Hannibalic War

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ δʼ ἐπιτηρήσας νύκτα ἀσέληνον, καὶ χωρίον ἐν ᾧ Φούλουιος ἑσπερας τεῖχος μὲν οὐκ ἔφθανεν ἐγεῖραι, τάφρον δʼ ὀρυξάμενος καὶ διαστήματα ἀντὶ πυλῶν καταλιπὼν καὶ τὸ χῶμα προβαλὼν ἀντὶ τείχους ἡσύχαζεν, ἔς τε λόφον ὑπερκείμενον αὐτοῦ καρτερὸν ἔπεμψε λαθὼν ἱππέας, οἷς εἶρητο ἡσυχάζειν ἕως οἱ Ῥωμαῖοι τὸν λόφον ὡς ἔρημον ἀνδρῶν καταλαμβάνωσι, τοῖς δʼ ἐλέφασι τοὺς Ἰνδοὺς ἐπιβήσας ἐκέλευσεν ἐς τὸ τοῦ Φουλουίου στρατόπεδον ἐσβιάζεσθαι διά τε τῶν διαστημάτων καὶ διὰ τῶν χωμάτων, ὡς δύναιντο. σαλπικτὰς δὲ αὐτοῖς καὶ βυκανητάς τινας ἐξ ὀλίγου διαστήματος ἕπεσθαι κελεύσας, προσέταξεν, ὅταν ἔνδον γένωνται, τοὺς μὲν θόρυβον πολὺν ἐγείρειν περιθέοντας, ἵνα πολλοὶ δόξωσιν εἶναι, τοὺς δε ῥωμαΐζοντας βοᾶν ὅτι Φούλουιος ὁ Ῥωμαίων στρατηγὸς κελεύει, τὸ στρατόπεδον ἐκλιπόντας, ἐπὶ τὸν ἐγγὺς λόφον ἀναπηδᾶν. τόδε μὲν ἦν τὸ στρατήγημα τοῦ Ἀννίβου, καὶ τούτων τὰ μὲν πρῶτα πάντα κατὰ νοῦν ἀπήντησεν· οἵτε γὰρ ἐλέφαντες ἐσῆλθον τοὺς φύλακας καταπατήσαντες, καὶ οἱ σαλπικταὶ τὸ αὑτῶν ἐποίουν, καὶ ὁ θόρυβος Ῥωμαίοις ἐξ εὐνῆς ἀνισταμένοις ἐν μελαίνῃ νυκτὶ ἀδόκητος ἐμπεσὼν ἐπιφοβώτατος ἦν, τῶν τε ῥωμαϊζόντων ἀκούοντες ὅτι παρήγγελται φεύγειν ἐς τὸν λόφον, περὶ τοῦτʼ ἐγίγνοντο.

Φούλουιος δὲ ἀεί τινα προσδοκῶν ἐνέδραν, καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖς Ἀννίβου, εἴθʼ ὑπʼ οἰκείας τότε συνέσεως, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρʼ αἰχμαλώτου τὰ ἀκριβέστατα μαθών, τοὺς χιλιάρχους ὀξέως ἐπέστησε ταῖς ἐς τὸ λόφον ἀγούσαις ὁδοῖς, κωλύειν τοὺς διʼ αὐτῶν φερομένους, καὶ μεταδιδάσκειν ὅτι τοῦτʼ οὐχ ὁ στρατηγὸς Ῥωμαίων ἀλλʼ Ἀννίβας ἐκήρυξεν ἐνεδρεύων. αὐτὸς δὲ τοῖς χώμασι φυλακὰς ἀκριβεῖς ἐπιστήσας, μή τις ἔφοδος ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθʼ ἑτέρων ἀνὰ τὸ στρατόπεδον ἅπαντα ἔχειν ἀσφαλῶς, καὶ ὀλίγους τοὺς μετὰ τῶν ἐλεφάντων ἐσελθόντας εἶναι. δᾷδάς τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴς ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότης, ὥστε αὐτῶν πάνυ καταφρονήσαντες οἱ Ῥωμαῖοι, ἐς ὀργὴν ἐκ τοῦ πρὶν δέους μεταβαλόντες, εὐμαρῶς οἷα ψιλοὺς καὶ ὀλίγους διέφθειραν. οἱ δὲ ἐλέφαντες οὐκ ἔχοντες εὐρύχωρον οὐδὲν ἐς ἀναστροφήν, εἰλούμενοι περὶ σκηνὰς καὶ φάτνας, ἐβάλλοντο πρὸς ἁπάντων ἐπιτυχῶς διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθος τῶν σωμάτων, μέχρι περιαλγοῦντές τε καὶ ἀγανακτοῦντες, καὶ ἐπιδραμεῖν ἐς τοὺς πολεμίους οὐκ ἔχοντες, τοὺς ἐπιβάτας σφῶν ἀπεσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριωμένοι, καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου. Φούλουιος μὲν δὴ Φλάκκος εὐσταθῶς καὶ εὐμηχάνως αἰφνιδίῳ συνενεχθεὶς ἐνέδρᾳ περιῆν τοῦ Ἀννίβου, καὶ τὸν στρατὸν περιέσωζεν ἀεὶ πεφρικότα τὰς Ἀννίβου μηχανάς·

