Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

χρόνῳ δʼ ὕστερον, ὅτε Ῥωμαῖοι Κελτοῖς τε τοῖς περὶ Πάδον ἐπολέμουν καὶ Φιλίππῳ τῷ Μακεδόνι, ἐνεωτέρισαν αὖθις ἐς τὴν ἀσχολίαν αὐτῶν οἱ Ἴβηρες. καὶ αὐτοῖς ἐπέμφθησαν ἐκ Ῥώμης στρατηγοὶ τοῦδε τοῦ πολέμου Σεμπρώνιός τε Τουδιτανὸς καὶ Μᾶρκος Ἕλουιος, μετὰ δʼ ἐκείνους Μινούκιος. καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.

ὡς δὲ κατέπλευσε τῆς Ἰβηρίας ἐς τὸ καλούμενον Ἐμπόριον ὁ Κάτων, οἱ μὲν πολέμιοι πάντοθεν ἐπʼ αὐτὸν ἐς τετρακισμυρίους ἀγηγέρατο, ὁ δʼ ἐπὶ μέν τι τὴν στρατιὰν ἐγύμναζεν, ὡς δʼ ἔμελλε συνενεχθήσεσθαι μάχῃ, τὰς ναῦς ἃς εἶχεν ἐς Μασσαλίαν ἀπέπεμψε, καὶ τὸν στρατὸν ἐδίδασκεν οὐ τοῦτο εἶναι φοβερόν, ὅτι πλήθει προύχουσιν οἱ πολέμιοι (τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλέονος ἐπικρατεῖν), ἀλλʼ ὅτι νεῶν ἀποροῦμεν, ὡς οὐκ ἔχειν, εἰ μὴ κρατοῖμεν, οὐδὲ σωτηρίαν. ταῦτʼ εἰπὼν αὐτίκα συνέβαλεν, οὐκ ἐπελπίσας, ὥσπερ ἕτεροι, τὸν στρατόν, ἀλλὰ φοβήσας. γενομένης δʼ ἐν χερσὶ τῆς μάχης, ἐς πάντα μετεπήδα παρακαλῶν καὶ παροξύνων. ἀκρίτου δʼ αὐτῆς ἐς δείλην ἑσπέραν ἔτι οὔσης, καὶ πολλῶν πιπτόντων ἑκατέρωθεν, ἔς τινα λόφον ὑψηλὸν μετὰ τριῶν τάξεων ἐφέδρων ἀνέδραμε, τὸ ἔργον ὁμοῦ πᾶν ἐποψόμενος. ὡς δὲ εἶδε τοὺς μέσους τῶν ἰδίων μάλιστα ἐνοχλουμένους, ὥρμησεν ἐς αὐτοὺς προκινδυνεύων, ἔργῳ τε καὶ βοῇ συνετάραξε τοὺς ἐχθρούς, καὶ πρῶτος κατῆρξε τῆς νίκης. διώξας τε νυκτὸς ὅλης ἐκράτησεν αὐτῶν τοῦ στρατοπέδου, καὶ πολλοὺς ἀπέκτεινεν. ἐπανιόντι δʼ ὡς ἡγεμόνι τῆς νίκης συνήδοντο συμπλεκόμενοι. καὶ μετὰ τοῦτο ἀνέπαυε τὴν στρατιάν, καὶ τὰ λάφυρα ἐπίπρασκεν.

πρεσβευόντων δʼ ἐς αὐτὸν ἁπάντων ὅμηρά τε ᾔτησεν ἄλλα, καὶ βιβλία ἐσφραγισμένα ἐς ἑκάστους περιέπεμπε, καὶ τοὺς φέροντας ἐκέλευεν ἡμέρᾳ μιᾷ πάντας ἀποδοῦναι· καὶ ὥριζε τὴν ἡμέραν, τεκμηράμενος ὅτε μάλιστα ἐς τὴν πορρωτάτω πόλιν ἀφίξονται. ἐκέλευε δʼ ἡ γραφὴ ταῖς ἀρχαῖς τῶν πόλεων ἁπάσαις καθαιρεῖν τὰ τείχη σφῶν, αὐτῆς ἡμέρας ᾗ τὰ γράμματα λάβοιεν· εἰ δὲ ἀνάθοιντο τὴν ἡμέραν, ἀνδραποδισμὸν ἠπείλει. οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθʼ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι, καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς. ἐν ᾧ γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο. οὕτω μὲν αἱ πόλεις αἱ περὶ Ἴβηρα ποταμὸν μιᾶς ἡμέρας, ὑφʼ ἑνὸς στρατηγήματος, αὐταὶ τὰ τείχη τὰ ἑαυτῶν καθῄρουν, καὶ Ῥωμαίοις ἐς τὸ μέλλον εὐέφοδοι γενόμεναι διέμειναν ἐς πλεῖστον ἐπὶ εἰρήνης.

