Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ τότε μάλιστα πολλοὶ Σερτωρίου πρὸς τὸν Μέτελλον ηὐτομόλουν, ἐφʼ ᾧ χαλεπαίνων ὁ Σερτώριος ἀγρίως καὶ βαρβαρικῶς ἐλυμαίνετο πολλοῖς καὶ διὰ μίσους ἐγίγνετο. μᾶλλον δʼ αὐτὸν ὁ στρατὸς ἐν αἰτίαις εἶχεν, ἐπεὶ καὶ δορυφόρους ἀντʼ αὐτῶν ἐπήγετο πανταχοῦ Κελτίβηρας καὶ τὴν φυλακὴν τοῦ σώματος, Ῥωμαίους ἀπελάσας, τοῖσδε ἀντʼ ἐκείνων ἐπέτρεπεν. οὐ γὰρ ἔφερον ἐς ἀπιστίαν ὀνειδιζόμενοι, εἰ καὶ πολεμίῳ Ῥωμαίων ἐστρατεύοντο· ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ἀπίστους ἐς τὴν πατρίδα διὰ τὸν Σερτώριον γενομένους ἀπιστεῖσθαι καὶ πρὸς αὐτοῦ, οὐδʼ ἠξίουν διὰ τοὺς αὐτομολήσαντας οἱ παραμένοντες κατεγνῶσθαι. πολλὰ δὲ καὶ οἱ Κελτίβηρες αὐτοῖς, ἀφορμῆς λαβόμενοι, ἐνύβριζον ὡς ἀπιστουμένοις. οἱ δʼ οὐ τελέως ὅμως τὸν Σερτώριον ἀπεστρέφοντο διὰ τὰς χρείας· οὐ γὰρ ἦν τότε τοῦ ἀνδρὸς οὔτε πολεμικώτερος ἄλλος οὔτʼ ἐπιτυχέστερος. ὅθεν αὐτὸν καὶ οἱ Κελτίβηρες διὰ τὴν ταχυεργίαν ἐκάλουν Ἀννίβαν, ὃν θρασύτατόν τε καὶ ἀπατηλότατον στρατηγὸν παρὰ σφίσιν ἐδόκουν γενέσθαι. ὁ μὲν δὴ στρατὸς ὧδε εἶχε Σερτωρίῳ, πόλεις δʼ αὐτοῦ πολλὰς επέτρεχον οἱ περὶ τὸν Μέτελλον καὶ τοὺς ἄνδρας ἐς τὰ ὑπήκοα σφίσι μετῆγον. Παλαντίαν δὲ Πομπηίου περικαθημένου καὶ τὰ τείχη ξύλων κορμοῖς ὑποκρεμάσαντος, ἐπιφανεὶς ὁ Σερτώριος τὴν μὲν πολιορκίαν ἐξέλυσε, τὰ τείχη δʼ ἔφθασεν ὑποκαύσας ὁ Πομπήιος καὶ ἐς Μέτελλον ἀνεχώρει. Σερτώριος δὲ καὶ τὰ πεσόντα ἤγειρε, καὶ τοῖς περί τι χωρίον Καλάγυρον στρατοπεδεύουσιν ἐπιδραμὼν ἔκτεινε τρισχιλίους. καὶ τάδε ἦν καὶ τοῦδε τοῦ ἔτους ἐν Ιβηρίᾳ.

