Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἦν δὲ ἡ πόλις ἐν μυχῷ κόλπου μεγίστου, χερρονήσῳ τι μάλιστα προσεοικυῖα. αὐχὴν γὰρ αὐτὴν ἀπὸ τῆς ἠπείρου διεῖργεν, εὖρος ὢν πέντε καὶ εἴκοσι σταδίων· ἀπὸ δὲ τοῦ αὐχένος ταινία στενὴ καὶ ἐπιμήκης, ἡμισταδίου μάλιστα τὸ πλάτος, ἐπὶ δυσμὰς ἐχώρει, μέση λίμνης τε καὶ τῆς θαλάσσης --- ἁπλῷ τείχει περίκρημνα ὄντα, τὰ δὲ πρὸς μεσημβρίαν ἐς ἤπειρον, ἔνθα καὶ ἡ Βύρσα ἦν ἐπὶ τοῦ αὐχένος, τριπλῷ τείχει. τούτων δʼ ἕκαστον ἦν ὕψος μὲν πηχῶν τριάκοντα, χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διπλέθρου διαστήματος αὐτοῖς τετρώροφοι περιέκειντο, βάθος δὲ ποδῶν τριάκοντα, διώροφον δʼ ἦν ἑκάστου τείχους τὸ ὕψος, καὶ ἐν αὐτῷ κοίλῳ τε ὄντι καὶ στεγανῷ κάτω μὲν ἐστάθμευον ἐλέφαντες τριακόσιοι, καὶ θησαυροὶ παρέκειντο αὐτοῖς τῶν τροφῶν, ἱπποστάσια δʼ ὑπὲρ αὐτοὺς ἦν τετρακισχιλίοις ἵπποις, καὶ ταμιεῖα χιλοῦ τε καὶ κριθῆς, ἀνδράσι τε καταγωγαὶ πεζοῖς μὲν ἐς δισμυρίους, ἱππεῦσι δὲ ἐς τετρακισχιλίους. τοσήδε παρασκευὴ πολέμου διετέτακτο σταθμεύειν ἐν τοῖς τείχεσι μόνοις. γωνία δʼ ἣ παρὰ τὴν γλῶσσαν ἐκ τοῦδε τοῦ τείχους ἐπὶ τοὺς λιμένας περιέκαμπτεν, ἀσθενὴς ἦν μόνη καὶ ταπεινή, καὶ ἠμέλητο ἐξ ἀρχῆς.

οἱ δὲ λιμένες ἐς ἀλλήλους διεπλέοντο, καὶ ἔσπλους ἐκ πελάγους ἐς αὐτοὺς ἦν ἐς εὖρος ποδῶν ἑβδομήκοντα, ὃν ἁλύσεσιν ἀπέκλειον σιδηραῖς. ὁ μὲν δὴ πρῶτος ἐμπόροις ἀνεῖτο, καὶ πείσματα ἦν ἐν αὐτῷ πυκνὰ καὶ ποικίλα· τοῦ δʼ ἐντὸς ἐν μέσῳ νῆσος ἦν, καὶ κρηπῖσι μεγάλαις ἥ τε νῆσος καὶ ὁ λιμὴν διείληπτο. νεωρίων τε ἔγεμον αἱ κρηπῖδες αἵδε ἐς ναῦς διακοσίας καὶ εἴκοσι πεποιημένων, καὶ ταμιείων ἐπὶ τοῖς νεωρίοις ἐς τριηρετικὰ σκεύη. κίονες δʼ ἑκάστου νεωσοίκου προῦχον Ἰωνικοὶ δύο, ἐς εἰκόνα στοᾶς τὴν ὄψιν τοῦ τε λιμένος καὶ τῆς νήσου περιφέροντες. ἐπὶ δὲ τῆς νήσου σκηνὴ ἐπεποίητο τῷ ναυάρχῳ, ὅθεν ἔδει καὶ τὸν σαλπικτὴν σημαίνειν, καὶ τὸν κήρυκα προλέγειν, καὶ τὸν ναύαρχον ἐφορᾶν. ἔκειτο δʼ ἡ νῆσος κατὰ τὸν ἔσπλουν, καὶ ἀνετέτατο ἰσχυρῶς, ἵνα ὅ τε ναύαρχος τὰ ἐκ πελάγους πάντα ἐφορᾷ, καὶ τοῖς ἐπιπλέουσιν ἀφανὴς ἡ τῶν ἔνδον ᾖ ὄψις ἡ ἀκριβής. οὐ μὴν οὐδὲ τοῖς ἐσπλεύσασιν ἐμπόροις εὐθὺς ἦν τὰ νεώρια σύνοπτα· τεῖχός τε γὰρ αὐτοῖς διπλοῦν περιέκειτο, καὶ πύλαι, αἳ τοὺς ἐμπόρους ἀπὸ τοῦ πρώτου λιμένος ἐς τὴν πόλιν ἐσέφερον οὐ διερχομένους τὰ νεώρια.