ὁ δʼ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ. καὶ εὐθὺς αὐτῷ κατʼ ὀλίγον ἐτρέπετο πάντα. Φούλουιος δʼ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ. Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς· ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι. Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὗρον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον· Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο. καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δʼ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον. εὔφορος δʼ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα· πεδιὰς γάρ ἐστιν. Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.

ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα. ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων ἄλλην ἐσηγάγετο. Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ. καὶ ὁ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.

Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω. τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων. ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος· ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ λαβόντων, ἀνήκεστον. ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ. καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ. Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ. στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών, οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα; ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας ἐμήνυεν.

καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν ὡς ἐπιβουλεύοιτο ὑπʼ ἐχθροῦ τεχνίτου. τοῦτο δʼ, ἔφη, τὸ νῦν ἐπιβούλευμα καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με. τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευσεν, ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ κρινόμενος καὶ ἀρνούμενος, αὖθις ἂν τὰ δεύτερα ταῦτʼ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστʼ ἐν τῷ δικαστηρίῳ, πολλῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν; εἰ δὲ δὴ καὶ ἐγεγένητο, ἔφη, χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν; τί δʼ ἂν ἐδεόμην ἐγὼ μηδὲν ἐπικουρεῖν δυναμένου; ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ, καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δʼ ἐκ τοῦδε καὶ Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων. οὐ μὴν οὐδὲ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπείθειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου. ὁ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι, καὶ τὴν ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν. ὁ δὲ οὐδὲν ὀκνήσας ἔφη, διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν (μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτω) καὶ στρατιὰν ἄξω λαβών· ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς ἐκείνου τοῦ στρατοῦ· σὺ δʼ ὑπομένειν μοι δεῦρο, καὶ τὰ ἔνδον ἐπιτηρεῖν.

ὁ μὲν εἶπεν οὕτω, καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον ἀλλʼ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα. καὶ δοὺς τῇ βουλῇ τὸν υἱὸν ὅμηρον, ἱππέας ᾔτει χιλίους, μεθʼ ὧν ἠπείγετο κατὰ σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος. ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ. νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω στρατόπεδον αὐτὸν οἴχεσθαι, διέδραμε πρὸς Ἀννίβαν, καταφρονῶν ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ νῦν μέν, ἔφη, παραδώσω σοι τὸν Βλάτιον ἐπʼ αὐτοφώρῳ στρατιὰν ἐπάγοντα τῇ πόλει. καὶ τὸ γεγονὸς ἐκθέμενος, καὶ λαβών τινας, ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος. ὁ δʼ ἔνδον τε ἦν ἄρτι, καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν ἐφύλασσε μηδένα παρελθεῖν, καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δʼ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἴασεν ἀνεῷχθαι. καὶ τὸ κατʼ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπόπτως· τὰ δʼ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν. Δάσιος δὲ ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας προλαβεῖν τὸν ἐχθρόν, καὶ ἐσήλατο γεγηθώς. ὁ δʼ ἐπικλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας. ὀλίγοι δʼ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι διέφυγον.