Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τάδε Κράσσος ἓξ μησὶν ἐργασάμενος ἀμφήριστος ἐκ τοῦδε αὐτίκα μάλα τῇ δόξῃ τῇ Πομπηίου γίνεται. καὶ τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήιος. ἐς δὲ ὑπατείαν ἄμφω παρήγγελλον, ὁ μὲν ἐστρατηγηκὼς κατὰ τὸν νόμον Σύλλα, ὁ δὲ Πομπήιος οὔτε στρατηγήσας οὔτε ταμιεύσας ἔτος τε ἔχων τέταρτον ἐπὶ τοῖς τριάκοντα· τοῖς δὲ δημάρχοις ὑπέσχητο πολλὰ τῆς ἀρχῆς ἐς τὸ ἀρχαῖον ἐπανάξειν. αἱρεθέντες δὲ ὕπατοι οὐδʼ ὣς μεθίεσαν τὸν στρατόν, ἔχοντες ἀγχοῦ τῆς πόλεως, ἑκάτερος πρόφασιν τήνδε ποιούμενος, Πομπήιος μὲν ἐς τὸν Ἰβηρικὸν θρίαμβον περιμένειν ἐπανιόντα Μέτελλον, ὁ δὲ Κράσσος, ὡς Πομπήιον δέον προδιαλῦσαι.

καὶ ὁ δῆμος, ἑτέραν ἀρχὴν στάσεως ὁρῶν καὶ φοβούμενος δύο στρατοὺς περικαθημένους, ἐδέοντο τῶν ὑπάτων ἐν ἀγορᾷ προκαθημένων συναλλαγῆναι πρὸς ἀλλήλους. καὶ τὰ μὲν πρῶτα ἑκάτερος ἀπεκρούετο· ὡς δὲ καὶ θεόληπτοί τινες προύλεγον πολλὰ καὶ δεινά, εἰ μὴ συναλλαγεῖεν οἱ ὕπατοι, ὁ δῆμος αὖθις αὐτοὺς μετʼ οἰμωγῆς παρεκάλει πάνυ ταπεινῶς, ἔτι τῶν Σύλλα καὶ Μαρίου κακῶν ἀναφέροντες. καὶ ὁ Κράσσος πρότερος ἐνδοὺς ἀπὸ τοῦ θρόνου κατέβαινε καὶ ἐς τὸν Πομπήιον ἐχώρει, τὴν χεῖρα προτείνων ἐπὶ διαλλαγαῖς· ὁ δʼ ὑπανίστατο καὶ προσέτρεχε. καὶ δεξιωσαμένων ἀλλήλους εὐφημίαι τε ἦσαν ἐς αὐτοὺς ποικίλαι, καὶ οὐ πρὶν ὁ δῆμος ἀπέστη τῆς ἐκκλησίας ἢ προγράψαι τοὺς ὑπάτους τὰς ἀφέσεις τῶν στρατοπέδων. οὕτω μὲν δὴ δόξασα καὶ ἥδε μεγάλη στάσις ἔσεσθαι κατελύετο εὐσταθῶς· καὶ ἔτος ἦν τῷδε τῷ μέρει τῶν ἐμφυλίων ἀμφὶ τὰ ἑξήκοντα μάλιστʼ ἀπὸ τῆς ἀναιρέσεως Τιβερίου Γράκχου.

μετὰ δὲ τὴν Σύλλα μοναρχίαν καὶ ὅσα ἐπʼ αὐτῇ Σερτώριός τε καὶ Περπέννας περὶ Ἰβηρίαν ἔδρασαν, ἕτερα ἐμφύλια Ῥωμαίοις τοιάδε ἐγίγνετο, μέχρι Γάιος Καῖσαρ καὶ Πομπήιος Μάγνος ἀλλήλοις ἐπολέμησαν καὶ Πομπήιον μὲν καθεῖλεν ὁ Καῖσαρ, Καίσαρα δʼ ἐν τῷ βουλευτηρίῳ τινὲς ὡς βασιλιζόμενον κατέκανον. ταῦτα δὲ ὅπως ἐγένετο καὶ ὅπως ἀνῃρέθησαν ὅ τε Πομπήιος καὶ ὁ Γάιος, ἡ δευτέρα τῶν ἐμφυλίων ἥδε δηλοῖ.

