Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Βλάτιος μὲν οὕτω περιῆν Δασίου, τρὶς ἀντενεδρεύων, Φούλουιος δὲ Ῥωμαίων ὕπατος Ἐρδονίαν ἐπολιόρκει· καὶ αὐτὸν Ἀννίβας ἔλαθεν ἑσπέρας ἐγγὺς γενόμενος, καὶ ἀπεῖπε πυρὰ μὴ καίειν, καὶ σιωπὴν παρήγγειλεν. περὶ δὲ ἕω, γενομένης ὁμοῦ τι καὶ ὁμίχλης, τοὺς μὲν ἱππέας ἔπεμψεν ἐπιχειρεῖν τῷ Ῥωμαίων στρατοπέδῳ, καὶ αὐτοὺς ἠμύνοντο ἐκεῖνοι, σὺν θορύβῳ μὲν ὡς ἀπʼ εὐνῆς, σὺν θάρσει δὲ οἷα ὀλίγους ποθὲν αὑτοῖς ἐπιφανέντας. ὁ δʼ Ἀννίβας ἐπὶ θάτερα τῷ πεζῷ τὴν πόλιν περιῄει, κατασκεπτόμενος ἅμα καὶ τοὺς ἔνδον ἐπελπίζων, ἕως ἐπῆλθε τοῖς Ῥωμαίοις ἐν τῇ περιόδῳ, εἴτε προιδόμενος εἴτε κατὰ συντυχίαν, κυκλούμενος αὐτούς. οἱ δʼ ἔπιπτον ἤδη λάβρως καὶ ἀθρόως, ἀμφίβολοι γεγονότες· καὶ ἀπέθανον αὐτῶν ἐς ὀκτακισχιλίους, καὶ ὁ ὕπατος αὐτὸς ὁ Φούλουιος. οἱ λοιποὶ δʼ ἔς τι χῶμα πρὸ τοῦ στρατοπέδου ἀναθορόντες αὐτό τε διέσωσαν, γενναίως ἀμυνόμενοι, καὶ τὸν Ἀννίβαν ἐκώλυσαν λαβεῖν τὸ στρατόπεδον.

μετὰ δὲ τοῦτο Ῥωμαῖοι μὲν τὴν Ἰαπύγων ἀποστάντων ἐδῄουν, Ἀννίβας δὲ τὴν Καμπανῶν, ἐς Ῥωμαίους μεταθεμένων χωρὶς Ἀτέλλης μόνης. καὶ Ἀτελλαίους μετῴκιζεν ἐς Θουρίους, ἵνα μὴ τῷ Βρεττίων καὶ Λευκανῶν καὶ Ἰαπύγων ἐνοχλοῖντο πολέμῳ. καὶ Ῥωμαῖοι τοὺς ἐκ Νουκερίας ἐκπεσόντας ἐν Ἀτέλλῃ μετῴκιζον· ἔς τε τὴν Ἀννίβου ἔτι ὑπήκοον ἐσβαλόντες, Αὐλωνίαν τε εἷλον καὶ τὴν Βρεττίων γῆν ἐπέτρεχον, καὶ Τάραντα φρουρουμένην ὑπὸ Καρθάλωνος ἐκ γῆς καὶ θαλάσσης ἐπολιόρκουν. ὁ δὲ Καρθάλων, ὀλίγων Καρχηδονίων παρόντων, Βρεττίους ἐς τὴν φρουρὰν προσέλαβεν. τῶν δὲ Βρεττίων ὁ φρούραρχος ἤρα γυναικός, ἧς ἀδελφὸς ὑπὸ Ῥωμαίοις στρατευόμενος ἔπραξε διὰ τῆς ἀδελφῆς τὸν φρούραρχον ἐνδοῦναι Ῥωμαίοις, ἐπάγουσι τὰς μηχανὰς ᾗ τοῦ τείχους αὐτὸς ἐφρούρει. Τάραντα μὲν δὴ Ῥωμαῖοι τόνδε τὸν τρόπον ἀνέλαβον, εὔκαιρον ἐς πολέμους χωρίον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.

Ἀννίβας δὲ ἐπειγόμενος ἐς αὐτήν, ὡς ἔμαθεν εἰλημμένην, παρῆλθεν ἀχθόμενος ἐς Θουρίους κἀκεῖθεν ἐς Οὐενουσίαν, ἔνθα αὐτῷ Κλαύδιός τε Μάρκελλος ὁ Σικελίαν ἑλών, πέμπτον ὑπατεύων τότε, καὶ Τίτος Κρισπῖνος ἀντιστρατοπεδεύοντες οὐκ ἐτόλμων ἄρχειν μάχης. λείαν δέ τινα ὑπὸ Νομάδων ἀγομένην Μάρκελλος ἰδών, καὶ δόξας ὀλίγους εἶναι τοὺς ἄγοντας, ἐπέδραμεν αὐτοῖς μετὰ τριακοσίων ἱππέων σὺν καταφρονήσει, καὶ πρῶτος ἡγεῖτο, θυμικὸς ὢν ἐς μάχας καὶ παρακινδυνευτικὸς ἀεί. ἄφνω δὲ πολλῶν τῶν Λιβύων φανέντων καὶ πανταχόθεν αὐτῷ προσπεσόντων, οἱ μὲν οὐραγοῦντες Ῥωμαίων πρῶτοι φυγῆς ἦρχον, ὁ δὲ Μάρκελλος, ὡς ἑπομένων αὐτῶν, ἐμάχετο γενναίως, μέχρι κατακοντισθεὶς ἀπέθανεν. καὶ αὐτοῦ τῷ σώματι ὁ Ἀννίβας ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελών, τὸ μὲν σῶμα ἔκαυσε λαμπρῶς, καὶ τὰ ὀστᾶ τῷ παιδὶ προσέπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον·

