Mithridatic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὧδε μὲν ὁ πρῶτος Μιθριδάτου καὶ Ῥωμαίων πόλεμος κατεπαύετο·

Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι. ὁ δʼ ἀντεπέσκωπτε μὲν ὡς οὐδʼ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δʼ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς ὁ Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτʼ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, ὁ μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφʼ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δʼ οὐδʼ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδʼ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. ὁ δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ ὁ στρατὸς ὁ τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.

ἐφʼ οἷς ὁ Φιμβρίας πάντα ἀπογνοὺς ἐπὶ τὴν τάφρον προῆλθε, καὶ Σύλλαν αὑτῷ παρεκάλει συνελθεῖν ἐς λόγους. ὁ δὲ ἀνθʼ αὑτοῦ Ῥουτίλιον ἔπεμπε· καὶ τόδε πρῶτον ἐλύπει τὸν Φιμβρίαν, οὐδὲ συνόδου, διδομένης καὶ τοῖς πολεμίοις, ἀξιωθέντα. δεομένῳ δʼ αὐτῷ συγγνώμης τυχεῖν εἴ τι νέος ὢν ἐξήμαρτεν, ὁ Ῥουτίλιος ὑπέστη Σύλλαν ἀφήσειν ἐπὶ θάλασσαν ἀπαθῆ διελθεῖν, εἰ μέλλοι τῆς Ἀσίας, ἧς ἐστὶν ὁ Σύλλας ἀνθύπατος, ἀποπλευσεῖσθαι. ὁ δὲ εἰπὼν ἑτέραν ὁδὸν ἔχειν κρείττονα, ἐπανῆλθεν ἐς Πέργαμον, καὶ ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν παρελθὼν ἐχρήσατο τῷ ξίφει. οὐ καιρίου δʼ αὐτῷ τῆς πληγῆς γενομένης, ἐκέλευσε τὸν παῖδα ἐπερεῖσαι. ὁ δὲ καὶ τὸν δεσπότην ἔκτεινε καὶ αὑτὸν ἐπὶ τῷ δεσπότῃ.

οὕτω μὲν καὶ Φιμβρίας ἀπέθανε, πολλὰ τὴν Ἀσίαν ἐπὶ Μιθριδάτῃ λελυμασμένος. καὶ αὐτὸν ὁ Σύλλας ἐφῆκε τοῖς ἀπελευθέροις θάψαι, καὶ ἐπεῖπεν οὐ μιμεῖσθαι Κίνναν καὶ Μάριον ἐν Ῥώμῃ θάνατόν τε πολλῶν καὶ ἀταφίαν ἐπὶ τῷ θανάτῳ καταγνόντας. τὸν δὲ στρατὸν τοῦ Φιμβρίου προσιόντα οἱ δεξιωσάμενός τε καὶ τῷ σφετέρῳ συναγαγών, Κουρίωνι προσέταξε Νικομήδην ἐς Βιθυνίαν καὶ Ἀριοβαρζάνην ἐς Καππαδοκίαν καταγαγεῖν, τῇ τε βουλῇ περὶ πάντων ἐπέστελλεν, οὐχ ὑποκρινόμενος ἐψηφίσθαι πολέμιος.

αὐτὴν δὲ τὴν Ἀσίαν καθιστάμενος, Ἰλιέας μὲν καὶ Χίους καὶ Λυκίους καὶ Ῥοδίους καὶ Μαγνησίαν καί τινας ἄλλους, ἢ συμμαχίας ἀμειβόμενος, ἢ ὧν διὰ προθυμίαν ἐπεπόνθεσαν οὗ ἕνεκα, ἐλευθέρους ἠφίει καὶ Ῥωμαίων ἀνέγραφε φίλους, ἐς δὲ τὰ λοιπὰ πάντα στρατιὰν περιέπεμπεν. καὶ τοὺς θεράποντας, οἷς ἐλευθερίαν ἐδεδώκει Μιθριδάτης, ἐκήρυττεν αὐτίκα ἐς τοὺς δεσπότας ἐπανιέναι. πολλῶν δὲ ἀπειθούντων, καὶ πόλεων τινῶν ἀφισταμένων, ἐγίγνοντο σφαγαὶ κατὰ πλῆθος ἐλευθέρων τε καὶ θεραπόντων ἐπὶ ποικίλαις προφάσεσι, τείχη τε πολλῶν καθῃρεῖτο, καὶ συχνὰ τῆς Ἀσίας ἠνδραποδίζετο καὶ διηρπάζετο. οἵ τε καππαδοκίσαντες ἄνδρες ἢ πόλεις ἐκολάζοντο πικρῶς, καὶ μάλιστα αὐτῶν Ἐφέσιοι, σὺν αἰσχρᾷ κολακείᾳ ἐς τὰ Ῥωμαίων ἀναθήματα ὑβρίσαντες. ἐπὶ δὲ τοῖσδε καὶ κήρυγμα περιῄει, τοὺς ἐν ἀξιώσει κατὰ πόλιν ἐς ἡμέραν ῥητὴν πρὸς τὸν Σύλλαν ἀπαντᾶν ἐς Ἔφεσον. καὶ συνελθοῦσιν αὐτοῖς ἐπὶ βήματος ἐδημηγόρησεν οὕτως.

    τοσάδε εἰπὼν ἐπιδιῄρει τοῖς πρέσβεσι τὴν ζημίαν, καὶ ἐπὶ τὰ χρήματα ἔπεμπεν. αἱ δὲ πόλεις ἀποροῦσαί τε καὶ δανειζόμεναι μεγάλων τόκων, αἱ μὲν τὰ θέατρα τοῖς δανείζουσιν, αἱ δὲ τὰ γυμνάσια ἢ τεῖχος ἢ λιμένας ἢ εἴ τι δημόσιον ἄλλο, σὺν ὕβρει στρατιωτῶν ἐπειγόντων, ὑπετίθεντο. τὰ μὲν δὴ χρήματα ὧδε τῷ Σύλλᾳ συνεκομίζετο, καὶ κακῶν ἄδην εἶχεν ἡ Ἀσία· ἐπέπλει δʼ αὐτὴν καὶ λῃστήρια πολύανδρα φανερῶς, στόλοις ἐοικότα μᾶλλον ἢ λῃσταῖς, Μιθριδάτου μὲν αὐτὰ πρώτου καθέντος ἐς τὴν θάλασσαν, ὅτε πάνθʼ ὡς οὐκ ἐς πολὺ καθέξων ἐλυμαίνετο, πλεονάσαντα δʼ ἐς τότε μάλιστα, καὶ οὐ τοῖς πλέουσι μόνοις ἀλλὰ καὶ λιμέσι καὶ χωρίοις καὶ πόλεσιν ἐπιχειροῦντα φανερῶς. Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον, ὡς ἐνομίζετο. ὁ δέ, εἴτε ἑκὼν ὡς ἁμαρτόντας ἐνυβρίζεσθαι καταλιπών, εἴτʼ ἐπὶ τὴν ἐς Ῥώμην στάσιν ἐπειγόμενος, ἐς τὴν Ἑλλάδα καὶ ἀπʼ αὐτῆς ἐς τὴν Ἰταλίαν μετὰ τοῦ πλείονος στρατοῦ διέπλει. καὶ τὰ μὲν ἀμφὶ Σύλλαν ἐν τοῖς Ἐμφυλίοις ἀναγέγραπται,

    ἄρχεται δʼ ὁ δεύτερος Ῥωμαίων τε καὶ Μιθριδάτου πόλεμος ἐνθένδε.

