Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ. καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δʼ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατερων εἶναι Φαμέᾳ πρὸς Σκιπίωνα τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, ἃ πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφυγοῦσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδόμενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, ὁ δὲ Σκιπίων ἐς τὰ οἴκοι παρέπεμπε, καὶ ἀπὸ τοῦδε οὐ πρὶν ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς. τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις διʼ ὀλίγου ἐγεγένητο καὶ παρὰ τοῖς πολεμίοις. ἐπανελθόντων δʼ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον, οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ· καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. ὁ μὲν οὖν Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ· ὁ δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν ἀεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατεπλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασι προσεγίγνετο. ἦν τε διὰ στόματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρὸς τοῦ Μακεδόνας ἑλόντος καὶ τῶν Σκιπιώνων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.

Μανιλίου δὲ ἐς Νέφεριν ὁδεύοντος ἐπὶ Ασδρούβαν, ἐδυσχεραινεν ὁ Σκιπίων ὁρῶν πάντα ἀπόκρημνα καὶ φάραγγας καὶ λόχμας, καὶ τὰ ὑψηλὰ προειλημμένα. ὡς δʼ ἀπὸ σταδίων τριῶν ἐγεγένηντο τοῦ Ἀσδρούβα, καὶ ἔς τι ῥεῦμα καταβάντας ἐχρῆν ἀναβαίνειν ἐπὶ τὸν Ἀσδρούβαν, ἐνέκειτο δὴ τότε, καὶ συνεβούλευε στραφῆναι ὡς ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης ἐπὶ τὸν Ἀσδρουβαν δεομένους. ἀντιλεγόντων δὲ κατὰ ζῆλον αὐτοῦ τῶν ἑτέρων χιλιάρχων, καὶ μαλακίαν καὶ οὐκ εὐβουλίαν ἡγουμένων εἰ τοὺς πολεμίους ἰδόντες ἀναχωρήσουσιν, ἐν ᾧ καὶ καταφρονοῦντες φεύγουσιν ἐπικείσονται, δεύτερα τούτων ἠξίου στρατόπεδον πρὸ τοῦ ῥεύματος ἐγεῖραι, ἵνʼ εἰ βιασθεῖεν, ἔχοιεν ἀναχώρησιν, οὐκ ὄντος αὐτοῖς νῦν οὐδʼ ὅποι καταφεύγοιεν. οἱ δὲ καὶ τοῦτο ἐγέλων, καὶ τὸ ξίφος τις ἠπείλησεν ἀπορρίψειν, εἰ μὴ Μανίλιος ἀλλὰ Σκιπίων ἄρχοι. διέβαινεν οὖν ὁ Μανίλιος, οὐδὲ τἄλλα ὢν ἐμπειροπόλεμος, καὶ αὐτῷ περάσαντι ὁ Ἀσδρούβας ἀπήντα, φόνος τε ἦν πολὺς ἐξ ἑκατέρων. καὶ ὁ Ἀσδρούβας ἀναδραμὼν ἐς τὸ φρούριον, ἔνθα μηδὲν παθεῖν ἐδύνατο, ἐφήδρευεν ἀπιοῦσιν ἐπιθέσθαι. οἱ δὲ σὺν μετανοίᾳ τῶν γεγονότων ἀπεχώρουν, ἄχρι μὲν ἐπὶ τὸ ῥεῦμα ἐν τάξει· δυσπόρου δʼ ὄντος τοῦ ποταμοῦ, καὶ διαβάσεων ὀλίγων τε καὶ δυσχερῶν, ἐς ἀταξίαν διῃροῦντο ὑπʼ ἀνάγκης. καὶ ὁ Ἀσδρούβας καθορῶν ἐπέκειτο λαμπρῶς τότε μάλιστα, καὶ πλῆθος ἔκτεινεν οὐδʼ ἀμυνομένων ἀλλὰ φευγόντων. ἔπεσον δὲ καὶ τῶν χιλιάρχων τρεῖς οἳ τὸν στρατηγὸν μάλιστα ἐπεπείκεσαν ἐς τὴν μάχην.