τοῦ δʼ ἐπιόντος οἱ στρατηγοὶ Ῥωμαίων μᾶλλόν τι θαρρήσαντες ἐπῄεσαν ταῖς πόλεσι ταῖς ὑπὸ Σερτωρίῳ σὺν καταφρονήσει καὶ πολλὰ αὐτοῦ περιέσπων καὶ ἑτέροις ἐπέβαινον, ἐπαιρόμενοι τοῖς ἀπαντωμένοις. οὐ μέντοι μεγάλῃ γε μάχῃ συνηνέχθησαν, ἀλλʼ αὖθις --- , μέχρι τοῦ ἑξῆς ἔτους αὐτοὶ μὲν αὖθις ἐπῄεσαν σὺν πλέονι μᾶλλον καταφρονήσει, ὁ δὲ Σερτώριος βλάπτοντος ἤδη θεοῦ τὸν μὲν ἐπὶ τοῖς πράγμασι πόνον ἑκὼν μεθίει, τὰ πολλὰ δʼ ἦν ἐπὶ τρυφῆς, γυναιξὶ καὶ κώμοις καὶ πότοις σχολάζων. ὅθεν ἡττᾶτο συνεχῶς. καὶ γεγένητο ὀργήν τε ἄκρος διʼ ὑπονοίας ποικίλας καὶ ὠμότατος ἐς κόλασιν καὶ ὑπόπτης ἐς ἅπαντας, ὥστε καὶ Περπένναν, τὸν ἐκ τῆς Αἰμιλίου στάσεως ἑκόντα πρὸς αὐτὸν ἐλθόντα μετὰ πολλοῦ στρατοῦ, δεῖσαι περὶ ἑαυτοῦ καὶ προεπιβουλεῦσαι μετὰ ἀνδρῶν δέκα. ὡς δὲ καὶ τῶνδέ τινες τῶν ἀνδρῶν ἐνδειχθέντες οἱ μὲν ἐκολάσθησαν, οἱ δʼ ἀπέφυγον, ὁ Περπέννας παρὰ δόξαν λαθὼν ἔτι μᾶλλον ἐπὶ τὸ ἔργον ἠπείγετο καὶ οὐδαμοῦ τὸν Σερτώριον μεθιέντα τοὺς δορυφόρους ἐπὶ ἑστίασιν ἐκάλει, μεθύσας δʼ αὐτόν τε καὶ τὴν περιεστῶσαν τὸν ἀνδρῶνα φυλακὴν ἔκτεινεν ἀπὸ τῆς διαίτης.

καὶ ὁ στρατὸς εὐθὺς ἐπὶ τὸν Περπένναν ἀνίστατο σὺν θορύβῳ τε πολλῷ καὶ μετʼ ὀργῆς, ἐς εὔνοιαν αὐτίκα τοῦ Σερτωρίου μεταβαλόντες ἀπὸ τοῦ μίσους, ὥσπερ ἅπαντες ἐπὶ τοῖς ἀποθανοῦσι τὴν μὲν ὀργὴν μεθιᾶσιν, οὐκ ἐμποδὼν ἔτι τοῦ λυποῦντος ὄντος, ἐς δὲ τὴν ἀρετὴν αὐτῶν μετʼ ἐλέου καὶ μνήμης ἐπανίασι. τότε δὲ καὶ τὰ παρόντα σφίσιν ἐκλογιζόμενοι, Περπέννα μὲν ὡς ἰδιώτου κατεφρόνουν, τὴν δʼ ἀρετὴν Σερτωρίου μόνην ἂν σφίσιν ἡγούμενοι γενέσθαι σωτήριον, χαλεπῶς ἐς τὸν Περπένναν διετίθεντο αὐτοί τε καὶ οἱ βάρβαροι σὺν αὐτοῖς, μάλιστα δὲ τούτων Λυσιτανοί, ὅσῳ καὶ μάλιστα αὐτοῖς ὁ Σερτώριος ἐχρῆτο.

ὡς δὲ καὶ τῶν διαθηκῶν ἀνοιχθεισῶν τῶν Σερτωρίου ὁ Περπέννας αὐταῖς ἐνεγέγραπτο ἐπὶ τῷ κλήρῳ, μᾶλλόν τι πάντας ὀργὴ καὶ μῖσος ἐς τὸν Περπένναν ἐσῄει, ὡς οὐκ ἐς ἄρχοντα μόνον ἢ στρατηγόν, ἀλλὰ καὶ ἐς φίλον καὶ εὐεργέτην τοσόνδε μύσος ἐργασάμενον. καὶ οὐκ ἂν οὐδὲ χειρῶν ἀπέσχοντο, εἰ μὴ περιθέων αὐτοὺς ὁ Περπέννας τοὺς μὲν δώροις ὑπηγάγετο, τοὺς δʼ ὑποσχέσεσι, τοὺς δʼ ἀπειλαῖς ἐξεφόβησε, τοὺς δὲ καὶ διεχρήσατο ἐς κατάπληξιν ἑτέρων. ἐπί τε τὰ πλήθη παρερχόμενος ἐδημαγώγει καὶ τοὺς δεσμώτας αὐτῶν ἐξέλυεν, οὓς ὁ Σερτώριος κατέδησεν, καὶ τοῖς Ἴβηρσι τὰ ὅμηρα ἀπέλυεν. οἷς ὑπαχθέντες ὑπήκουον μὲν ὡς στρατηγῷ ʽτὸ γὰρ δὴ μετὰ Σερτώριον εἶχεν ἀξίωμἀ, οὐ μέντοι χωρὶς δυσμενείας οὐδὲ τότε ἐγίγνοντο· καὶ γὰρ ὠμότατος αὐτίκα ἐς κολάσεις θαρρήσας ἐφαίνετο καὶ τῶν ἐκ Ῥώμης αὐτῷ συμφυγόντων ἐπιφανῶν ἔκτεινε τρεῖς καὶ τὸν ἀδελφιδοῦν ἑαυτοῦ.