    Μουρήνας μὲν ὑπὸ Σύλλα σὺν δύο τέλεσι τοῖς Φιμβρίου καθίστασθαι τὰ λοιπὰ τῆς Ἀσίας ὑπελέλειπτο, καὶ πολέμων ἀφορμὰς ἠρεσχήλει διʼ ἐπιθυμίαν θριάμβου· Μιθριδάτης δʼ ἐς τὸν Πόντον ἐσπλεύσας Κόλχοις καὶ Βοσποριανοῖς ἀφισταμένοις ἐπολέμει. ὧν Κόλχοι τὸν υἱὸν παρʼ αὐτοῦ, Μιθριδάτην, βασιλέα σφίσιν ᾐτοῦντο δοθῆναι, καὶ λαβόντες αὐτίκα ὑπήκουσαν. ὑποπτεύσας δʼ ὁ βασιλεὺς τόδε πρὸς τοῦ παιδὸς αὐτοῦ βασιλείας ἐπιθυμοῦντος γενέσθαι, καλέσας αὐτὸν ἔδησεν ἐν πέδαις χρυσαῖς καὶ μετʼ οὐ πολὺ ἀπέκτεινε, πολλὰ χρήσιμόν οἱ περὶ τὴν Ἀσίαν ἐν τοῖς πρὸς Φιμβρίαν ἀγῶσι γενόμενον. ἐπὶ δὲ Βοσποριανοὺς ναῦς τε συνεπήγνυτο καὶ στρατὸν ἡτοιμάζετο πολύν, ὡς τὸ μέγεθος αὐτοῦ τῆς παρασκευῆς δόξαν ἐγεῖραι ταχεῖαν, οὐκ ἐπὶ Βοσποριανοῖς ἀλλʼ ἐπὶ Ῥωμαίοις τάδε συλλέγεσθαι. οὐ γάρ πω οὐδʼ Ἀριοβαρζάνῃ πᾶσαν ἐβεβαίου Καππαδοκίαν, ἀλλʼ ἔστιν αὐτῆς ἃ καὶ τότε κατεῖχεν. Ἀρχέλαόν τε ἐν ὑποψίαις ἐτίθετο ὡς πολλὰ πέρα τοῦ δέοντος κατὰ τὴν Ἑλλάδα ἐν ταῖς διαλύσεσιν ἐπιχωρήσαντα τῷ Σύλλᾳ. ὧν ὁ Ἀρχέλαος αἰσθανόμενός τε καὶ δείσας ἐς Μουρήναν ἔφυγε, καὶ παροξύνας αὐτὸν ἔπεισε Μιθριδάτῃ προεπιχειρεῖν. Μουρήνας μὲν δὴ διὰ Καππαδοκίας αὐτίκα ἐσβαλὼν ἐς Κόμανα, κώμην ὑπὸ τῷ Μιθριδάτῃ μεγίστην, σεβάσμιον ἱερὸν καὶ πλούσιον ἔχουσαν, ἱππέας τινὰς ἔκτεινε τοῦ Μιθριδάτου, καὶ πρέσβεσιν αὐτοῦ τὰς συνθήκας προτείνουσιν οὐκ ἔφη συνθήκας ὁρᾶν· οὐ γὰρ συνεγέγραπτο Σύλλας, ἀλλʼ ἔργῳ τὰ λεχθέντα βεβαιώσας ἀπήλλακτο. ταῦτα δʼ εἰπὼν ὁ Μουρήνας εὐθέως ἐλεηλάτει, καὶ οὐδὲ τῶν ἱερῶν χρημάτων ἀποσχόμενος ἐχείμαζεν ἐν Καππαδοκίᾳ.

    Μιθριδάτης δʼ ἐς Ῥώμην ἔπεμπε πρός τε τὴν βουλὴν καὶ πρὸς Σύλλαν, αἰτιώμενος ἃ ποιεῖ Μουρήνας. ὁ δʼ ἐν τούτῳ τὸν Ἅλυν ποταμὸν περάσας, μέγαν τε ὄντα καὶ δύσπορον τότε μάλιστα αὐτῷ γενόμενον ὑπʼ ὄμβρων, τετρακοσίας τοῦ Μιθριδάτου κώμας ἐπέτρεχεν, οὐκ ἀπαντῶντος ἐς οὐδὲν αὐτῷ τοῦ βασιλέως, ἀλλὰ τὴν πρεσβείαν ἀναμένοντος. λείας δὲ πολλῆς καταγέμων ἐς Φρυγίαν καὶ Γαλατίαν ἐπανῄει, ἔνθα αὐτῷ Καλίδιος, ἐπὶ ταῖς Μιθριδάτου μέμψεσι πεμφθεὶς ἀπὸ Ῥώμης, ψήφισμα μὲν οὐδὲν ἐπέδωκεν, ἔφη δʼ ἐς ἐπήκοον ἐν μέσῳ τὴν βουλὴν αὐτῷ κελεύειν φείδεσθαι τοῦ βασιλέως ὄντος ἐνσπόνδου. ταῦτα δʼ εἰπὼν ὤφθη διαλεγόμενος αὐτῷ μόνῳ, καὶ ὁ Μουρήνας οὐδὲν ἀνεὶς τῆς ὁρμῆς καὶ τότε τὴν γῆν ἐπῄει τὴν τοῦ Μιθριδάτου. ὁ δὲ σαφῶς ὑπὸ Ῥωμαίων ἡγούμενος πολεμεῖσθαι, Γόρδιον ἐς τὰς κώμας ἐσβαλεῖν ἐκέλευσεν. καὶ αὐτίκα ὁ Γόρδιος ὑποζύγιά τε πολλὰ καὶ σκευοφόρα καὶ ἀνθρώπους, ἰδιώτας τε καὶ στρατιώτας, συνήρπαζε, καὶ αὐτῷ Μουρήνᾳ, μέσον λαβὼν ποταμόν, ἀντεκαθέζετο. μάχης δʼ οὐδέτερος ἦρχεν, ἕως ἀφίκετο Μιθριδάτης σὺν τῷ πλείονι στρατῷ. καὶ εὐθὺς ἀμφὶ τῷ ποταμῷ μάχη γίγνεται καρτερά. καὶ βιασάμενος ὁ Μιθριδάτης ἐπέρα τὸν ποταμόν, καὶ τἆλλα πολὺ κρείττων τοῦ Μουρήνα γενόμενος. ὁ δʼ ἐς λόφον καρτερὸν ἀναφυγών, ἐπιχειροῦντος αὐτῷ τοῦ βασιλέως πολλοὺς ἀποβαλὼν ἔφευγε διὰ τῶν ὀρεινῶν ἐπὶ Φρυγίας, ὁδὸν ἀτριβῆ, βαλλόμενός τε καὶ χαλεπῶς.

    ἥ τε νίκη λαμπρὰ καὶ ὀξεῖα ἐξ ἐφόδου γενομένη ταχὺ διέπτη καὶ πολλοὺς ἐς τὸν Μιθριδάτην μετέβαλεν. ὁ δὲ καὶ τὰ ἐν Καππαδοκίᾳ φρούρια τοῦ Μουρήνα πάντα ἐπιδραμών τε καὶ ἐξελάσας ἔθυε τῷ στρατίῳ Διὶ πάτριον θυσίαν ἐπὶ ὄρους ὑψηλοῦ, κορυφὴν μείζονα ἄλλην ἀπὸ ξύλων ἐπιτιθείς. πρῶτοι δʼ ἐς αὐτὴν οἱ βασιλεῖς ξυλοφοροῦσι, καὶ περιθέντες ἑτέραν ἐν κύκλῳ βραχυτέραν τῇ μὲν ἄνω γάλα καὶ μέλι καὶ οἶνον καὶ ἔλαιον καὶ θυμιάματα πάντα ἐπιφοροῦσι, τῇ δʼ ἐπιπέδῳ σῖτόν τε καὶ ὄψον ἐς ἄριστον τοῖς παροῦσιν ἐπιτιθέντες, οἷόν τι καὶ ἐν Πασαργάδαις ἐστὶ τοῖς Περσῶν βασιλεῦσι θυσίας γένος, ἅπτουσι τὴν ὕλην. ἡ δʼ αἰθομένη διὰ τὸ μέγεθος τηλοῦ τε χιλίων σταδίων γίγνεται τοῖς πλέουσι καταφανής, καὶ πελάσαι φασὶν ἐς πολλὰς ἡμέρας, αἰθομένου τοῦ ἀέρος, οὐ δυνατὸν εἶναι.

    ὁ μὲν δὴ τὴν θυσίαν ἦγε πατρίῳ νόμῷ· Σύλλα δʼ οὐκ ἀξιοῦντος Μιθριδάτην ἔνσπονδον πολεμεῖσθαι, Αὖλος Γαβίνιος ἐπέμφθη Μουρήνᾳ μὲν ἀληθῆ τήνδε προαγόρευσιν ἐρῶν, μὴ πολεμεῖν Μιθριδάτῃ, Μιθριδάτην δὲ καὶ Ἀριοβαρζάνην ἀλλήλοις συναλλάξων. ὁ δὲ Μιθριδάτης ἐν τῇδε τῇ συνόδῳ παιδίον τετραετὲς ἐγγυήσας τῷ Ἀριοβαρζάνῃ, καὶ ἐπὶ τῇδε προφάσει λαβὼν ἔχειν Καππαδοκίας ὅσα τε εἶχε καὶ ἕτερα ἐπʼ ἐκείνοις, εἱστία πάντας, καὶ χρυσίον ἐπὶ τε τῇ κύλικι καὶ τῇ τροφῇ καὶ ἐπὶ σκώμμασι καὶ ἐπὶ ᾠδῇ πᾶσιν, ὥσπερ εἰώθει, προυτίθει· οὗ μόνος Γαβίνιος οὐχ ἥψατο. ὁ μὲν δὴ δεύτερος Μιθριδάτῃ καὶ Ῥωμαίοις πόλεμος τρίτῳ μάλιστα ἔτει ἐς τοῦτο διελύετο.