Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ σχολὴν ἄγων ὁ Μιθριδάτης Βόσπορον ἐχειροῦτο, καὶ βασιλέα αὐτοῖς τῶν υἱέων ἕνα ἀπεδείκνυ Μαχάρην. ἐς δʼ Ἀχαιοὺς τοὺς ὑπὲρ Κόλχους ἐσβαλών, οἳ δοκοῦσιν εἶναι τῶν ἐκ Τροίας κατὰ τὴν ἐπάνοδον πλανηθέντων, δύο μέρη τοῦ στρατοῦ πολέμῳ τε καὶ κρύει καὶ ἐνέδραις ἀποβαλὼν ἐπανῆλθε, καὶ ἐς Ῥώμην ἔπεμπε τοὺς συγγραψομένους τὰ συγκείμενα. ἔπεμπε δὲ καὶ Ἀριοβαρζάνης, εἴθʼ ἑκὼν εἴτε πρὸς τινῶν ἐνοχλούμενος, οὐκ ἀπολαμβάνειν Καππαδοκίαν, ἀλλὰ τὸ πλέον αὐτῆς ἔτι Μιθριδάτην ἀφαιρεῖσθαι. Μιθριδάτης μὲν οὖν, Σύλλα κελεύοντος αὐτῷ μεθεῖναι Καππαδοκίαν, μεθῆκε, καὶ ἑτέραν πρεσβείαν ἐπέπεμπεν ἐπὶ τὰς τῶν συνθηκῶν συγγραφάς· ἤδη δὲ Σύλλα τεθνεῶτος, οὐκ ἐπαγόντων αὐτὴν ὡς ἐν ἀσχολίᾳ τῶν προβούλων ἐπὶ τὸ κοινόν, Τιγράνη τὸν γαμβρὸν Μιθριδάτης ἔπεισεν ἐς Καππαδοκίαν ἐμβαλεῖν ὥσπερ ἀφʼ ἑαυτοῦ. καὶ τὸ μὲν σόφισμα οὐκ ἔλαθε Ῥωμαίους, ὁ δʼ Ἀρμένιος Καππαδοκίαν σαγηνεύσας ἐς τριάκοντα μυριάδας ἀνθρώπων ἀνασπάστους ἐς Ἀρμένιαν ἐποίησε, καὶ συνῴκιζεν αὐτοὺς μεθʼ ἑτέρων ἔς τι χωρίον ἔνθα πρῶτον Ἀρμενίας τὸ διάδημα αὐτὸς περιεθήκατο, καὶ Τιγρανόκερτα ἀφʼ ἑαυτοῦ προσεῖπεν· δύναται δʼ εἶναι Τιγρανόπολις.

καὶ τάδε μὲν ἦν ἐν Ἀσίᾳ· Σερτώριος δʼ Ἰβηρίας ἡγούμενος αὐτήν τε Ἰβηρίαν καὶ τὰ περίοικα πάντα ἐπὶ Ῥωμαίους ἀνίστη, καὶ βουλὴν ἐκ τῶν οἱ συνόντων, ἐς μιμημα τῆς συγκλήτου, κατέλεγεν. δύο δʼ αὐτοῦ τῶν στασιωτῶν, Λεύκιοι, Μάγιός τε καὶ Φάννιος, Μιθριδάτην ἔπειθον συμμαχῆσαι τῷ Σερτωρίῳ, πολλὰ περὶ τῆς Ἀσίας αὐτὸν καὶ τῶν ἐγγὺς ἐθνῶν ἐπελπίζοντες. ὁ μὲν δὴ πεισθεὶς ἐς τὸν Σερτώριον ἔπεμψεν· ὁ δὲ τοὺς πρέσβεις ἐς τὴν ἑαυτοῦ σύγκλητον παραγαγών τε, καὶ μεγαλοφρονησάμενος ὅτι τὸ κλέος αὐτοῦ καὶ ἐς τὸν Πόντον διίκετο καὶ Ῥωμαίους ἕξοι πολιορκεῖν ἀπό τε δύσεως καὶ ἐξ ἀνατολῆς, συνετίθετο τῷ Μιθριδάτῃ δώσειν Ἀσίαν τε καὶ Βιθυνίαν καὶ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν, στρατηγόν τε αὐτῷ Μᾶρκον Οὐάριον καὶ συμβούλους τοὺς Λευκίους, Μάγιόν τε καὶ Φάννιον, ἔπεμψεν. μεθʼ ὧν ὁ Μιθριδάτης ἐξέφαινε τὸν τρίτον καὶ τελευταῖόν οἱ γενόμενον ἐς Ῥωμαίους πόλεμον, ἐν ᾧ πᾶσαν ἀπώλεσε τὴν ἀρχὴν Σερτωρίου μὲν ἀποθανόντος, ἐν Ἰβηρίᾳ, ἐπιπεμφθέντων δέ οἱ στρατηγῶν ἀπὸ Ῥώμης προτέρου Λευκόλλου τοῦδε τοῦ νεναυαρχηκότος Σύλλᾳ, ὑστέρου δὲ Πομπηίου, ἐφʼ ὅτου πάντα ὅσα ἦν Μιθριδάτου καὶ ὅσα αὐτοῖς γειτονεύοντα, μέχρι ἐπὶ ποταμὸν Εὐφράτην, προφάσει καὶ ὁρμῇ τοῦ Μιθριδατείου πολέμου ἐς Ῥωμαίους ἅπαντα περιηνέχθη.

Μιθριδάτης μὲν οὖν, οἷα Ῥωμαίων πολλάκις ἐς πεῖραν ἐλθών, καὶ τόνδε μάλιστα τὸν πόλεμον ἡγούμενος, ἀπροφασίστως δὴ καὶ ὀξέως γενόμενον, ἄσπειστον ἕξειν, πᾶσαν ἐπενόει παρασκευὴν ὡς ἄρτι δὴ κριθησόμενος περὶ ἁπάντων. καὶ τὸ λοιπὸν τοῦ θέρους καὶ τὸν χειμῶνα ὅλον ὑλοτομῶν ἐπήγνυτο ναῦς καὶ ὅπλα, καὶ σίτου διακοσίας μεδίμνων μυριάδας ἐπὶ θαλάσσῃ διετίθει. σύμμαχοί τε αὐτῷ προσεγίγνοντο, χωρὶς τῆς προτέρας δυνάμεως, Χάλυβες Ἀρμένιοι Σκύθαι Ταῦροι Ἀχαιοὶ Ἡνίοχοι Λευκόσυροι, καὶ ὅσοι περὶ Θερμώδοντα ποταμὸν γῆν ἔχουσι τὴν Ἀμαζόνων λεγομένην. τοσαῦτα μὲν ἐπὶ τοῖς προτέροις αὐτῷ περὶ τὴν Ἀσίαν προσεγίγνετο, περάσαντι δʼ ἐς τὴν Εὐρώπην Σαυροματῶν οἵ τε βασίλειοι καὶ Ἰάζυγες καὶ Κόραλλοι, καὶ Θρᾳκῶν ὅσα γένη παρὰ τὸν Ἴστρον ἢ Ῥοδόπην ἢ τὸν Αἷμον οἰκοῦσι, καὶ ἐπὶ τοῖσδε Βαστέρναι, τὸ ἀλκιμώτατον αὐτῶν γένος. τοσάδε μὲν δὴ καὶ τῆς Εὐρώπης τότε προσελάμβανεν ὁ Μιθριδάτης. καὶ μυριάδες ἐκ πάντων ἐς τὸ μάχιμον αὐτῷ συνελέγοντο τεσσαρεσκαίδεκα μάλιστα πεζῶν, καὶ ἱππεῖς ἐπὶ μυρίοις ἑξακισχίλιοι. πολὺς δὲ καὶ ἄλλος ὅμιλος ὁδοποιῶν καὶ σκευοφόρων εἵπετο καὶ ἐμπόρων.