ὡς δὲ ἐφʼ ἕτερα τῆς Ἰβηρίας ὁ Μέτελλος ᾤχετο ʽοὐ γὰρ ἔτι δυσχερὲς ἐδόκει Περπένναν ἐπιτρέψαι μόνῳ Πομπηίᾠ, ἐπὶ μέν τινας ἡμέρας ἐγίγνοντο ἁψιμαχίαι καὶ ἀπόπειραι Πομπηίου καὶ Περπέννα, μὴ σαλευόντων ἄθρουν τὸν στρατόν, τῇ δεκάτῃ δὲ ἀγὼν αὐτοῖς μέγιστος ἐξερράγη. ἑνὶ γὰρ ἔργῳ κρίναντες διακριθῆναι, Πομπήιος μὲν τῆς Περπέννα στρατηγίας κατεφρόνει, Περπέννας δʼ ὡς οὐ πιστῷ χρησόμενος ἐς πολὺ τῷ στρατῷ, πάσῃ σχεδὸν τῇ δυνάμει συνεπλέκετο. ταχὺ δʼ ὁ Πομπήιος περιῆν ὡς οὔτε στρατηγοῦ διαφέροντος οὔτε προθύμου στρατοῦ. καὶ τροπῆς πάντων ὁμαλοῦς γενομένης ὁ μὲν Περπέννας ὑπὸ θάμνῳ πόας ἐκρύφθη, δεδιὼς τοὺς οἰκείους μᾶλλον τῶν πολεμίων· λαβόντες δʼ αὐτὸν ἱππέες τινες εἷλκον ἐς τὸν Πομπήιον, ἐπιβλασφημούμενον ὑπὸ τῶν ἰδίων ὡς αὐθέντην Σερτωρίου καὶ βοῶντα πολλὰ μηνύσειν τῷ Πομπηίῳ περὶ τῆς Ῥώμῃ στάσεως· ἔλεγε δὲ εἴτε ἀληθεύων εἴθʼ ἵνα σῶος ἀχθείη πρὸς αὐτόν. ὁ δὲ προπέμψας ἀπέκτεινεν αὐτόν, πρὶν ἐς ὄψιν ἐλθεῖν, δείσας ἄρα, μή τι μηνύσειεν ἀδόκητον καὶ ἑτέρων ἀρχὴ κακῶν ἐν Ῥώμῃ γένοιτο. καὶ ἔδοξεν ἐμφρόνως πάνυ τοῦθʼ ὁ Πομπήιος πρᾶξαι καὶ συνετέλεσεν αὐτῷ καὶ τόδε εἰς δόξαν ἀγαθήν. τέλος δʼ ἦν τοῦτο τῷ περὶ Ἰβηρίαν πολέμῳ, τὸ καὶ Σερτωρίῳ τοῦ βίου γενόμενον· δοκεῖ γὰρ οὐκ ἂν οὔτε ὀξέως οὔτε εὐμαρῶς οὕτως, ἔτι Σερτωρίου περιόντος, συντελεσθῆναι.

