Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἔτεσι δʼ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. ἡ δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε· καὶ γὰρ τοῦθʼ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας· τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπʼ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι ἦσαν ἀφειμένοι, δίδωσι δʼ ἡ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.

στρατηγὸς οὖν ἐπʼ αὐτοὺς Νωβελίων ἐπέμπετο μετὰ στρατιᾶς οὐ πολὺ τρισμυρίων ἀνδρῶν ἀποδεούσης· ὃν ἐπειδὴ σφίσιν οἱ Σεγηδαῖοι προσιόντα ἔγνωσαν, οὔπω τὸ τεῖχος ἐκτελέσαντες ἔφευγον ἐς Ἀρουακοὺς μετὰ παίδων καὶ γυναικῶν, καὶ σφᾶς ὑποδέχεσθαι τοὺς Ἀρουακοὺς παρεκάλουν. οἱ δὲ ὑποδέχονταί τε, καὶ Κάρον αὑτῶν Σεγηδαῖον, πολεμικὸν εἶναι νομιζόμενον, αἱροῦνται στρατηγόν. ὁ δὲ τρίτῃ μετὰ τὴν χειροτονίαν ἡμέρᾳ δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους ἔς τινα λόχμην ἐνεδρεύσας παροδεύουσι τοῖς Ῥωμαίοις ἐπέθετο, καὶ τῆς μάχης ἐπὶ πολὺ ἀγχωμάλου γενομένης ἐκράτει τε λαμπρῶς, καὶ Ῥωμαίων τῶν ἐξ ἄστεος ἔκτεινεν ἐς ἑξακισχιλίους, ὡς μέγα τῇ πόλει γενέσθαι τὸ ἀτύχημα. ἀτάκτου δὲ αὐτῷ τῆς διώξεως ἐπὶ τῇ νίκῃ γενομένης, οἱ τὰ σκευοφόρα Ῥωμαίων φυλάσσοντες ἱππεῖς ἐπέδραμον, καὶ Κάρον τε αὐτὸν ἀριστεύοντα ἔκτειναν καὶ ἑτέρους ἀμφʼ αὐτόν, οὐκ ἐλάσσους καὶ οἵδε τῶν ἑξακισχιλίων, μέχρι νὺξ ἐπελθοῦσα διέλυσεν. ἐγίγνετο δὲ ταῦθʼ ὅτε Ῥωμαῖοι τῷ Ἡφαίστῳ τὴν ἑορτὴν ἄγουσιν· ὅθεν οὐδεὶς ἂν ἑκὼν ἄρξειεν ἐξ ἐκείνου μάχης παρὰ τήνδε τὴν ἡμέραν.

Ἀρουακοὶ μὲν οὖν εὐθὺς αὐτῆς νυκτὸς ἐς Νομαντίαν, ἣ δυνατωτάτη πόλις ἦν, συνελέγοντο, καὶ στρατηγοὺς Ἄμβωνα καὶ Λεύκωνα ᾑροῦντο· Νωβελίων δʼ αὐτοῖς τρισὶν ἡμέραις ὕστερον ἐπελθὼν παρεστρατοπέδευσεν ἀπὸ σταδίων τεσσάρων καὶ εἴκοσιν. παραγενομένων δέ οἱ Νομάδων ἱππέων τριακοσίων, οὓς Μασσανάσσης ἐπεπόμφει, καὶ ἐλεφάντων δέκα, τὴν στρατιὰν ἐπῆγε τοῖς πολεμίοις, ἄγων ὀπίσω τὰ θηρία λανθάνοντα. καὶ γενομένης ἐν χερσὶ τῆς μάχης οἱ μὲν ἄνδρες διέστησαν, τὰ δὲ θηρία ἐξεφαίνετο· καὶ οἱ Κελτίβηρες αὐτοί τε καὶ οἱ ἵπποι σφῶν οὐ πρὶν ἑωρακότες ἐλέφαντας ἐν πολέμοις ἐθορυβοῦντο καὶ κατέφευγον ἐς τὴν πόλιν. ὁ δὲ καὶ τοῖς τείχεσιν αὐτοὺς ἐπῆγε, καὶ ἐμάχετο γενναίως, μέχρι τῶν ἐλεφάντων τις ἐς τὴν κεφαλὴν λίθῳ μεγάλῳ καταπίπτοντι πληγεὶς ἠγριώθη τε, καὶ ἐκβοήσας μέγιστον ἐς τοὺς φίλους ἐπεστρέφετο, καὶ ἀνῄρει τὸν ἐν ποσίν, οὐ διακρίνων ἔτι φίλιον ἢ πολέμιον. οἵ τε ἄλλοι ἐλέφαντες πρὸς τὴν ἐκείνου βοὴν διαταραχθέντες ὅμοια πάντες ἔδρων, καὶ τοὺς Ῥωμαίους συνεπάτουν τε καὶ ἀνέτεμνον καὶ ἀνερρίπτουν. ὅπερ ἀεὶ θορυβηθέντες οἱ ἐλέφαντες εἰώθασι πάσχειν, καὶ πάντας ἡγεῖσθαι πολεμίους· καί τινες διὰ τήνδε τὴν ἀπιστίαν αὐτοὺς καλοῦσι κοινοὺς πολεμίους. φυγὴ οὖν τῶν Ῥωμαίων ἐγίγνετο ἄτακτος· ἣν οἱ Νομαντῖνοι κατιδόντες ἀπὸ τῶν τειχῶν ἐξέθορον, καὶ διώκοντες ἔκτειναν ἄνδρας μὲν ἐς τετρακισχιλίους ἐλέφαντας δὲ τρεῖς, ὅπλα τε πολλὰ καὶ σημεῖα ἔλαβον. Κελτιβήρων δὲ ἀπέθανον ἐς δισχιλίους.

