀργύρῳ περιβεβλημένας· καὶ ἐδεῖτο κατὰ σπουδὴν αὑτῷ τὸν Καιπίωνα ἕπεσθαι μετὰ τῆς στρατιᾶς ὡς καταληψόμενον αὑτοῦ τὸ στρατόπεδον ἔρημον ἔτι ἄρχοντος. Καιπίων μὲν δὴ πειθόμενος εἵπετο, Ποπαίδιος δὲ πλησίον τῆς ἐσκευασμένης ἐνέδρας γενόμενος ἀνέδραμεν ἔς τινα λόφον ὡς κατοψόμενος τοὺς πολεμίους καὶ σημεῖον αὐτοῖς ἐπῇρεν. οἱ δὲ ἐκφανέντες αὐτόν τε Καιπίωνα καὶ πολλοὺς σὺν αὐτῷ κατέκοψαν· καὶ τὸ λοιπὸν τῆς στρατιᾶς Καιπίωνος ἡ σύγκλητος Μαρίῳ προσέζευξεν.