τοῦ δʼ αὐτοῦ χρόνου περὶ τὴν Ἰταλίαν μονομάχων ἐς θέας ἐν Καπύῃ τρεφομένων, Σπάρτακος Θρᾲξ ἀνήρ, ἐστρατευμένος ποτὲ Ῥωμαίοις, ἐκ δὲ αἰχμαλωσίας καὶ πράσεως ἐν τοῖς μονομάχοις ὤν, ἔπεισεν αὐτῶν ἐς ἑβδομήκοντα ἄνδρας μάλιστα κινδυνεῦσαι περὶ ἐλευθερίας μᾶλλον ἢ θέας ἐπιδείξεως καὶ βιασάμενος σὺν αὐτοῖς τοὺς φυλάσσοντας ἐξέδραμε· καί τινων ὁδοιπόρων ξύλοις καὶ ξιφιδίοις ὁπλισάμενος ἐς τὸ Βέσβιον ὄρος ἀνέφυγεν, ἔνθα πολλοὺς ἀποδιδράσκοντας οἰκέτας καί τινας ἐλευθέρους ἐκ τῶν ἀγρῶν ὑποδεχόμενος ἐλῄστευε τὰ ἐγγύς, ὑποστρατήγους ἔχων Οἰνόμαόν τε καὶ Κρίξον μονομάχους. μεριζομένῳ δʼ αὐτῷ τὰ κέρδη κατʼ ἰσομοιρίαν ταχὺ πλῆθος ἦν ἀνδρῶν· καὶ πρῶτος ἐπʼ αὐτὸν ἐκπεμφθεὶς Οὐαρίνιος Γλάβρος, ἐπὶ δʼ ἐκείνῳ Πόπλιος Οὐαλέριος, οὐ πολιτικὴν στρατιὰν ἄγοντες, ἀλλʼ ὅσους ἐν σπουδῇ καὶ παρόδῳ συνέλεξαν ʽοὐ γάρ πω Ῥωμαῖοι πόλεμον, ἀλλʼ ἐπιδρομήν τινα καὶ λῃστηρίῳ τὸ ἔργον ὅμοιον ἡγοῦντο εἶναἰ, συμβαλόντες ἡττῶντο. Οὐαρινίου δὲ καὶ τὸν ἵππον αὐτὸς Σπάρτακος περιέσπασεν· παρὰ τοσοῦτον ἦλθε κινδύνου Ῥωμαίων ὁ στρατηγὸς αὐτὸς αἰχμάλωτος ὑπὸ μονομάχου γενέσθαι.

μετὰ δὲ τοῦτο Σπαρτάκῳ μὲν ἔτι μᾶλλον πολλοὶ συνέθεον, καὶ ἑπτὰ μυριάδες ἦσαν ἤδη στρατοῦ, καὶ ὅπλα ἐχάλκευε καὶ παρασκευὴν συνέλεγεν, οἱ δʼ ἐν ἄστει τοὺς ὑπάτους ἐξέπεμπον μετὰ δύο τελῶν. καὶ τούτων ὑπὸ μὲν θατέρου Κρίξος, ἡγούμενος τρισμυρίων ἀνδρῶν, περὶ τὸ Γάργανον ὄρος ἡττᾶτο, καὶ δύο μέρη τοῦ στρατοῦ καὶ αὐτὸς συναπώλετο αὐτοῖς· Σπάρτακον δὲ διὰ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὰ Ἄλπεια καὶ ἐς Κελτοὺς ἀπὸ τῶν Ἀλπείων ἐπειγόμενον ὁ ἕτερος ὕπατος προλαβὼν ἐκώλυε τῆς φυγῆς, καὶ ὁ ἕτερος ἐδίωκεν. ὁ δʼ ἐφʼ ἑκάτερον αὐτῶν ἐπιστρεφόμενος παρὰ μέρος ἐνίκα. καὶ οἱ μὲν σὺν θορύβῳ τὸ ἀπὸ τοῦδε ὑπεχώρουν, ὁ δὲ Σπάρτακος τριακοσίους Ῥωμαίων αἰχμαλώτους ἐναγίσας Κρίξῳ, δυώδεκα μυριάσι πεζῶν ἐς Ῥώμην ἠπείγετο, τὰ ἄχρηστα τῶν σκευῶν κατακαύσας καὶ τοὺς αἰχμαλώτους πάντας ἀνελὼν καὶ ἐπισφάξας τὰ ὑποζύγια, ἵνα κοῦφος εἴη· αὐτομόλων τε πολλῶν αὐτῷ προσιόντων οὐδένα προσίετο. καὶ τῶν ὑπάτων αὐτὸν αὖθις περὶ τὴν Πικηνίτιδα γῆν ὑποστάντων, μέγας ἀγὼν ἕτερος ὅδε γίγνεται καὶ μεγάλη καὶ τότε ἧσσα Ῥωμαίων.