Σαλαπίνοις δὲ μηνίων εὐθὺς ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου, πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι. ἄρτι δʼ εἰλήφεσαν Κρισπίνου γράμματα, περιπέμψαντος ἐς ἅπαντας ὅτι τῆς Μαρκέλλου σφραγῖδος Ἀννίβας κεκρατήκοι. τὸν οὖν ἄγγελον, ἵνα μὴ παραμένων ἐπιγνοίη τὰ γιγνόμενα, ἀπέπεμψαν ὑποσχόμενοι τὰ προστασσόμενα ποιήσειν, αὐτοὶ δʼ ὁπλισάμενοι τὴν ἐνέδραν ἐπὶ τῶν τειχῶν ἀνέμενον. καὶ προσιόντος τοῦ Ἀννίβου μετὰ Νομάδων, οὓς Ῥωμαϊκοῖς ὅπλοις ἐσκεύασε, τὰς μὲν πύλας ἐκ μηχανήματος ἀνέσπασαν ὡς δὴ Μαρκέλλου προσιόντος ἀσμενίζοντες, ἐσδεξάμενοι δὲ ὅσων εὐμαρῶς κρατήσειν ἔμελλον, αὖθις ἐκ τοῦ μηχανήματος αὐτὰς ἐπικαθῆκαν, καὶ τοὺς μὲν ἐσελθόντας ἔκτειναν, τοὺς δʼ ἔξω τῶν τειχῶν ἔτι περιεστῶτας ἄνωθεν ἔβαλλόν τε καὶ κατετίτρωσκον. καὶ δευτέρας τῆσδε πείρας ὁ Ἀννίβας ἐπὶ τῇ πόλει σφαλεὶς ἀπεχώρει.

ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ διῆλθεν. ἐσέβαλέ τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα. καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας. ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει. καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν.

θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο. Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.

ὁ δʼ ἐπί τε τῷ ἀδελφῷ καὶ στρατιᾷ τοσῇδε διʼ ἀπειρίαν ὁδῶν αἰφνίδιον ἀπολωλυίᾳ δυσφορῶν, καὶ τεσσαρεσκαιδέκατον ἔτος ἔχων ἐν πονοις ἀτρύτοις ἐξ οὗ Ῥωμαίοις ἐν Ἰταλίᾳ διεπολέμει, πάντων τε ὧν εἰλήφει πρότερον ἐκπεπτωκώς, ἐς Βρεττίους, ὅπερ αὐτῷ λοιπὸν ἔθνος ὑπήκοον ἦν, ἀνεχώρει, καὶ ἡσύχαζεν ὡς ἑτέρας δυνάμεως ἀφιξομένης ἀπὸ Καρχηδόνος. οἱ δʼ ἔπεμψαν μὲν αὐτῷ ναῦς ἑκατὸν στρογγύλας, ἐφʼ ὧν σῖτός τε ἦν καὶ στρατιὰ καὶ χρήματα, οὐδενὸς δʼ ἐρετικοῦ παραπέμποντος αὐτὰς ἄνεμος ἐς Σαρδόνα κατήνεγκε, καὶ ὁ τῆς Σαρδόνος στρατηγὸς ἐπιπλεύσας μακραῖς ναυσὶ κατέδυσε μὲν αὐτῶν εἴκοσιν, ἑξήκοντα δʼ ἔλαβεν· αἱ δὲ λοιπαὶ διέφυγον ἐς Καρχηδόνα. καὶ ὁ Ἀννίβας ἔτι μᾶλλον ἀπορούμενός τε καὶ τὰ παρὰ Καρχηδονίων ἀπεγνωκώς, οὐδὲ Μάγωνος αὐτῷ τι, τοῦ ξενολογοῦντος ἐν Κελτοῖς καὶ Λίγυσιν, ἐπιπέμποντος, ἀλλὰ τὸ μέλλον ἔσεσθαι περιορωμένου, συνιδὼν ὅτι μένειν ἐπὶ πλεῖον οὐ δυνήσεται, αὐτῶν ἤδη Βρεττίων ὡς ἀλλοτρίων ὅσον οὔπω γενησομένων κατεφρόνει, καὶ ἐσφορὰς ἐπέβαλλεν αὐτοῖς πάνυ πολλάς, τάς τε ὀχυρὰς τῶν πόλεων μετῴκιζεν ἐς τὰ πεδινὰ ὡς βουλευούσας ἀπόστασιν, πολλούς τε τῶν ἀνδρῶν αἰτιώμενος διέφθειρεν, ἵνα τὰς περιουσίας αὐτῶν σφετερίζοιτο.