Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

θέμενοι δʼ οἱ Καρχηδόνιοι πρὸς Σύφακα εἰρήνην, αὖθις ἐξέπεμπον ἐς Ἰβηρίαν Ἀσδρούβαν μετὰ πλέονος στρατοῦ καὶ ἐλεφάντων τριάκοντα, καὶ σὺν αὐτῷ ἄλλους δύο στρατηγούς, Μάγωνά τε καὶ Ἀσδρούβαν ἕτερον, ὃς Γέσκωνος ἦν υἱός. καὶ χαλεπώτερος ἦν τοῖς Σκιπίωσιν ὁ πόλεμος ἀπὸ τοῦδε, ἐκράτουν δὲ καὶ ὥς. καὶ πολλοὶ μὲν τῶν Λιβύων, πολλοὶ δὲ τῶν ἐλεφάντων ἐφθάρησαν, μέχρι χειμῶνος ἐπιλαβόντος οἱ μὲν Λίβυες ἐχείμαζον ἐν Τυρδιτανίᾳ, τῶν δὲ Σκιπιώνων ὁ μὲν Γναῖος ἐν Ὄρσωνι, ὁ δὲ Πόπλιος ἐν Καστολῶνι. ἔνθα αὐτῷ προσιὼν ὁ Ἀσδρούβας ἀπηγγέλθη· καὶ προελθὼν τῆς πόλεως μετʼ ὀλίγων ἐς κατασκοπὴν στρατοπέδου, ἔλαθε πλησιάσας τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ἐκεῖνος καὶ τοὺς σὺν αὐτῷ πάντας ἱππεῦσι περιδραμὼν ἀπέκτεινεν. ὁ δὲ Γναῖος οὐδέν τι προμαθὼν ἐς τὸν ἀδελφὸν ἐπὶ σῖτον ἔπεμπε στρατιώτας, οἷς ἕτεροι Λιβύων συντυχόντες ἐμάχοντο. καὶ πυθόμενος ὁ Γναῖος ἐξέδραμεν ὡς εἶχε μετὰ τῶν εὐζώνων ἐπʼ αὐτούς. οἱ δὲ τούς τε προτέρους ἀνῃρήκεσαν ἤδη, καὶ τὸν Γναῖον ἐδίωκον, ἕως ἐσέδραμεν ἔς τινα πύργον. καὶ τὸν πύργον ἐνέπρησαν οἱ Λίβυες, καὶ ὁ Σκιπίων κατεκαύθη μετὰ τῶν συνόντων.

οὕτω μὲν οἱ Σκιπίωνες ἀπέθανον ἄμφω, ἄνδρες ἐς πάντα ἀγαθοὶ γενόμενοι· καὶ αὐτοὺς ἐπεπόθησαν Ἴβηρες, ὅσοι διʼ αὐτοὺς ἐς Ῥωμαίους μετέθεντο. πυθόμενοι δʼ οἱ ἐν ἄστει βαρέως τε ἤνεγκαν, καὶ Μάρκελλον ἐκ Σικελίας ἄρτι ἀφιγμένον, καὶ σὺν αὐτῷ Κλαύδιον, ἐπὶ νεῶν --- ἐξέπεμπον ἐς Ἰβηρίαν μετὰ χιλίων ἱππέων καὶ πεζῶν μυρίων καὶ χορηγίας ἱκανῆς. οὐδενὸς δὲ λαμπροῦ παρὰ τῶνδε γιγνομένου, τὰ Λιβύων ὑπερηύξετο, καὶ πᾶσαν σχεδὸν Ἰβηρίαν εἶχον, ἐς βραχὺ Ῥωμαίων ἐν τοῖς ὄρεσι τοῖς Πυρηναίοις κατακεκλεις μένων. πάλιν οὖν οἱ ἐν ἄστει πυνθανόμενοι μᾶλλον ἐταράσσοντο· καὶ φόβος ἦν μὴ Ἀννίβου πορθοῦντος τὰ πρόσω τῆς Ἰταλίας, καὶ οἵδε οἱ Λίβυες ἐς τὰ ἕτερα αὐτῆς ἐσβάλοιεν. ὅθεν οὐδὲ ἀποσχέσθαι τῆς Ἰβηρίας βουλομένοις αὐτοῖς δυνατὸν ἦν, δέει τοῦ μὴ καὶ τόνδε τὸν πόλεμον ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι.

προύγραφον οὖν ἡμέραν ἐν ᾗ χειροτονήσουσι στρατηγὸν ἐς Ἰβηρίαν. καὶ οὐδενὸς παραγγέλλοντος ἔτι πλείων ἐγίγνετο φόβος, καὶ σιωπὴ σκυθρωπὸς ἐπεῖχε τὴν ἐκκλησίαν, ἐς οὗ Κορνήλιος Σκιπίων ὁ Ποπλίου Κορνηλίου τοῦ ἀναιρεθέντος ἐν Ἴβηρσιν υἱός, νέος μὲν ὢν κομιδῇ (τεσσάρων γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν), σώφρων δὲ καὶ γενναῖος εἶναι νομιζόμενος, ἐς τὸ μέσον ἐλθὼν ἐσεμνολόγησεν ἀμφί τε τοῦ πατρὸς καὶ ἀμφὶ τοῦ θείου, καὶ τὸ πάθος αὐτῶν ὀδυράμενος ἐπεῖπεν οἰκεῖος εἶναι τιμωρὸς ἐκ πάντων πατρὶ καὶ θείῳ καὶ πατρίδι. ἄλλα τε πολλὰ ἀθρόως καὶ λάβρως, ὥσπερ ἔνθους, ἐπαγγειλάμενος, οὐκ Ἰβηρίαν λήψεσθαι μόνην ἀλλʼ ἐπʼ αὐτῇ καὶ Λιβύην καὶ Καρχηδόνα, τοῖς μὲν ἔδοξε κουφολογῆσαι νεανικῶς, τὸν δὲ δῆμον ἀνέλαβε κατεπτηχότα (χαίρουσι γὰρ ἐπαγγελίαις οἱ δεδιότες) καὶ ᾑρέθη στρατηγὸς ἐς Ἰβηρίαν ὡς πράξων τι τῆς εὐτολμίας ἄξιον. οἱ πρεσβύτεροι δὲ αὐτὴν οὐκ εὐτολμίαν ἀλλὰ προπέτειαν ἐκάλουν. καὶ ὁ Σκιπίων αἰσθόμενος ἐς ἐκκλησίαν αὖθις αὐτοὺς συνεκάλει τε καὶ ἐσεμνύνετο ὅμοια· καὶ τὴν ἡλικίαν εἰπὼν οὐδὲν ἐμποδών οἱ γενήσεσθαι, προυκαλεῖτο ὅμως, εἴ τις ἐθέλοι τῶν πρεσβυτέρων τὴν ἀρχὴν παραλαβεῖν ἑκόντος αὐτοῦ παραδιδόντος. οὐδενὸς δʼ ἑλομένου, μᾶλλον ἐπαινούμενός τε καὶ θαυμαζόμενος ἐξῄει μετὰ μυρίων πεζῶν καὶ ἱππέων πεντακοσίων· οὐ γὰρ ἐνεχώρει πλέονα στρατὸν ἐξάγειν, Ἀννίβου δῃοῦντος τὴν Ἰταλίαν. ἔλαβε δὲ καὶ χρήματα καὶ παρασκευὴν ἄλλην καὶ ναῦς μακρὰς ὀκτὼ καὶ εἴκοσι, μεθʼ ὧν ἐς Ἰβηρίαν διέπλευσεν.