Ὀλυμπιάσι δʼ ὕστερον τέσσαρσιν, ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, πολλοὶ τῶν Ἰβήρων γῆς ἀποροῦντες ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἄλλοι τε καὶ Λούσονες, οἳ περὶ τὸν Ἴβηρα ᾤκηνται. στρατεύσας οὖν ἐπʼ αὐτοὺς ὕπατος Φούλουιος Φλάκκος ἐνίκα μάχῃ. καὶ πολλοὶ μὲν αὐτῶν κατὰ πόλεις διελύθησαν· ὅσοι δὲ μάλιστα γῆς ἠπόρουν καὶ ἐξ ἄλης ἐβιότευον, ἐς Κομπλέγαν πόλιν συνέφυγον, ἣ νεόκτιστός τε ἦν καὶ ὀχυρά, καὶ ηὔξετο ταχέως. ὅθεν ὁρμώμενοι τὸν Φλάκκον ἐκέλευον, καταθέντα σφίσιν ὑπὲρ τῶν ἀνῃρημένων ἑκάστου σάγον τε καὶ ἵππον καὶ ξίφος, ἀποτρέχειν ἐξ Ἰβηρίας πρίν τι κακὸν παθεῖν. ὁ δὲ πολλοὺς αὐτοῖς ἔφη σάγους οἴσειν, καὶ τοῖς πρέσβεσιν αὐτῶν ἑπόμενος τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δʼ ἀνομοίως ταῖς ἀπειλαῖς σφῶν αὐτίκα ἀπεδίδρασκον, καὶ τὰ τῶν ἐγγὺς βαρβάρων ἐλῄζοντο. χρῶνται δὲ διπλοῖς ἱματίοις παχέσιν, ἀντὶ χλαμύδων αὐτὰ περιπορπώμενοι, καὶ τοῦτο σάγον ἡγοῦνται.

Φλάκκῳ μὲν οὖν διάδοχος ἦλθεν ἐπὶ τὴν στρατηγίαν Τιβέριος Σεμπρώνιος Γράκχος. Κάραουιν δὲ πόλιν, ἣ Ῥωμαίων ἦν φίλη, δισμύριοι Κελτιβήρων ἐπολιόρκουν· καὶ ἐπίδοξος ἦν ἁλώσεσθαι, Γράκχου σφόδρα μὲν ἐπειγομένου βοηθῆσαι τῇ πόλει, περιιόντος δʼ ἐν κύκλῳ τοὺς πολεμίους, καὶ οὐκ ἔχοντος οὐδὲ μηνῦσαι τῇ πόλει περὶ ἑαυτοῦ. τῶν οὖν τις ἰλάρχων, Κομίνιος, ἐνθυμηθεὶς πρὸς ἑαυτὸν καὶ Γράκχῳ τὸ τόλμημα ἀνενεγκών, ἐνεπορπήσατο σάγον Ἰβηρικῶς, καὶ λαθὼν ἀνεμίχθη τοῖς χορτολογοῦσι τῶν πολεμίων, συνεσῆλθέ τε αὐτοῖς ὡς Ἴβηρ ἐς τὸ στρατόπεδον, καὶ ἐς τὴν Κάραουιν διαδραμὼν ἐμήνυσεν ὅτι Γράκχος ἐπίοι. οἱ μὲν δὴ διεσώθησαν, ἐγκαρτερήσαντες τῇ πολιορκίᾳ μέχρι Γράκχος αὐτοῖς ἐπῆλθε μετὰ τρίτην ἡμέραν, καὶ οἱ πολιορκοῦντες ἀπανέστησαν· δισμύριοι δʼ ἐκ τῆς Κομπλέγας διέτρεχον ἐς τὸ Γράκχου στρατόπεδον σὺν ἱκετηρίαις, καὶ πλησιάσαντες ἀδοκήτως ἐπέθεντο αὐτῷ, καὶ συνετάραξαν. ὁ δʼ εὐμηχάνως ἐξέλιπεν αὐτοῖς τὸ στρατόπεδον, καὶ ὑπεκρίνατο φεύγειν· εἶτα διαρπάζουσιν ἐπιστραφεὶς ἐπέπεσέ τε καὶ πλείστους ἔκτεινε, καὶ τῆς Κομπλέγας κατέσχε καὶ τῶν περιοίκων. τοὺς δὲ ἀπόρους συνῴκιζε, καὶ γῆν αὐτοῖς διεμέτρει. καὶ πᾶσιν ἔθετο τοῖς τῇδε συνθήκας ἀκριβεῖς, καθʼ ἃ Ῥωμαίων ἔσονται φίλοι· ὅρκους τε ὤμοσεν αὐτοῖς καὶ ἔλαβεν, ἐπιποθήτους ἐν τοῖς ὕστερον πολέμοις πολλάκις γενομένους. διʼ ἃ καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν Ῥώμῃ διώνυμος ἐγένετο ὁ Γράκχος, καὶ ἐθριάμβευσε λαμπρῶς.