ὁ δὲ Σκιπίων τριακοσίους ἱππέας οὓς εἶχεν ἀμφʼ αὑτόν, καὶ ὅσους ἄλλους συναγαγεῖν ἔφθασε, διελὼν ἐς δύο τοῖς ἐχθροῖς ἐπῆγε σὺν δρόμῳ πολλῷ, παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας, εἶτʼ αὖθις ἐπιόντας καὶ πάλιν εὐθὺς ἀποπηδῶντας. οὕτω γὰρ εἴρητο αὐτοῖς, τοὺς ἡμίσεας ἀεὶ παρὰ μέρος ἐπιέναι καὶ ἀκοντίσαντας ἀπελαύνειν, ὥσπερ ἐν κύκλῳ περιιόντας. γιγνομένου δὲ τοῦδε πυκνοῦ, καὶ διαστήματος οὐδενὸς ὄντος, οἱ μὲν Λίβυες ἐβάλλοντο συνεχῶς, καὶ ἐπιστρέφοντες ἐς τὸν Σκιπίωνα ἧσσον τοῖς περῶσιν ἐπέκειντο, οἱ δʼ ἔφθασαν διελθεῖν τὸ ῥεῦμα. καὶ ὁ Σκιπίων ἐπʼ αὐτοῖς ἀφίππευσε βαλλόμενός τε καὶ χαλεπῶς. σπεῖραι δʼ ἐν ἀρχῇ τοῦδε τοῦ πόνου τέσσαρες ἀποσχισθεῖσαι τοῦ ῥεύματος ὑπὸ τῶν πολεμίων ἔς τινα λόφον ἀνέδραμον· καὶ αὐτὰς ὁ Ἀσδρούβας περιεκάθητο, ἀγνοούντων ἔτι Ῥωμαίων, ἕως ἐστάθμευσαν. ἐπεὶ δʼ ἔμαθον, ἠπόρουν, καὶ τοῖς μὲν ἐδόκει φεύγειν καὶ μὴ κινδυνεύειν ἅπασι διʼ ὀλίγους, ὁ δὲ Σκιπίων ἐδίδασκεν ἀρχομένων μὲν ἔργων εὐβουλίᾳ χρῆσθαι, κινδυνεύοντων δὲ ἀνδρῶν τοσῶνδε καὶ σημείων τόλμῃ παραβόλῳ. αὐτὸς δʼ ἐπιλεξάμενός τινας ἱππέων ἴλας, ἐπανοίσειν ἔφη ἐκείνους, ἢ χαίρων αὐτοῖς συναπολεῖσθαι. δύο τε ἡμερῶν σιτία φέρων εὐθὺς ὥδευε, δεδιότος πάνυ τοῦ στρατοῦ μὴ οὐδʼ αὐτὸς ἐπανέλθοι. ὡς δʼ ἧκεν ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολιορκούμενοι, τὸν μὲν ἄντικρυς αὐτοῦ δρόμῳ κατέλαβε, καὶ μία τοὺς δύο χαράδρα διεῖργεν, οἱ δὲ Λίβυες τότε μάλιστα ἐπέκειντο τοῖς πολιορκουμένοις καὶ πρὸς αὐτοὺς ἐνενεύκεσαν, ὡς οὔπω δυναμένου τοῦ Σκιπίωνος ἐπικουρεῖν ἐξ ὁδοιπορίας συντόνου. ὁ δὲ Σκιπίων ὡς εἶδε τὰς πέζας τῶν δύο λόφων τὴν χαράδραν περιιούσας, τὸν καιρὸν οὐ μεθῆκεν, ἀλλὰ περιέδραμε διʼ αὐτῶν ὑπὲρ τοὺς πολεμίους. οἱ δʼ ἤδη κυκλου?́μενοι διέφευγον ἀκόσμως, μεθιέντος αὐτοὺς ἀπιέναι τοῦ Σκιπίωνος ἀδεῶς, πολὺ πλείονας ὄντας.

οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους. καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώσαντα τοὺς ἑτέρους, μέγα ἠλάλαξαν ἡδόμενοι. καὶ δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι· ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. ὁ δʼ ἐρευνησάμενος τὰ νεκρά, καὶ ἀπὸ τῆς σφραγῖδος εὑρών (χρυσοφοροῦσι γὰρ τῶν στρατευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούντων), ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίωνος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δʼ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσδρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις· ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι τῆς πόλεως ἐκδραμόντες ὑπήντων, καί τινα καὶ τῶν σκευοφόρων διέφθειραν.

εν τούτῳ δὲ καὶ ἡ σύγκλητος ἐς τὸ στρατόπεδον ἔπεμπε τοὺς εἰσομένους καὶ μεταδώσοντας αὐτῇ τὰ ἀκριβέστατα, ἐφʼ ὧν ὅ τε Μανίλιος καὶ τὸ συνέδριον καὶ οἱ λοιποὶ τῶν χιλιάρχων, ἐσβεσμένου τοῦ φθόνου διὰ τὴν εὐπραγίαν, ἐμαρτύρουν τῷ Σκιπίωνι, καὶ ὁ στρατὸς ἅπας καὶ τὰ ἔργα ἐπʼ ἐκείνοις, ὥστʼ ἐπανελθόντες οἱ πρέσβεις διεθρόησαν ἐς ἅπαντας τὴν ἐμπειρίαν καὶ ἐπίτενξιν τοῦ Σκιπίωνος καὶ τῆς στρατιᾶς τὴν ἐς αὐτὸν ὁρμήν. ἡ δὲ βουλὴ τούτοις μὲν ἔχαιρε, πολλῶν δὲ γεγενημένων πταισμάτων ἐς Μασσανάσσην ἔπεμπε, καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. ὁ δʼ ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ, καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλά, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα κατὰ φιλίαν αὐτοῦ τε καὶ τοῦ πάππου σύμβουλόν οἱ περὶ τῶν τέκνων καὶ τῆς ἀρχῆς ἐσόμενον. ὁ δὲ ᾔει μὲν αὐτίκα, μικρὸν δὲ πρὶν ἐλθεῖν ὁ Μασσανάσσης ἀποψύχων ἐπέσκηψε τοῖς παισὶ πείθεσθαι τοῦ Σκιπίωνος, ὡς ἂν αὐτοῖς διαιρῇ τὰ ὄντα.

καὶ ὁ μὲν τοῦτʼ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρʼ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δʼ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δʼ αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδʼ ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. ὁ μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δʼ ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ὃ ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι καὶ δευτέρῳ καθʼ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.