ὁ μὲν δὴ Πομπήιος ἄρτι τὴν θάλασσαν καθήρας ἀπὸ τῶν ληστηρίων τότε μάλιστα πανταχοῦ πλεονασάντων Μιθριδάτην ἐπὶ τοῖς λῃσταῖς καθῃρήκει, Πόντου βασιλέα, καὶ τὴν ἀρχὴν αὐτοῦ καὶ ὅσα ἄλλα ἔθνη προσέλαβεν ἀμφὶ τὴν ἕω, διετάσσετο· ὁ δὲ Καῖσαρ ἦν ἔτι νέος, δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι, τολμῆσαί τε ἐς πάντα καὶ ἐλπίσαι περὶ ἁπάντων, ἐς δὲ δὴ φιλοτιμίαν ἀφειδὴς ὑπὲρ δύναμιν, ὡς ἀγορανομῶν ἔτι καὶ στρατηγῶν εἶναι κατάχρεως καὶ τῷ πλήθει δαιμονίως ὑπεραρέσκειν, τῶν δήμων αἰεὶ τοὺς δαψιλεῖς ἐπαινούντων.

Γάιος δὲ Κατιλίνας, μεγέθει τε δόξης καὶ γένους λαμπρότητι περιώνυμος, ἔμπληκτος ἀνήρ, δόξας ποτὲ καὶ υἱὸν ἀνελεῖν διʼ Αὐρηλίας Ὀρεστίλλης ἔρωτα, οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι, Σύλλα φίλος τε καὶ στασιώτης καὶ ζηλωτὴς μάλιστα γεγονώς, ἐκ δὲ φιλοτιμίας καὶ ὅδε ἐς πενίαν ὑπενηνεγμένος καὶ θεραπευόμενος ἔτι πρὸς δυνατῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐς ὑπατείαν παρήγγελλεν ὡς τῇδε παροδεύσων ἐς τυραννίδα. πάγχυ δʼ ἐλπίσας αἱρεθήσεσθαι διὰ τὴν ὑποψίαν τήνδε ἀπεκρούσθη, καὶ Κικέρων μὲν ἦρχεν ἀντʼ αὐτοῦ, ἀνὴρ ἥδιστος εἰπεῖν τε καὶ ῥητορεῦσαι, Κατιλίνας δʼ αὐτὸν ἐς ὕβριν τῶν ἑλομένων ἐπέσκωπτεν, ἐς μὲν ἀγνωσίαν γένους καινὸν ὀνομάζων (καλοῦσι δʼ οὕτω τοὺς ἀφʼ ἑαυτῶν, ἀλλʼ οὐ τῶν προγόνων γνωρίμους), ἐς δʼ ξενίαν τῆς πόλεως ἰγκουιλῖνον, ᾧ ῥήματι καλοῦσι τοὺς ἐνοικοῦντας ἐν ἀλλοτρίαις οἰκίαις. αὐτὸς δὲ πολιτείαν μὲν ὅλως ἔτι ἀπεστρέφετο ἐκ τοῦδε, ὡς οὐδὲν μοναρχίαν ταχὺ καὶ μέγα φέρουσαν, ἀλλʼ ἔριδος καὶ φθόνου μεστήν· χρήματα δʼ ἀγείρων πολλὰ παρὰ πολλῶν γυναικῶν, αἳ τοὺς ἄνδρας ἤλπιζον ἐν τῇ ἐπαναστάσει διαφθερεῖν, συνώμνυτό τισιν ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, συνῆγε δὲ καὶ δημότας καὶ ξένους καὶ θεράποντας. καὶ πάντων ἡγεμόνες ἦσαν αὐτῷ Κορνήλιος Λέντλος καὶ Κέθηγος, οἳ τότε τῆς πόλεως ἐστρατήγουν. ἀνά τε τὴν Ἰταλίαν περιέπεμπεν ἐς τῶν Συλλείων τοὺς τὰ κέρδη τῆς τότε βίας ἀναλωκότας καὶ ὀρεγομένους ἔργων ὁμοίων, ἐς μὲν Φαισούλας τῆς Τυρρηνίας Γάιον Μάλλιον, ἐς δὲ τῆν Πικηνίτιδα καὶ τὴν Ἀπουλίαν ἑτέρους, οἳ στρατὸν αὐτῷ συνέλεγον ἀφανῶς.