οὕτω μὲν εἶχεν ἡ πόλις ἡ Καρχηδονίων ἡ τότε, οἱ δʼ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολεμίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπʼ αὐτῇ βιασόμενος, καὶ ἐπʼ ἐκείνῳ τὰ ὑψηλὰ τείχη· Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δʼ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε καινοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντεκεκρούκει, ἐλπίσασιν ἀμαχὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῇρτο, οἱ δʼ ὕπατοι δεδιότες Ἀσδρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λίμνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον, ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανίλιος δʼ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, ὁ Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσε διὰ τῆς λίμνης· καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά, Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, ᾧ Φαμέας ἐπώνυμον ἦν. κομίσας δʼ ὅμως τινὰ ὕλην, μηχανὰς ἐποίησε καὶ κλίμακας. καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει, καὶ ἀπετύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλών, ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ·

Κηνσωρῖνος δὲ χώσας τι τῆς λίμνης παρὰ τὴν ταινίαν, ἵνα εὐρύτερον εἴη, δύο μηχανὰς κριοφόρους ἐπῆγε μεγάλας, τὴν μὲν ὠθουμένην ἑξακισχιλίοις πεζοῖς, ἡγουμένων τῶν χιλιάρχων, τὴν δὲ ὑπὸ τῶν ἐρετῶν, ἡγουμένων καὶ τοῖσδε ναυάρχων. φιλονεικίας δʼ, ὡς ἐν ἴσῳ καὶ ὁμοιῳ ἔργῳ, τοῖς τε ὑπηρέταις καὶ τοῖς ἄρχουσιν αὐτῶν γενομένης, συνέπεσέ τι τοῦ τείχους, καὶ τὰ ἐντὸς ἤδη κατεφαίνετο. Καρχηδόνιοι δὲ καὶ ὣς αὐτοὺς ἀπωσάμενοι, τὰ πεσόντα νυκτὸς ᾠκοδόμουν. οὐκ ἀρκούσης δʼ ἐς τὸ ἔργον αὐτοῖς τῆς νυκτός, δεδιότες περὶ τῷ ἤδη γεγονότι, μὴ καὶ τοῦτο μεθʼ ἡμέραν αἱ Ῥωμαίων μηχαναὶ νεότευκτον καὶ ὑγρὸν ἔτι καταβάλοιεν, ἐξέδραμον ἐπὶ τὰ μηχανήματα τῶν πολεμίων, οἱ μὲν σὺν ὅπλοις, οἱ δὲ γυμνοὶ λαμπάδας ἡμμένας ἔχοντες, καὶ ἐνέπρησαν μὲν οὐχ ὅλα (οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων), ἀχρεῖα δʼ ὅλα ποιήσαντες ἀνεχώρουν. ἅμα δʼ ἡμέρᾳ Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ διὰ τοῦ πεσόντος οὔπω τελέως ἐγηγερμένου βιάσασθαι καὶ ἐσδραμεῖν· καὶ γάρ τι πεδίον ἐντὸς ἐφαίνετο εὐφυὲς ἐς μάχην, ἐν ᾧ τοὺς ἐνόπλους ἔστησαν οἱ Καρχηδόνιοι κατὰ μετώπου, τοὺς δʼ ἀνόπλους αὐτοῖς ἐπέταξαν σὺν λίθοις ὀπίσω καὶ ξύλοις, ἑτέρους τε πολλοὺς διαθέντες ἐπὶ τῶν περικειμένων οἰκιῶν ἀνέμενον τοὺς ἐπερχομένους ἐσδραμεῖν. οἱ δʼ ἔτι μᾶλλον ἠρεθίζοντο ὡς ὑπὸ γυμνῶν ἀνδρῶν καταφρονούμενοι, καὶ θρασέως ἐπεπήδων. Σκιπίων δέ, ὃς μετʼ ὀλίγον εἷλε Καρχηδόνα καὶ παρὰ τοῦτο Ἀφρικανὸς ἐπεκλήθη, χιλιαρχῶν τότε ὤκνει, καὶ τοὺς ἑαυτοῦ λόχους ἐς πολλὰ διελών, καὶ στήσας ἐκ διαστήματος ἐπὶ τοῦ τειχίου, κατιέναι μὲν ἐς τὴν πόλιν οὐκ εἴα, τοὺς δὲ ἐσελθόντας ἐξωθουμένους ὑπὸ τῶν Καρχηδονίων πάντοθεν αὐτοῖς ἐπιπεσόντων ὑπεδέχετο καὶ περιέσωζεν. καὶ τοῦτο πρῶτον αὐτὸν ἐπὶ δόξης ἐποίησεν, εὐβουλότερον τοῦ στρατηγοῦ φανέντα.

