Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

παραλαβών τε τὴν ἐκεῖ στρατιάν, καὶ οὓς ἦγεν ἐς ἓν συναγαγών, ἐκάθηρε, καὶ διελέχθη καὶ τοῖσδε μεγαληγόρως. δόξα τε διέδραμεν ἐς ὅλην αὐτίκα τὴν Ἰβηρίαν, βαρυνομένην τε τοὺς Λίβυας καὶ τῶν Σκιπιώνων τὴν ἀρετὴν ἐπιποθοῦσαν, ὅτι στρατηγὸς αὐτοῖς ἥκοι Σκιπίων ὁ Σκιπίωνος κατὰ θεόν. οὗ δὴ καὶ αὐτὸς αἰσθανόμενος, ὑπεκρίνετο πάντα ποιεῖν πειθόμενος θεῷ. πυνθανόμενος δʼ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπʼ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ βελῶν καὶ νεῶν καὶ αἰχμαλώτων καὶ ὁμήρων τῶν ἐξ ὅλης Ἰβηρίας ἔχουσιν ἐν τῇ πρότερον μὲν Ζακάνθῃ τότε δὲ ἤδη Καρχηδόνι, καὶ φρουρὸς αὐτῶν ἐστὶ Μάγων μετὰ μυρίων Καρχηδονίων, ἔκρινε πρῶτον ἐς τούτους ἐπιδραμεῖν διά τε τὴν ὀλιγότητα τοῦ στρατοῦ τοῦ μετὰ Μάγωνος καὶ τὸ μέγεθος τῆς παρασκευῆς, καὶ ὡς ὁρμητήριον ἀσφαλὲς ἐκ γῆς καὶ θαλάσσης ἕξων ἐπὶ ὅλην τὴν Ἰβηρίαν πόλιν ἀργυρεῖα καὶ χώραν εὐδαίμονα καὶ πλοῦτον πολὺν ἔχουσαν καὶ τὸν διάπλουν ἐς Λιβύην βραχύτατον.

ὁ μὲν δὴ τοσοῖσδε λογισμοῖς ἐπαιρόμενος, οὐδενὶ προειπὼν ὅπῃ χωρήσειν ἔμελλεν, ἡλίου δύναντος ἦγε τὴν στρατιὰν διʼ ὅλης τῆς νυκτὸς ἐπὶ τὴν Καρχηδόνα. καὶ αὐτὴν ἅμα ἕῳ, τῶν Λιβύων καταπλαγέντων, περιταφρεύσας, ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἡτοιμάζετο, κλίμακάς τε καὶ μηχανὰς πάντῃ περιτιθείς, χωρὶς ἑνὸς μέρους, ᾗ τὸ μὲν τεῖχος ἦν βραχύτατον, ἕλος δʼ αὐτῷ καὶ θάλασσα προσέκλυζε, καὶ διʼ αὐτὸ καὶ οἱ φύλακες ἀμελῶς εἶχον. νυκτὸς δὲ πάντα πληρώσας βελῶν καὶ λίθων, καὶ τοῖς λιμέσι τῆς πόλεως ναῦς ἐπιστήσας, ἵνα μὴ αἱ νῆες αὐτὸν αἱ τῶν πολεμίων διαφύγοιεν (ὑπὸ γὰρ δὴ μεγαλοψυχίας ἤλπιζε πάντως αἱρήσειν τὴν πόλιν), πρὸ ἕω τὴν στρατιὰν ἀνεβίβαζεν ἐπὶ τὰς μηχανάς, τοὺς μὲν ἄνωθεν ἐγχειρεῖν κελεύων τοῖς πολεμίοις, τοὺς δὲ κάτω τὰς μηχανὰς ὠθεῖν ἐς τὸ πρόσω. Μάγων δὲ τοὺς μὲν μυρίους ἐπέστησε ταῖς πύλαις ὡς ἐκπηδήσοντας, ὅτε καιρὸς εἴη, μετὰ μόνων ξιφῶν (οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαι), τοὺς δὲ ἄλλους ἐς τὰς ἐπάλξεις ἀνῆγεν. καὶ πολλὰ καὶ ὅδε μηχανήματα καὶ λίθους καὶ βέλη καὶ καταπέλτας ἐπιστήσας εἴχετο τοῦ ἔργου προθύμως. γενομένης δὲ βοῆς καὶ παρακελεύσεως ἑκατέρωθεν, οὐδέτεροι μὲν ὁρμῆς καὶ προθυμίας ἐνέλειπον, καὶ λίθους τε καὶ βέλη καὶ ἀκόντια ἀφιέντες, οἱ μὲν ἀπὸ χειρῶν, οἱ δὲ ἀπὸ μηχανῶν, οἱ δὲ ἀπὸ σφενδόνης, εἴ τέ τις ἦν ἄλλη παρασκευὴ καὶ δύναμις, ἐχρῶντο προθύμως ἅπασιν.

ἐκακοπάθει δὲ τὰ τοῦ Σκιπίωνος, καὶ οἱ μύριοι Καρχηδονίων, οἳ περὶ τὰς πύλας ἦσαν, ἐκδραμόντες σὺν τοῖς ξίφεσι γυμνοῖς ἐνέπιπτον ἐς τοὺς τὰ μηχανήματα ὠθοῦντας, καὶ πολλὰ μὲν ἔδρων, οὐχ ἥσσω δʼ ἀντέπασχον, μέχρι τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ τὰ Ῥωμαίων ὑπανίστατο. καὶ μεταβολῆς γενομένης οἵ τε ἐπὶ τῶν τειχῶν ἔκαμνον ἤδη, καὶ αἱ κλίμακες αὐτοῖς προσεπέλαζον. οἱ δὲ ξιφήρεις τῶν Καρχηδονίων ἐς τὰς πύλας ἐσέτρεχον, καὶ ἀποκλείσαντες αὐτὰς ἀνεπήδων ἐπὶ τὰ τείχη. καὶ τοῖς Ῥωμαίοις αὖθις ἦν ὁ πόνος πολύς τε καὶ χαλεπός, ἐς οὗ Σκιπίων ὁ στρατηγὸς πάντῃ περιθέων τε καὶ βοῶν καὶ παρακαλῶν εἶδε περὶ μεσημβρίαν, ᾗ τὸ βραχὺ τεῖχος ἦν καὶ τὸ ἕλος προσέκλυζε, τὴν θάλασσαν ὑποχωροῦσαν· ἄμπωτις γὰρ ἐφήμερος ἔστιν. καὶ ὁ κλύδων ἐπῄει μὲν ἐς μαστούς, ὑπεχώρει δὲ ἐς μέσας κνήμας. ὅπερ ὁ Σκιπίων τότε ἰδών, καὶ περὶ τῆς φύσεως αὐτοῦ πυθόμενος, ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας, πρὶν ἐπανελθεῖν τὸ πέλαγος, ἔθει πάντῃ βοῶν, νῦν ὁ καιρός, ὦ ἄνδρες, νῦν ὁ σύμμαχός μοι θεὸς ἀφῖκται. πρόσιτε τῷ μέρει τῷδε τοῦ τείχους. ἡ θάλασσα ἡμῖν ὑποκεχώρηκεν φέρετε τὰς κλίμακας, ἐγὼ δʼ ἡγήσομαι.