καὶ τάδε πάντα ἔτι ἀγνοούμενα Φουλβία γύναιον οὐκ ἀφανὲς ἐμήνυε τῷ Κικέρωνι· ἧς ἐρῶν Κόιντος Κούριος, ἀνὴρ διʼ ὀνείδη πολλὰ τῆς βουλῆς ἀπεωσμένος καὶ τῆσδε τῆς Κατιλίνα συνθήκης ἠξιωμένος, κούφως μάλα καὶ φιλοτίμως ἐξέφερεν οἷα πρὸς ἐρωμένην, ὡς αὐτίκα δυναστεύσων. ἤδη δὲ καὶ περὶ τῶν ἐν τῇ Ἰταλίᾳ γιγνομένων λόγος ἐφοίτα. καὶ ὁ Κικέρων τήν τε πόλιν ἐκ διαστημάτων φρουραῖς διελάμβανε καὶ τῶν ἐπιφανῶν ἐξέπεμπε πολλοὺς ἐς πάντα τὰ ὕποπτα τοῖς γιγνομένοις ἐφεδρεύειν. Κατιλίνας δʼ, οὐδενὸς μέν πω θαρροῦντος αὐτοῦ λαβέσθαι διὰ τὴν ἔτι τοῦ ἀκριβοῦς ἀγνωσίαν, δεδιὼς δὲ ὅμως καὶ τὸ χρόνιον ἡγούμενος ὕποπτον, ἐν δὲ τῷ τάχει τὴν ἐλπίδα τιθέμενος, τά τε χρήματα προύπεμπεν ἐς Φαισούλας καὶ τοῖς συνωμόταις ἐντειλάμενος κτεῖναι Κικέρωνα καὶ τὴν πόλιν ἐκ διαστημάτων πολλῶν νυκτὸς ἐμπρῆσαι μιᾶς ἐξῄει πρὸς Γάιον Μάλλιον ὡς αὐτίκα στρατὸν ἄλλον ἀθροίσων καὶ ἐς τὸν ἐμπρησμὸν τῆς πόλεως ἐπιδραμούμενος. ὁ μὲν δὴ ῥάβδους τε καὶ πελέκεας ὥς τις ἀνθύπατος κούφως μάλα ἀνέσχε πρὸ ἑαυτοῦ καὶ ἐς τὸν Μάλλιον ἐχώρει στρατολογῶν· Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν, ὅτε Κατιλίναν ἐν Φαισούλαις πυνθάνοιντο γεγενῆσθαι, Λέντλον μὲν αὐτὸν καὶ Κέθηγον ἐφεδρεῦσαι ταῖς Κικέρωνος θύραις περὶ ἕω μετὰ κεκρυμμένων ξιφιδίων, ἐσδεχθέντας τε διὰ τὴν ἀξίωσιν καὶ λαλοῦντας ὁτιδὴ μηκῦναι τὴν ὁμιλίαν ἐν περιπάτῳ καὶ κτεῖναι περισπάσαντας ἀπὸ τῶν ἄλλων, Λεύκιον δὲ Βηστίαν τὸν δήμαρχον ἐκκλησίαν εὐθὺς ὑπὸ κήρυξι συνάγειν καὶ κατηγορεῖν τοῦ Κικέρωνος ὡς ἀεὶ δειλοῦ καὶ πολεμοποιοῦ καὶ τὴν πόλιν ἐν οὐδενὶ δεινῷ διαταράττοντος, ἐπὶ δὲ τῇ Βηστίου δημηγορίᾳ, νυκτὸς αὐτίκα τῆς ἐπιούσης, ἑτέρους ἐν δυώδεκα τόποις ἐμπιπράναι τὴν πόλιν καὶ διαρπάζειν καὶ κατακτείνειν τοὺς ἀρίστους.

ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν· Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν, --- ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα· οἱ δʼ Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης, ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. παρὰ δὲ τοῦ Σάγγα μαθὼν ὁ Κικέρων συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον καὶ ἐς τὴν βουλὴν εὐθέως ἐπήγαγεν· οἱ δʼ ὡμολόγουν, ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν, ἀχθέντας τε ἤλεγχον, ὡς ὁ Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι.

λεχθέντων δὲ τούτων ἡ μὲν βουλὴ Λέντλον παρέλυσε τῆς ἀρχῆς, ὁ δὲ Κικέρων ἕκαστον ἐς τὰς οἰκίας τῶν στρατηγῶν διαθεὶς ἐπανῆλθεν αὐτίκα καὶ ψῆφον περὶ αὐτῶν ἐδίδου. θόρυβος δʼ ἦν ἀμφὶ τὸ βουλευτήριον, ἀγνοουμένου ἔτι τοῦ ἀκριβοῦς, καὶ δέος τῶν συνεγνωκότων. αὐτοῦ δὲ Λέντλου καὶ Κεθήγου θεράποντές τε καὶ ἐξελεύθεροι, χειροτέχνας πολλοὺς προσλαβόντες, κατʼ ὀπισθίας ὁδοὺς περιῄεσαν ἐπὶ τὰς τῶν στρατηγῶν οἰκίας ὡς τοὺς δεσπότας ἐξαρπασόμενοι. ὧν ὁ Κικέρων πυθόμενος ἐξέδραμεν ἐκ τοῦ βουλευτηρίου καὶ διαθεὶς ἐς τὰ ἐπίκαιρα φύλακας ἐπανῆλθε καὶ τὴν γνώμην ἐπετάχυνε. Σιλανὸς μὲν δὴ πρῶτος ἔλεγεν, ὃς ἐς τὸ μέλλον ᾕρητο ὑπατεύειν· ὧδε γὰρ Ῥωμαίοις ὁ μέλλων ὑπατεύσειν πρῶτος ἐσφέρει γνώμην, ὡς αὐτός, οἶμαι, πολλὰ τῶν κυρουμένων ἐργασόμενος καὶ ἐκ τοῦδε εὐβουλότερόν τε καὶ εὐλαβέστερον ἐνθυμησόμενος περὶ ἑκάστου. ἀξιοῦντι δὲ τῷ Σιλανῷ τοὺς ἄνδρας ἐσχάτῃ κολάσει μετιέναι πολλοὶ συνετίθεντο, ἕως, ἐπὶ Νέρωνα τῆς γνώμης περιιούσης, ὁ Νέρων ἐδικαίου φυλάττειν αὐτούς, μέχρι Κατιλίναν ἐξέλωσι πολέμῳ καὶ τὰ ἀκριβέστατα μάθωσι,