ἀρχομένου δʼ ἦρος ἀπόπειραν τοῦ ναυτικοῦ ποιησάμενος, ἔθυε τῷ στρατίῳ Διὶ τὴν συνήθη θυσίαν, καὶ Ποσειδῶνι λευκῶν ἵππων ἅρμα καθεὶς ἐς τὸ πέλαγος ἐπὶ Παφλαγονίας ἠπείγετο, στρατηγούντων αὐτῷ Ταξίλου τε καὶ Ἑρμοκράτους. ὡς δʼ ἀφίκετο, ἐδημηγόρησε τῷ στρατῷ περί τε τῶν προγόνων μάλα σεμνολόγως καὶ περὶ αὑτοῦ μεγαληγόρως, ὅτι τὴν ἀρχὴν ἐκ βραχέος ἐπὶ πλεῖστον προαγαγὼν οὔποτε Ῥωμαίων ἡττηθείη παρών. εἶτα κατηγόρησεν αὐτῶν ἐς πλεονεξίαν καὶ ἀμετρίαν, ὑφʼ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται. καὶ τὰς γενομένας οἱ τελευταίας συνθήκας ἐπέφερεν ὡς οὐκ ἐθέλουσιν ἀναγράψασθαι, καιροφυλακοῦντες αὖθις ἐπιθέσθαι. καὶ τοῦτο αἴτιον τοῦ πολέμου τιθέμενος, ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν πολεμουμένων ὑπὸ Σερτωρίου κατὰ κράτος ἐν Ἰβηρίᾳ καὶ στασιαζόντων ἐς ἀλλήλους ἀνὰ τὴν Ἰταλίαν. διὸ καὶ τῆς θαλάσσης, ἔφη, καταφρονοῦσι λῃστευομένης πολὺν ἤδη χρόνον, καὶ σύμμαχος αὐτοῖς οὐδείς ἐστιν, οὐδʼ ὑπήκοος ἑκούσιος ἔτι. οὐχ ὁρᾶτε δʼ αὐτῶν, ἔφη, καὶ τοὺς ἀρίστους, ἐπιδεικνὺς Οὐάριόν τε καὶ τοὺς Λευκίους, πολευίους μὲν ὄντας τῇ πατρίδι, συμμάχους δʼ ἡμῖν;

ταῦτʼ εἰπὼν καὶ τὸν στρατὸν ἐρεθίσας ἐνέβαλεν ἐς Βιθυνίαν, Νικομήδους ἄρτι τεθνεῶτος ἄπαιδος καὶ τὴν ἀρχὴν Ῥωμαίοις ἀπολιπόντος. Κόττας δʼ ἡγούμενος αὐτῆς, ἀσθενὴς τὰ πολέμια πάμπαν, ἔφυγεν ἐς Χαλκηδόνα μεθʼ ἧς εἶχε δυνάμεως. καὶ Βιθυνία μὲν ἦν αὖθις ὑπὸ τῷ Μιθριδάτῃ, τῶν πανταχοῦ Ῥωμαίων ἐς Χαλκηδόνα πρὸς Κότταν συνθεόντων. ἐπιόντος δὲ καὶ τῇ Χαλκηδόνι τοῦ Μιθριδάτου, Κόττας μὲν ὑπʼ ἀπραξίας οὐ προῄει, Νοῦδος δὲ ὁ ναύαρχος αὐτοῦ, σὺν μέρει τινὶ στρατοῦ τὰ ὀχυρώτατα τοῦ πεδίου καταλαβὼν καὶ ἐξελαθείς, ἔφυγεν ἐπὶ τὰς πύλας τῆς Χαλκηδόνος διὰ θριγκίων πολλῶν πάνυ δυσχερῶς. ἀμφί τε τὰς πύλας ὠθισμὸς ἦν ἐσπηδώντων ὁμοῦ· ὅθεν οὐδὲν τοῖς διώκουσιν αὐτοὺς βέλος ἠτύχει. ὡς δὲ καὶ περὶ τῶν πυλῶν δείσαντες