ὁ δὲ τῆς μὲν ἐς Ῥώμην ὁδοῦ μετέγνω, ὡς οὔπω γεγονὼς ἀξιόμαχος οὐδὲ τὸν στρατὸν ὅλον ἔχων στρατιωτικῶς ὡπλισμένον (οὐ γάρ τις αὐτοῖς συνέπραττε πόλις, ἀλλὰ θεράποντες ἦσαν καὶ αὐτόμολοι καὶ σύγκλυδες), τὰ δʼ ὄρη τὰ περὶ Θουρίους καὶ τὴν πόλιν αὐτὴν κατέλαβε, καὶ χρυσὸν μὲν ἢ ἄργυρον τοὺς ἐμπόρους ἐσφέρειν ἐκώλυε καὶ κεκτῆσθαι τοὺς ἑαυτοῦ, μόνον δὲ σίδηρον καὶ χαλκὸν ὠνοῦντο πολλοῦ καὶ τοὺς ἐσφέροντας οὐκ ἠδίκουν. ὅθεν ἀθρόας ὕλης εὐπορήσαντες εὖ παρεσκευάσαντο καὶ θαμινὰ ἐπὶ λεηλασίας ἐξῄεσαν. Ῥωμαίοις τε πάλιν συνενεχθέντες ἐς χεῖρας ἐκράτουν καὶ τότε καὶ λείας πολλῆς γέμοντες ἐπανῄεσαν.

Τριέτης τε ἦν ἤδη καὶ φοβερὸς αὐτοῖς ὁ πόλεμος, γελώμενος ἐν ἀρχῇ καὶ καταφρονούμενος ὡς μονομάχων. προτεθείσης τε στρατηγῶν ἄλλων χειροτονίας ὄκνος ἐπεῖχεν ἅπαντας καὶ παρήγγελλεν οὐδείς, μέχρι Λικίνιος Κράσσος, γένει καὶ πλούτῳ Ῥωμαίων διαφανής, ἀνεδέξατο στρατηγήσειν καὶ τέλεσιν ἓξ ἄλλοις ἤλαυνεν ἐπὶ τὸν Σπάρτακον· ἀφικόμενος δὲ καὶ τὰ τῶν ὑπάτων δύο προσέλαβε. καὶ τῶνδε μὲν αὐτίκα διακληρώσας ὡς πολλάκις ἡττημένων ἐπὶ θανάτῳ μέρος δέκατον διέφθειρεν. οἱ δʼ οὐχ οὕτω νομίζουσιν, ἀλλὰ παντὶ τῷ στρατῷ συμβαλόντα καὶ τόνδε καὶ ἡττημένον, πάντων διακληρῶσαι τὸ δέκατον καὶ ἀνελεῖν ἐς τετρακισχιλίους, οὐδὲν διὰ τὸ πλῆθος ἐνδοιάσαντα. ὁποτέρως δʼ ἔπραξε, φοβερώτερος αὐτοῖς τῆς τῶν πολεμίων ἥττης φανεὶς αὐτίκα μυρίων Σπαρτακείων ἐφʼ ἑαυτῶν που στρατοπεδευόντων ἐκράτει καὶ δύο αὐτῶν μέρη κατακανὼν ἐπʼ αὐτὸν ἤλαυνε τὸν Σπάρτακον σὺν καταφρονήσει. νικήσας δὲ καὶ τόνδε λαμπρῶς ἐδίωκε φεύγοντα ἐπὶ τὴν θάλασσαν ὡς διαπλευσούμενον ἐς Σικελίαν καὶ καταλαβὼν ἀπετάφρευε καὶ ἀπετείχιζε καὶ ἀπεσταύρου.