γάιός τε Καῖσαρ οὐ καθαρεύων μὲν ὑπονοίας μὴ συνεγνωκέναι τοῖς ἀνδράσι, Κικέρωνος δʼ οὐ θαρροῦντος καὶ τόνδε, ὑπεραρέσκοντα τῷ δήμῳ, ἐς τὸν ἀγῶνα προβαλέσθαι, προσετίθει διαθέσθαι τοὺς ἄνδρας Κικέρωνα τῆς Ἰταλίας ἐν πόλεσιν αἷς ἂν αὐτὸς δοκιμάσῃ, μέχρι Κατιλίνα καταπολεμηθέντος ἐς δικαστήριον ὑπαχθῶσι, καὶ μηδὲν ἀνήκεστον ἐς ἄνδρας ἐπιφανεῖς ᾖ πρὸ λόγου καὶ δίκης ἐξειργασμένος. δικαίου δὲ τῆς γνώμης φανείσης καὶ δεχθείσης, ἀκρατῶς οἱ πολλοὶ μετετίθεντο, μέχρι Κάτων ἤδη σαφῶς ἀνακαλύπτων τὴν ἐς τὸν Καίσαρα ὑποψίαν καὶ ὁ Κικέρων δεδιὼς ἀμφὶ τῇ νυκτὶ προσιούσῃ, μὴ τὸ συνεγνωκὸς τοῖς ἀνδράσι πλῆθος αἰωρούμενον ἔτι κατʼ ἀγορὰν καὶ δεδιὸς περί τε σφῶν αὐτῶν καὶ περὶ ἐκείνων ἐργάσηταί τι ἄτοπον, ἔπεισαν ὡς αὐτοφώρων ἄνευ κρίσεως καταγνῶναι. καὶ εὐθὺς ἐκ τῶν οἰκιῶν, ἔτι τῆς βουλῆς συνεστώσης, ἕκαστον αὐτῶν ὁ Κικέρων ἐς τὸ δεσμωτήριον μεταγαγών, τοῦ πλήθους ἀγνοοῦντος, ἐπεῖδεν ἀποθνῄσκοντας καὶ τοῖς ἐν ἀγορᾷ παροδεύων ἐσήμηνεν, ὅτι τεθνᾶσιν. οἱ δὲ διελύοντο πεφρικότες τε καὶ περὶ σφῶν ἀγαπῶντες ὡς διαλαθόντες.

οὕτω μὲν ἡ πόλις ἀνέπνευσεν ἀπὸ τοῦ δέους πολλοῦ σφίσιν ἐκείνης τῆς ἡμέρας ἐπιστάντος· Κατιλίναν δὲ ἐς δισμυρίους τε ἀγείραντα καὶ τούτων τεταρτημόριον ὁπλίσαντα ἤδη καὶ ἐς Γαλατίαν ἐπὶ ἄλλην παρασκευὴν ἀπιόντα Ἀντώνιος ὁ ἕτερος ὕπατος ὑπʼ Ἀλπείοις καταλαβών, οὐ δυσχερῶς ἐκράτησεν ἀνδρὸς ἐμπλήκτως ἀλλόκοτον ἔργον ἐπὶ νοῦν λαβόντος τε καὶ ἐς πεῖραν ἔτι ἐμπληκτότερον ἀπαρασκεύως προαγαγόντος. οὐ μὴν ὅ γε Κατιλίνας οὐδʼ ἄλλος οὐδεὶς τῶν συνόντων ἐπιφανῶν φυγεῖν ἠξίωσεν, ἀλλ ἐσδραμόντες ἐς τοὺς πολεμίους ἀπώλοντο.