κυνὸς δʼ ἦν ἐπιτολή, καὶ τὸ Κηνσωρίνου στρατόπεδον ἐνόσει, σταθμεῦον ἐπὶ λίμνῃ σταθεροῦ καὶ βαρέος ὕδατος καὶ ὑπὸ τείχεσι μεγίστοις, οὐ καταπνεόμενον ἐκ τῆς θαλάσσης. ὅθεν ὁ Κηνσωρῖνος ἐς τὴν θάλασσαν ἀπὸ τῆς λίμνης μετεστρατοπέδευσεν. καὶ οἱ Καρχηδόνιοι, ὅτε γίγνοιτο πνεῦμα ἐς τοὺς Ῥωμαίους ἐπίφορον, σκάφας φρυγάνων καὶ στυππίου εἷλκον ὑπὸ τοῖς τείχεσιν, οὐ καθορώμενοι τοῖς πολεμίοις, ἀπὸ κάλων· εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι καταφανεῖς, θεῖον αὐταῖς καὶ πίσσαν ἐπιχέοντες ἀνέτεινον τὰ ἱστία, καὶ πλήσαντες ἀνέμου πῦρ ἐνέβαλον ἐς τὰ σκάφη. τὰ δὲ τῷ τε ἀνέμῳ καὶ τῇ ῥοπῇ τοῦ πυρὸς ἐς τὰς Ῥωμαίων ναῦς ἐωθεῖτο καὶ ἐλυμαίνετο καὶ ὀλίγου τὸν στόλον κατέφλεξεν. μετὰ δὲ οὐ πολὺ Κηνσωρῖνος μὲν ἐς Ῥώμην ᾤχετο ἀρχαιρεσιάσων, οἱ δὲ Καρχηδόνιοι τῷ Μανιλίῳ θρασύτερον ἐπέκειντο· καὶ νυκτός, οἱ μὲν ὅπλα ἔχοντες οἱ δὲ γυμνοί, σανίδας φέροντες ἐπετίθεσαν τῇ κατὰ σφᾶς τάφρῳ τοῦ Μανιλίου, καὶ τὸ χαράκωμα διέσπων. ἀπορουμένων δὲ ὡς ἐν νυκτὶ τῶν ἔνδον, ὁ Σκιπίων ἐξέδραμε σὺν ἱππεῦσιν ἐκ τοῦ στρατοπέδου κατὰ πύλας ἄλλας, ἔνθα οὐδεὶς πόλεμος, καὶ περιδραμὼν τοὺς Καρχηδονίους κατεφόβησεν. οἱ δὲ ἀνεχώρουν ἐς τὴν πόλιν. καὶ δεύτερον ὁ Σκιπίων ἐδόκει τῷδε τῷ ἔργῳ περισῶσαι Ῥωμαίους, ἐν νυκτὶ θορυβουμένους.

ὁ δὲ Μανίλιος τὸ μὲν στρατόπεδον ἔτι μᾶλλον ὠχύρου, τεῖχός τε ἀντὶ χάρακος αὐτῷ περιτιθεὶς καὶ ἐπίνειον φρούριον ἐγείρων ἐπὶ τῆς θαλάσσης διὰ τὴν καταπλέουσαν ἀγοράν· τραπεὶς δʼ ἐς τὰ μεσόγεια μυρίοις πεζοῖς καὶ ἱππεῦσι δισχιλίοις τὴν χώραν ἐπόρθει, ξυλευόμενός τε καὶ χορτολογῶν καὶ ἀγορὰν συλλέγων. ἡγεῖτο δʼ ἀεὶ τῶν προνομευόντων χιλίαρχος ἕτερος παρʼ ἕτερον. καὶ Φαμέας ὁ ἵππαρχος ὁ τῶν Λιβύων, νέος τε ὢν ἔτι καὶ θρασύτερος ἐς μάχας, καὶ ἵπποις χρώμενος μικροῖς καὶ ταχέσι, καὶ ποηφαγοῦσιν ὅτε μηδὲν εἴη, καὶ φέρουσι δίψος, εἰ δεήσειε, καὶ λιμόν, ὑποκρυπτόμενος ἐν λόχμαις ἢ φάραγξιν, ὅπῃ τι ἀμελούμενον ἴδοι, ἐφίπτατο ἐξ ἀφανοῦς ὥς τις ἀετός, καὶ λυμηνάμενος ἀπεπήδα· ὅτε δὲ Σκιπίων ἄρχοι, οὐδαμοῦ οὐδʼ ἐπεφαίνετο. ὁ γάρ τοι Σκιπίων ἀεὶ συντεταγμένους ἦγε τοὺς πεζούς, καὶ τοὺς ἱππέας τῶν ἵππων ἐπιβεβηκότας· ἔν τε ταῖς προνομαῖς οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον, ὃ ἔμελλε θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι· καὶ τότε κύκλῳ αὐτὸς ἑτέραις ἴλαις ἱππέων ἀεὶ περιῄει, καὶ τῶν θεριζόντων τὸν ἀποσκιδνάμενον ἢ ἐξιόντα τοῦ κύκλου πικρῶς ἐκόλαζεν.