βιαζομένου δʼ ἐς τὴν Σαυνίτιδα τοῦ Σπαρτάκου διαδραμεῖν, ἔκτεινεν ὁ Κράσσος ἐς ἑξακισχιλίους ἄλλους περὶ ἕω καὶ περὶ δείλην ἐς τοσούσδε ἑτέρους, τριῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ μόνων ἀποθανόντων καὶ ἑπτὰ τρωθέντων· τοσήδε ἦν αὐτίκα διὰ τὴν κόλασιν ἐς τὸ τῆς νίκης θάρσος μεταβολή. Σπάρτακος δὲ ἱππέας ποθὲν προσιόντας αὐτῷ περιμένων οὐκέτι μὲν ἐς μάχην ᾔει τῷ στρατῷ παντί, πολλὰ δʼ ἠνώχλει τοῖς περικαθημένοις ἀνὰ μέρος, ἄφνω τε καὶ συνεχῶς αὐτοῖς ἐπιπίπτων, φακέλους τε ξύλων ἐς τὴν τάφρον ἐμβάλλων κατέκαιε καὶ τὸν πόνον αὐτοῖς δύσεργον ἐποίει. αἰχμάλωτόν τε Ῥωμαῖον ἐκρέμασεν ἐν τῷ μεταιχμίῳ, δεικνὺς τοῖς ἰδίοις τὴν ὄψιν ὧν πείσονται, μὴ κρατοῦντες. οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς πολιορκίας πυνθανόμενοι καὶ ἀδοξοῦντες, εἰ χρόνιος αὑτοῖς ἔσται πόλεμος μονομάχων, προσκατέλεγον ἐπὶ τὴν στρατείαν Πομπήιον ἄρτι ἀφικόμενον ἐξ Ἰβηρίας, πιστεύοντες ἤδη δυσχερὲς εἶναι καὶ μέγα τὸ Σπαρτάκειον ἔργον.

διὰ δὲ τὴν χειροτονίαν τήνδε καὶ Κράσσος, ἵνα μὴ τὸ κλέος τοῦ πολέμου γένοιτο Πομπηίου, πάντα τρόπον ἐπειγόμενος ἐπεχείρει τῷ Σπαρτάκῳ, καὶ ὁ Σπάρτακος, τὸν Πομπήιον προλαβεῖν ἀξιῶν, ἐς συνθήκας τὸν Κράσσον προυκαλεῖτο. ὑπερορώμενος δʼ ὑπʼ αὐτοῦ διακινδυνεύειν τε ἔγνω καί, παρόντων οἱ τῶν ἱππέων ἤδη, ὤσατο παντὶ τῷ στρατῷ διὰ τοῦ περιτειχίσματος καὶ ἔφυγεν ἐπὶ Βρεντέσιον, Κράσσου διώκοντος. ὡς δὲ καὶ Λεύκολλον ἔμαθεν ὁ Σπάρτακος ἐς τὸ Βρεντέσιον, ἀπὸ τῆς ἐπὶ Μιθριδάτῃ νίκης ἐπανιόντα, εἶναι, πάντων ἀπογνοὺς ἐς χεῖρας ᾔει τῷ Κράσσῳ μετὰ πολλοῦ καὶ τότε πλήθους· γενομένης δὲ τῆς μάχης μακρᾶς τε καὶ καρτερᾶς ὡς ἐν ἀπογνώσει τοσῶνδε μυριάδων, τιτρώσκεται ἐς τὸν μηρὸν ὁ Σπάρτακος δορατίῳ καὶ συγκάμψας τὸ γόνυ καὶ προβαλὼν τὴν ἀσπίδα πρὸς τοὺς ἐπιόντας ἀπεμάχετο, μέχρι καὶ αὐτὸς καὶ πολὺ πλῆθος ἀμφʼ αὐτὸν κυκλωθέντες ἔπεσον. ὅ τε λοιπὸς αὐτοῦ στρατὸς ἀκόσμως ἤδη κατεκόπτοντο κατὰ πλῆθος, ὡς φόνον γενέσθαι τῶν μὲν οὐδʼ εὐαρίθμητον, Ῥωμαίων δὲ ἐς χιλίους ἄνδρας, καὶ τὸν Σπαρτάκου νέκυν οὐχ εὑρεθῆναι. πολὺ δʼ ἔτι πλῆθος ἦν ἐν τοῖς ὄρεσιν, ἐκ τῆς μάχης διαφυγόν· ἐφʼ οὓς ὁ Κράσσος ἀνέβαινεν. οἱ δὲ διελόντες ἑαυτοὺς ἐς τέσσαρα μέρη ἀπεμάχοντο, μέχρι πάντες ἀπώλοντο πλὴν ἑξακισχιλίων, οἳ ληφθέντες ἐκρεμάσθησαν ἀνὰ ὅλην τὴν ἐς Ῥώμην ἀπὸ Καπύης ὁδόν.