ὧδε μὲν ἡ Κατιλίνα ἐπανάστασις, παρʼ ὀλίγον ἐς ἔσχατον ἐλθοῦσα κινδύνου τῇ πόλει, διελύετο. καὶ ὁ Κικέρων, ἅπασιν ἐπὶ λόγου δυνάμει μόνῃ γνώριμος ὤν, τότε καὶ ἐπὶ ἔργῳ διὰ στόματος ἦν καὶ σωτὴρ ἐδόκει περιφανῶς ἀπολλυμένῃ τῇ πατρίδι γενέσθαι, χάριτές τε ἦσαν αὐτῷ παρὰ τὴν ἐκκλησίαν καὶ εὐφημίαι ποικίλαι. Κάτωνος δʼ αὐτὸν καὶ πατέρα τῆς πατρίδος προσαγορεύσαντος ἐπεβόησεν ὁ δῆμος. καὶ δοκεῖ τισιν ἥδε ἡ εὐφημία ἀπὸ Κικέρωνος ἀρξαμένη περιελθεῖν ἐς τῶν νῦν αὐτοκρατόρων τοὺς φαινομένους ἀξίους· οὐδὲ γὰρ τοῖσδε, καίπερ οὖσι βασιλεῦσιν, εὐθὺς ἀπʼ ἀρχῆς ἅμα ταῖς ἄλλαις ἐπωνυμίαις, ἀλλὰ σὺν χρόνῳ μόλις ἥδε, ὡς ἐντελὴς ἐπὶ μεγίστοις δὴ μαρτυρία, ψηφίζεται.

ὁ δὲ Καῖσαρ στρατηγὸς ἐς Ἰβηρίαν αἱρεθεὶς ἐπὶ μέν τι πρὸς τῶν χρήστων διεκρατεῖτο ἐν Ῥώμῃ, πολὺ πλέονα τῆς περιουσίας ὀφλὼν διὰ τὰς φιλοτιμίας· ὅτε φασὶν αὐτὸν εἰπεῖν, ὅτι δέοιτο δισχιλίων καὶ πεντακοσίων μυριάδων, ἵνα ἔχοι μηδέν· διαθέμενος δὲ τοὺς ἐνοχλοῦντας, ὡς ἐδύνατο, καὶ τῆς Ἰβηρίας ἐπιβὰς χρηματίζειν μὲν ταῖς πόλεσιν ἢ διαιτᾶν δίκας ἢ ὅσα ὁμοιότροπα τούτοις, ἅπαντα ὑπερεῖδεν ὡς οὐδὲν οἷς ἐπενόει χρήσιμα, στρατιὰν δὲ ἀγείρας ἐπετίθετο τοῖς ἔτι λοιποῖς Ἰβήρων ἀνὰ μέρος, μέχρι τὴν Ἰβηρίαν ἐς τὸ ὁλόκληρον ἀπέφηνε Ῥωμαίοις ὑποτελῆ, καὶ χρήματα πολλὰ ἐς Ῥώμην ἔπεμψεν ἐς τὸ κοινὸν ταμιεῖον. ἐφʼ οἷς ἡ μὲν βουλὴ θριαμβεῦσαι παρέσχεν αὐτῷ, ὁ δὲ τῆς πομπῆς τὴν παρασκευὴν ἐς τὸ λαμπρότατον ἐν τοῖς τῆς Ῥώμης προαστείοις διεκόσμει, ἐν αἷς ἡμέραις ὑπατείας ἦσαν παραγγελίαι, καὶ ἔδει τὸν παραγγέλλοντα παρεῖναι, ἐσελθόντι δὲ οὐκ ἦν ἔτι ἐπὶ τὸν θρίαμβον ἐπανελθεῖν. ὁ δὲ καὶ τῆς ἀρχῆς ἐς πολλὰ τυχεῖν ἐπειγόμενος καὶ τὴν πομπὴν οὐχ ἕτοιμον ἔχων ἐσέπεμπε τῇ βουλῇ δεόμενος ἐπιτρέψαι οἱ τὴν παραγγελίαν ἀπόντι ποιήσασθαι διὰ τῶν φίλων, εἰδὼς μὲν παράνομον, γεγονὸς δὲ ἤδη καὶ ἑτέροις. Κάτωνος δʼ ἀντιλέγοντος αὐτῷ καὶ τὴν ἡμέραν τελευταίαν οὖσαν τῶν παραγγελιῶν ἀναλοῦντος ἐπὶ τοῖς λόγοις, ἐσέδραμεν ὁ Καῖσαρ ὑπεριδὼν τοῦ θριάμβου καὶ παραγγείλας ἐς τὴν ἀρχὴν ἀνέμενε τὴν χειροτονίαν.