Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

αὐτὸς δὲ ὁ Ἀννίβας τοὺς συστρατευομένους οἱ τῶν Ἰταλῶν εἰδὼς εὖ γεγυμνασμένους, ἔπειθε πολλαῖς ὑποσχέσεσιν ἐς τὴν Λιβύην αὑτῷ συστρατεῦσαι. καὶ τούτων οἱ μὲν τὰ ἡμαρτημένα σφίσιν ἐς τὰς πατρίδας δεδιότες εἵποντο, φεύγοντες τὴν οἰκείαν ἑκόντες, οἱ δὲ οὐδὲν ἁμαρτόντες ὤκνουν. ἀθροίσας οὖν τούσδε τοὺς ὑπομένειν ἀξιοῦντας ὡς δή τι λέξων αὐτοῖς ἢ χαριούμενος τῶν γεγονότων ἢ περὶ τοῦ μέλλοντος ἐπισκήψων, περιέστησε τὴν στρατιὰν ὡπλισμένην ἄφνω, καὶ προσέταξε τοῖς ἰδίοις ἀνδράποδα ἐξ αὐτῶν ὅσα θέλουσιν ἐπιλέξασθαι. ὡς δὲ οἱ μὲν ἐπελέξαντο, οἱ δὲ ᾐδοῦντο συστρατιώτας πολλὰ συνειργασμένους σφίσιν ἀνδραποδίσασθαι, τοὺς λοιποὺς κατηκόντισεν ἅπαντας, τοῦ μὴ τοιούσδε ἄνδρας ποτὲ Ῥωμαίοις γενέσθαι χρησίμους. ἐπικατέσφαξε δʼ αὐτοῖς καὶ ἵππους ἐς τετρακισχιλίους καὶ πλῆθος ὑποζυγίων, οὐ δυνάμενος ἐς Λιβύην ἐπάγεσθαι.

μετὰ δὲ τοῦτο ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δʼ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τε τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγών, τοῖς τε ὑπηκόοις αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις· ἅτε γὰρ καὶ τέως αὐτοῖς οὐκ ἐπʼ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι κατεφρόνησεν ὡς πολεμίων.

Ἀννίβου δʼ ἀποπλεύσαντος ἡ βουλὴ τοῖς μὲν ἄλλοις ἔθνεσι τῆς Ἰταλίας, ὅσοι μετέθεντο πρὸς ἐκεῖνον, συνέγνω τῶν γεγονότων καὶ ἀμνηστίαν ἐψηφίσατο, Βρεττίων δὲ μόνων, οἳ μέχρι τέλους αὐτῷ προθυμότατοι ἐγεγένηντο, χώραν τε πολλὴν ἀφείλετο καὶ ὅπλα, εἴ τινα ἦν ἔτι χωρὶς ὧν Ἀννίβας ἀφῄρητο· ἔς τε τὸ μέλλον ἀπεῖπεν αὐτοῖς μὴ στρατεύεσθαι ὡς οὐδʼ ἐλευθέροις οὖσιν, ὑπηρέτας δὲ τοῖς τε ὑπάτοις καὶ στρατηγοῖς τοῖς ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἀπιοῦσιν ἐς τὰς δημοσίας ὑπηρεσίας, οἷα θεράποντας, ἀκολουθεῖν. τοῦτο τὸ τέλος ἦν Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν γενομένης ἐσβολῆς.