οἱ φύλακες τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς, Νοῦδον μὲν καὶ τῶν ἄλλων ἡγεμόνων τινὰς καλῳδίοις ἀνιμήσαντο, οἱ δὲ λοιποὶ μεταξὺ τῶν τε φίλων καὶ τῶν πολεμίων ἀπώλλυντο, τὰς χεῖρας ἐς ἑκατέρους ὀρέγοντες. ὅ τε Μιθριδάτης τῇ φορᾷ τῆς εὐτυχίας χρώμενος ἐπῆγεν αὐτῆς ἡμέρας ἐπὶ τὸν λιμένα τὰς ναῦς, καὶ τὸ κλεῖθρον ἁλύσει χαλκῇ δεδεμένον ἀπορρήξας τέσσαρας μὲν ἐνέπρησε τῶν πολεμίων, τὰς δὲ λοιπὰς ἑξήκοντα ἀνεδήσατο, οὐδὲν οὔτε Νούδου κωλύοντος ἔτι οὔτε Κόττα, ἀλλʼ ἐς τὰ τείχη συγκεκλεισμένων. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἐς τρισχιλίους, καὶ Λεύκιος Μάλλιος, ἀνὴρ ἀπὸ βουλῆς, Μιθριδάτου δὲ Βαστερνῶν τῶν πρώτων ἐσπεσόντων ἐς τὸν λιμένα εἴκοσιν.

Λεύκιος δὲ Λεύκολλος ὑπατεύειν καὶ στρατηγεῖν αἱρεθεὶς τοῦδε τοῦ πολέμου τέλος μέν τι στρατιωτῶν ἦγεν ἐκ Ῥώμης, δύο δʼ ἄλλα τὰ Φιμβρίου καὶ ἐπʼ αὐτοῖς ἕτερα δύο προσλαβών, σύμπαντας ἔχων πεζοὺς τρισμυρίους καὶ ἱππέας ἐς χιλίους ἐπὶ ἑξακοσίοις, παρεστρατοπέδευε τῷ Μιθριδάτῃ περὶ Κύζικον. καὶ διʼ αὐτομόλων ἐπιγνοὺς εἶναι τῷ βασιλεῖ στρατιὰν μὲν ἀνδρῶν ἀμφὶ μυριάδας τριάκοντα, ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν, ἔφη πρὸς τοὺς ἀμφʼ αὑτὸν ἀμαχὶ λήψεσθαι τοὺς πολεμίους αὐτίκα, καὶ τοῦ ἐπαγγέλματος αὐτοῖς ἐνεκελεύετο μνημονεύειν. ὄρος δὲ ἰδὼν εὔκαιρον ἐς στρατοπεδείαν, ὅθεν αὐτὸς μὲν εὔπορήσειν ἔμελλεν ἀγορᾶς, τοὺς δὲ πολεμίους ἀποκλείσειν, ἐπεχείρει καταλαβεῖν ὡς ἐν τῷδε τὴν νίκην ἀκίνδυνον ἕξων. μιᾶς δʼ οὔσης ἐς αὐτὸ διόδου στενῆς, ὁ Μιθριδάτης αὐτὴν ἐφύλαττεν ἐγκρατῶς, ὧδε καὶ Ταξίλου καὶ τῶν ἄλλων ἡγεμόνων αὐτῷ παραινοῦντων. Λεύκιος δὲ Μάγιος ὁ Σερτωρίῳ καὶ Μιθριδάτῃ τὰ ἐς ἀλλήλους διαιτήσας, ἀνῃρημένου τοῦ Σερτωρίου πρὸς Λεύκολλον ἐπεπόμφει κρύφα, καὶ πίστιν λαβὼν μετέπειθε τὸν Μιθριδάτην ὑπεριδεῖν Ῥωμαίων παροδευόντων τε καὶ στρατοπεδευόντων ὅπῃ θελήσειαν. τὰ γὰρ ὑπὸ Φιμβρίᾳ γενόμενα δύο τέλη βουλεύειν αὐτομολίαν, καὶ αὐτίκα τῷ βασιλεῖ προσέσεσθαι· τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου, δυνάμενον ἀμαχὶ κρατῆσαι τῶν πολεμίων; οἷς ὁ Μιθριδάτης συνθέμενος ἀνοήτως μάλα καὶ ἀνυπόπτως, περιεῖδε Ῥωμαίους διὰ στενοῦ παροδεύοντας ἀδεῶς καὶ ἐπιτειχίζοντας αὑτῷ μέγα ὄρος, οὗ κρατοῦντες αὐτοὶ μὲν ὄπισθεν ἔμελλον ἀγορὰν ἀδεῶς ἐπάξεσθαι, Μιθριδάτην δὲ λίμνῃ καὶ ὄρεσι καὶ ποταμοῖς ἀποκλείσειν τῶν κατὰ γῆν ἁπάντων, ὅ τι μὴ γλίσχρως ποτὲ λάβοι, οὔτε ἐξόδους εὐρείας ἔτι ἔχοντα, οὔτε βιάζεσθαι δυνάμενον ἔτι Λεύκολλον ὑπὸ τῆς δυσχωρίας, ἧς κρατῶν κατεφρόνησεν. ὅ τε χειμὼν ἤδη πλησιάζων ἔμελλε καὶ τῶν ἀπὸ τῆς θαλάσσης αὐτὸν ἐν ἀπορίᾳ καταστήσειν. ἃ θεωρῶν ὁ Λεύκολλος τοὺς φίλους ἀνεμίμνησκε τῆς ὑποσχέσεως, καὶ τὸ ἐπαγγελθὲν ὡς παρὸν ἐδείκνυ.

ὁ δὲ Μιθριδάτης δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι τῶν πολεμίων, τούτου μὲν ὑπερεῖδε, Κυζίκῳ δὲ οἷς παρεσκεύασε πρὸς πολιορκίαν ἐπετίθετο, νομίσας ἐν τῷδε διορθώσειν τὴν δυσχωρίαν ὁμοῦ καὶ τὴν ἀπορίαν. οἷα δὲ εὐπορῶν στρατοῦ πολλοῦ, πᾶσιν ἔργοις ἐπεχείρει, τόν τε σταθμὸν ἀποτειχίζων τείχει διπλῷ, καὶ τὰ λοιπὰ τῆς πόλεως ἀποταφρεύων. χώματά τε ἤγειρε πολλά, καὶ μηχανὰς ἐπήγνυτο, πύργους καὶ χελώνας κριοφόρους, ἑλέπολίν τε ἑκατὸν πήχεων, ἐξ ἧς ἕτερος πύργος ἐπῇρτο καταπέλτας καὶ λίθους καὶ βέλη ποικίλα ἀφιείς. κατὰ δὲ τοὺς λιμένας δύο πεντήρεις ἐζευγμέναι πύργον ἕτερον ἔφερον, ἐξ οὗ γέφυρα, ὁπότε προσπελάσειαν ἐς τὸ τεῖχος, ὑπὸ μηχανῆς ἐξήλλετο. ὡς δʼ ἕτοιμα αὐτῷ πάντα ἐγεγένητο, πρῶτα μὲν τρισχιλίους αἰχμαλώτους Κυζικηνοὺς ἐπὶ νεῶν τῇ πόλει προσῆγεν, οἳ χεῖρας ἐς τὸ τεῖχος ὀρέγοντες ἐδέοντο σφῶν κινδυνευόντων φείσασθαι τοὺς πολίτας, μέχρι Πεισίστρατος αὐτοῖς, ὁ στρατηγὸς ὁ τῶν Κυζικηνῶν, ἀπὸ τοῦ τείχους ἐκήρυξε φέρειν τὸ συμβαῖνον ἐγκρατῶς, αἰχμαλώτους γεγονότας.