καὶ ὁ Νωβελίων μικρὸν ἐκ τοῦ πταίσματος ἀναλαβών, ἀγορᾷ μέν τινι τῶν πολεμίων ἐπεχείρει περὶ Ἀξείνιον πόλιν σεσωρευμένῃ, οὐδὲν δὲ ἀνύσας, ἀλλὰ κἀνταῦθα πολλοὺς ἀποβαλών, ἐπανῆλθε νυκτὸς ἐς τὸ στρατόπεδον. ὅθεν Βιήσιον ἵππαρχον ἐπὶ συμμαχίαν ἔς τι γειτονεῦον ἔθνος ἔπεμπεν, ἱππέων δεόμενος. οἱ δὲ συνέπεμψαν αὐτῷ τινὰς ἱππέας, οὓς ἐρχομένους ἐλόχων οἱ Κελτίβηρες. καὶ τῆς ἐνέδρας ἐκφανείσης οἱ μὲν σύμμαχοι διεδίδρασκον, ὁ δὲ Βιήσιος μαχόμενος αὐτός τε καὶ σὺν αὐτῷ πολλοὶ Ῥωμαίων ἀπέθανον. συνεχῶν δὲ τοιῶνδε πταισμάτων αὐτοῖς ἐπιγιγνομένων, πόλις Ὄκιλις, ἔνθα ἡ ἀγορὰ καὶ τὰ χρήματα ἦν τὰ Ῥωμαίων, μετέθετο ἐς τοὺς Κελτίβηρας. καὶ ὁ Νωβελίων ἀπιστῶν ἅπασιν ἐν τῷ στρατοπέδῳ διεχείμαζε, στεγάσας ὡς ἐδύνατο, καὶ τὴν ἀγορὰν ἔχων ἔνδον, καὶ κακοπαθῶν αὐτῆς τε τῆς ἀγορᾶς τῇ ὀλιγότητι καὶ νιφετοῦ πυκνότητι καὶ κρύους χαλεπότητι, ὥστε πολλοὶ τῶν στρατιωτῶν οἱ μὲν ἐν τοῖς φρυγανισμοῖς, οἱ δὲ καὶ ἔνδον ὑπὸ στενοχωρίας καὶ κρύους ἀπώλλυντο.

τοῦ δʼ ἐπιόντος ἔτους Νωβελίωνι μὲν ἐπὶ τὴν στρατηγίαν ἀφικνεῖται διάδοχος Κλαύδιος Μάρκελλος, ἄγων πεζοὺς ὀκτακισχιλίους καὶ ἱππέας πεντακοσίους· λοχώντων δὲ καὶ τόνδε τῶν πολεμίων διῆλθε πεφυλαγμένως, καὶ σύμπαντι τῷ στρατῷ παρὰ τὴν Ὄκιλιν ἐστρατοπέδευσεν. ἐπιτυχὴς δὲ τὰ πολέμια ὢν τὴν πόλιν αὐτίκα παρεστήσατο, καὶ συγγνώμην ἔδωκεν, ὅμηρά τινα καὶ ἀργυρίου τάλαντα τριάκοντα λαβών. Νεργόβριγες δὲ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι, πέμψαντες ἠρώτων τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν. ὡς δὲ αὐτοὺς ἐκέλευεν ἑκατὸν ἱππέας δοῦναι συστρατεύσοντας, οἱ μὲν ὑπισχνοῦντο δώσειν, κατὰ δʼ ἄλλο μέρος τοῖς οὐραγοῦσιν ἐπετίθεντο καὶ τῶν σκευοφόρων τι περιέσπων. εἶτʼ ἀφίκοντο τοὺς ἑκατὸν ἱππέας ἄγοντες ὡς δὴ κατὰ τὸ συγκείμενον, περί τε τῶν ἐπὶ τῆς οὐραγίας γενομένων ἔλεγον τινὰς ἀγνοοῦντας τὰ ὡμολογημένα ἁμαρτεῖν. ὁ δὲ τοὺς μὲν ἑκατὸν ἱππέας ἔδησε, τοὺς δʼ ἵππους αὐτῶν ἀποδόμενος καὶ τὸ πεδίον καταδραμὼν τὴν λείαν διεῖλε τῷ στρατῷ, καὶ τῇ πόλει παρεστρατοπέδευσεν. Νεργόβριγες δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα μαὶ χωμάτων, κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον, ᾔτουν συγγνώμην. ὁ δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρουακοὶ καὶ Βελλοὶ καὶ Τίτθοι δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Μάρκελλον ἠξίουν, ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν, ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν· ἀντέλεγον δʼ αὐτοῖς ἐπιχώριοί τινες ὑπʼ ἐκείνων πεπολεμημένοι.