Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Ἀννίβας δὲ ἐπειγόμενος ἐς αὐτήν, ὡς ἔμαθεν εἰλημμένην, παρῆλθεν ἀχθόμενος ἐς Θουρίους κἀκεῖθεν ἐς Οὐενουσίαν, ἔνθα αὐτῷ Κλαύδιός τε Μάρκελλος ὁ Σικελίαν ἑλών, πέμπτον ὑπατεύων τότε, καὶ Τίτος Κρισπῖνος ἀντιστρατοπεδεύοντες οὐκ ἐτόλμων ἄρχειν μάχης. λείαν δέ τινα ὑπὸ Νομάδων ἀγομένην Μάρκελλος ἰδών, καὶ δόξας ὀλίγους εἶναι τοὺς ἄγοντας, ἐπέδραμεν αὐτοῖς μετὰ τριακοσίων ἱππέων σὺν καταφρονήσει, καὶ πρῶτος ἡγεῖτο, θυμικὸς ὢν ἐς μάχας καὶ παρακινδυνευτικὸς ἀεί. ἄφνω δὲ πολλῶν τῶν Λιβύων φανέντων καὶ πανταχόθεν αὐτῷ προσπεσόντων, οἱ μὲν οὐραγοῦντες Ῥωμαίων πρῶτοι φυγῆς ἦρχον, ὁ δὲ Μάρκελλος, ὡς ἑπομένων αὐτῶν, ἐμάχετο γενναίως, μέχρι κατακοντισθεὶς ἀπέθανεν. καὶ αὐτοῦ τῷ σώματι ὁ Ἀννίβας ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελών, τὸ μὲν σῶμα ἔκαυσε λαμπρῶς, καὶ τὰ ὀστᾶ τῷ παιδὶ προσέπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον·

Σαλαπίνοις δὲ μηνίων εὐθὺς ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου, πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι. ἄρτι δʼ εἰλήφεσαν Κρισπίνου γράμματα, περιπέμψαντος ἐς ἅπαντας ὅτι τῆς Μαρκέλλου σφραγῖδος Ἀννίβας κεκρατήκοι. τὸν οὖν ἄγγελον, ἵνα μὴ παραμένων ἐπιγνοίη τὰ γιγνόμενα, ἀπέπεμψαν ὑποσχόμενοι τὰ προστασσόμενα ποιήσειν, αὐτοὶ δʼ ὁπλισάμενοι τὴν ἐνέδραν ἐπὶ τῶν τειχῶν ἀνέμενον. καὶ προσιόντος τοῦ Ἀννίβου μετὰ Νομάδων, οὓς Ῥωμαϊκοῖς ὅπλοις ἐσκεύασε, τὰς μὲν πύλας ἐκ μηχανήματος ἀνέσπασαν ὡς δὴ Μαρκέλλου προσιόντος ἀσμενίζοντες, ἐσδεξάμενοι δὲ ὅσων εὐμαρῶς κρατήσειν ἔμελλον, αὖθις ἐκ τοῦ μηχανήματος αὐτὰς ἐπικαθῆκαν, καὶ τοὺς μὲν ἐσελθόντας ἔκτειναν, τοὺς δʼ ἔξω τῶν τειχῶν ἔτι περιεστῶτας ἄνωθεν ἔβαλλόν τε καὶ κατετίτρωσκον. καὶ δευτέρας τῆσδε πείρας ὁ Ἀννίβας ἐπὶ τῇ πόλει σφαλεὶς ἀπεχώρει.

ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ διῆλθεν. ἐσέβαλέ τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα. καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας. ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει. καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν.

θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο. Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.

ὁ δʼ ἐπί τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε διʼ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν, καὶ τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πονοις ἀτρύτοις ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει πρότερον ἐκπεπτωκώς, ἐς Βρεττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει, καὶ ἡσύχαζεν ὡς ἑτέρας δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος. οἱ δʼ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφʼ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δʼ ἐρετικοῦ παραπέμποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκε, καὶ ὁ τῆς Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶ κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δʼ ἔλαβεν· αἱ δὲ λοιπαὶ διέφυγον ἐς Καρχηδόνα. καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι περιορωμένου, συνιδὼν ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρεττίων ὡς ἀλλοτρίων ὅσον οὔπω γενησομένων κατεφρόνει, καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλάς, τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινὰ ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετερίζοιτο.

καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων ὁ λαβὼν Ἰβηρίαν, τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδʼ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον. λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν. ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου· καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν. Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.

τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος. καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνεχθῆναι. μετʼ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας. καὶ τὴν ἡμέραν ἑορτάζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη. λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον, καὶ διʼ ἀσωτίαν ἐς αὐτὸ πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας, καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος. καὶ ἡ θεὸς ἕσπετο. Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλε, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος, ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ. ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην διʼ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο.

ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτʼ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δʼ ἐξέβαλλον. οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες. Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν· ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις. ᾐτιᾶτο δʼ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δʼ ἐκείνων ὑπεκρίνετο πιστεύειν. ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε, τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει. Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν. καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.

Καρχηδονίων δʼ αὐτὸν μετακαλούντων κατὰ σπουδὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ Σκιπίωνος, καὶ τὸν ναύαρχον Ἀσδρούβαν ἐπʼ αὐτόν, ἵνα μὴ βραδύνειε, πεμψάντων, ἤχθετο μὲν τῆς Καρχηδονίων ἐς τοὺς ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δʼ ὑπʼ ἀνάγκης ὅμως ἕπεσθαι, καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς Ἰταλίας οὔσης. τῶν δʼ ἔτι ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν, ἔγνω διαρπάσαι πάσας, καὶ τὴν στρατιὰν πλουτίσας, εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς παρασπονδεῖν, Ἀσδρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον. ὁ δὲ ἐς ἑκάστην πόλιν ἐσιὼν ἐκέλευσε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζεν. τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσδρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο.