Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὥσθ᾿ ἕπεται τὸ μὴ μᾶλλον ἐν αὐτῷ ἢ ἐν τῷ πάσχοντι ὑποκεῖσθαι τὴν δραστήριον τοῦ ἀποτελέσματος δύναμιν. οἷον (ἔσται γὰρ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος), εἴπερ τὸ πῦρ καύσεως ἐστιν αἴτιον, ἤτοι αὐτοτελῶς καὶ τῇ ἰδίᾳ μόνον προσχρώμενον δυνάμει καύσεως ἐστι ποιητικόν, ἢ συνεργοῦ δεῖται πρὸς τοῦτο τῆς καιομένης ὕλης.

καὶ εἰ μὲν αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει ἀρκούμενον ποιεῖ τῆν καῦσιν, ἐχρῆν καὶ πάντοτε ἔχον αὐτὸ τὴν ἰδίαν φύσιν διὰ παντὸς καίειν. οὐχὶ δὲ πάντοτε καίει, ἀλλὰ τινὰ μὲν καίει τινὰ δὲ οὐ καίει· οὐκ ἄρα αὐτοτελῶς καὶ τῇ ἰδίᾳ φύσει προσχρώμενον καίει.

εἰ δὲ σὺν τῇ ἐπιτηδειότητι τῶν καιομένων ξύλων, πόθεν ἔχομεν λέγειν, ὅτι αὐτό ἐστι τῆς καύσεως αἴτιον, ἀλλ᾿ οὐχ ἡ ἐπιτηδειότης τῶν ξύλων; ὃν γὰρ τρόπον μὴ ὄντος αὐτοῦ οὐ γίνεται καῦσις, οὕτω καὶ τῆς ἐπιτηδειότητος τῶν ξύλων ἀπούσης οὐ γίνεται καῦσις. ταύτῃ τε, εἰ αὐτό ἐστιν αἴτιον, ὅτι παρόντος αὐτοῦ γίνεται τὸ ἀποτέλεσμα καὶ ἀπόντος οὐ γίνεται, ἔσται καὶ ἡ ἐπιτηδειότης δι᾿ ἑκάτερον τούτων αἴτιον.

ὥσπερ οὖν τῆς “δι” συλλαβῆς ἔκ τε τοῦ δέλτα καὶ ἰῶτα συνεστώσης ἄτοπός ἐστιν ὁ λέγων αἴτιον μὲν τοῦ ἀποτελεῖσθαι τὴν τοιαύτην συλλαβὴν τὸ δέλτα, οὐκ αἴτιον δὲ τὸ ἰῶτα, οὕτω συλλαβῇ μὲν ἐοικότος τοῦ καίεσθαι, στοιχείῳ δὲ τοῦ πυρὸς καὶ τῶν ξύλων, ἀτοπώτατός ἐστιν ὁ τὸ μὲν πῦρ αἴτιον λέγων τοῦ καίεσθαι, τὰ δὲ ξύλα μηδαμῶς. οὔτε γὰρ δίχα τοῦ πυρὸς οὔτε χωρὶς τῶν ξύλων γίνεται τὸ καίεσθαι, καθάπερ οὐδὲ ἡ συλλαβὴ χωρὶς τοῦ δέλτα ἤ τοῦ ἰῶτα.

ὅθεν πάλιν εἰ μήτε αὐτοτελῶς ποιητικόν τινός ἐστι τὸ αἴτιον μήτε σὺν ἐπιτηδειότητι τοῦ πάσχοντος, οὐδενὸς ποιητικόν ἐστι τὸ αἴτιον.

[*](31 κεῖσθαι ς 6 an ἑαυτὸ <καὶ> τὴν? cf. p. 439, 17 (καὶ fort. e V. 5 petendum esse coni. Heintz) δέ <γε> Bekk. dubit. 8 ἰδίᾳ <μόνον> Heintz: φύσει <μόνον> Rüstow coll. v. 2 16 δέλτα NLE: δ’ ’ς ἰῶτα NLE: ι ς (sic semper) 19 στοιχείων N 22/23 τὸ καίεσθαι γίνεται L 23 ἡ <“δι”> Rüstow)

Ἔτι εἰ ἔστι τὸ αἴτιον, ἤτοι μίαν ἔχει τὴν δραστήριον δύναμιν ἢ πολλάς· οὔτε δὲ μίαν ἔχειν δύναται, ὡς παραστήσομεν, οὔτε πολλάς, ὡς διδάξομεν· οὐκ ἄρα τι ἔστιν αἴτιον.

μίαν μὲν γὰρ οὐκ ἔχει δύναμιν, ἐπείπερ εἰ μίαν εἶχεν, ὤφειλε πάντα ὁμοίως διατιθέναι καὶ μὴ διαφερόντως. οἷον ὁ ἥλιος καίει μὲν τὰ περὶ τὴν Αἰθιοπίαν μέρη, θάλπει δὲ τὰ πρὸς ἡμᾶς, καταυγάζει δὲ μόνον τοὺς Ὑπερβορέους, καὶ πήττει μὲν τὸν πηλόν, τήκει δὲ τὸν κηρόν, καὶ λευκαίνει μὲν τὰ ἐσθήματα, μελαίνει δὲ τὴν ἡμετέραν ἐπιφάνειαν, ἐρυθαίνει δὲ καρπούς τινας, καὶ ἡμῖν μὲν τοῦ ὁρᾶν αἴτιος γίνεται, τοῖς νυκτινόμοις δὲ τῶν ὀρνίθων, οἷον γλαυξὶ καὶ νυκτερίσι, τοῦ μὴ ὁρᾶν. ὥστε εἰ μίαν εἶχε δύναμιν, ὤφειλε ταὐτὸν ἐπὶ πάντων ποιεῖν· οὐχὶ δὲ ταὐτὸν ἐπὶ πάντων ποιεῖ· οὐκ ἄρα μίαν ἔχει δύναμιν.

καὶ μὴν οὐδὲ πολλάς, ἐπεὶ ἐχρῆν πάσας ἐπὶ πάνtvn ἐνεργεῖν, οἷον πάντα φλέγειν ἢ πάντα χεῖν ἢ πάντα πηγνύναι. εἰ δὲ μήτε μίαν ἔχει δύναμιν μήτε πολλάς, οὐκ ἂν εἴη τινὸς αἴτιον.

Ναί, ἀλλ’ εἰώθασι πρὸς τοῦτο ὑποτυγχάνειν οἱ δογματικοί, λέγοντες ὅτι παρά τὰ πάσχοντα καὶ τὰ διαστήματα πέφυκεν ἐξαλλάσσεσθαι τὰ γινόμενα ὑπὸ τοῦ αὐτοῦ αἰτίου ἀποτελέσματα, καθάπερ τοῦ ἡλίου. σύνεγγυς μὲν γὰρ ὢν τοῖς Αἰθίοψιν ἔοικε καίειν, μετρίως δὲ ἡμῶν ἀφεστηκὼς στηκὼς θάλπειν, πολὺ δὲ τῶν Ὑπερβορέων κεχωρισμένος θάλπει μὲν οὐδαμῶς, καταυγάζει δὲ μόνον·

καὶ πήττει μὲν τὸν πηλὸν τὸ ὑδατῶδες τοῦ γεώδους ἐξατμίζων, τήκει δὲ τὸν κηρὸν διὰ τὸ μὴ ἔχειν τὴν τοῦ πηλοῦ ἰδιότητα.

οἱ δὴ χρώμενοι τῇ τοιαύτῃ ὑποτεύξει σχεδὸν ἀμάχως ἡμῖν συγχωροῦσι τὸ μὴ ἕτερον εἶναι τοῦ πάσχοντος τὸ ποιοῦν. εἰ γὰρ οὐ διὰ τὸν ἥλιον γίνεται ἡ τῆξις τοῦ κηροῦ, ἀλλὰ διὰ τὴν ἰδιότητα τῆς περὶ τὸν κηρὸν φύσεως, φανερὸν ὡς οὐδὲ τὸ ἕτερον αἴτιόν ἐστι τῆς τήξεως τῷ κηρῷ, ἡ δὲ ἀμμόνον [*](33 Gen. cf. p. 441, 18: μόνους G 4 νυκτικόμοις N 8 πάσαις G 9 ἢ—ἢ G: καὶ—καὶ Nauck χεῖν G cf. p. 122, 18: τήκειν Nauck 20 fort. ἔχειν <αὐτὸν> vel ἔχειν τὴν <τοῦ φύσιν τὴν> coll. v. 24 ἰδιότητα om. L 21 ἀμάχως LEς: ὁμοίως N 23 διὰ τὸν LEς: δυνατὸν N 25 οὐ Heintz sec. Hervetum (non alterum))

φοτέρων συνέλευσις, τοῦ τε ἡλίου καὶ τοῦ κηροῦ. τῆς δὲ ἀμφοτέρων συνόδου ποιούσης τὸ ἀποτέλεσμα, τουτέστι τὴν τῆξιν, οὐ μᾶλλον διὰ τὸν ἥλιον ὁ κηρὸς τήκεται ἢ διὰ τὸν κηρὸν ὁ ἥλιος τήκει. οὕτω τε ἄτοπον τὸ ἐκ συνόδου δυεῖν γινόμενον ἀποτέλεσμα μὴ τοῖς δυσὶν ἀνατιθέναι, τῷ δὲ ἑτέρῳ μόνῳ προσμαρτυρεῖν.

Καὶ μὴν εἰ ἔστι τί τινος αἴτιον, ἤτοι κεχώρισται τῆς πασχούσης ὕλης ἢ σύνεστιν αὐτῇ· οὔτε δὲ κεχωρισμένον αὐτῆς δύναται τυγχάνειν αἴτιον τοῦ πάσχειν αὐτὴν οὔτε συνὸν αὐτῇ, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστι τί τινος αἴτιον.

καὶ δὴ κεχωρισμένον μὲν αὐτῆς αὐτόθεν οὔτε αὐτὸ αἴτιόν ἐστι, μὴ παρούσης τῆς πρὸς ἣν λέγεται αἴτιον, οὔτε ἐκείνη πάσχει, μὴ συμπαρόντος τοῦ ποιοῦντος.

εἰ δὲ συνδυάζει τὸ ἕτερον τῷ ἑτέρῳ, ἤτοι αὐτὸ μόνον ποιεῖ τὸ λεγόμενον αἴτιον ὑπάρχειν, οὐχὶ δὲ πάσχει, ἢ ποιεῖ ἅμα καὶ πάσχει. καὶ εἶ μὲν ἅμα ποιεῖ καὶ πάσχει, ἑκάτερον ἔσται ποιοῦν τε καὶ πάσχον· ᾗ μὲν γὰρ αὐτὸ ποιεῖ, ἔσται πάσχουσα ἡ ὕλη, ᾗ δὲ ἡ ὕλη ποιεῖ, ἔσται ἐκεῖνο τὸ πάσχον. καὶ οὕτως οὐ μᾶλλον τὸ ποιοῦν γενήσεται ποιοῦν ἢ πάσχον, καὶ τὸ πάσχον οὐ μᾶλλον ἔσται πάσχον ἢ ποιοῦν· ὅπερ ἄτοπον.

εἰ δὲ ποιεῖ μέν, οὐκ ἀντιπάσχει δέ, ἤτοι κατὰ ψιλὴν ψαῦσιν, τουτέστι τὴν κατ᾿ ἐπιφάνειαν, ποιεῖ, ἢ κατὰ διάδοσιν. καὶ ἔξωθεν μὲν προσπίπτον καὶ κατὰ ψιλὴν τὴν ἐπιφάνειαν παραβαλλόμενον τῇ πασχούσῃ ὕλῃ οὐ δυνήσεταί τι ποιεῖν· ἡ γὰρ ἐπιφάνεια ἀσώματός ἐστιν, τὸ δ᾿ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν πέφυκεν.

οὐκ ἄρα κατὰ ψιλὴν παραβαλλόμενον τὴν ἐπιφάνειαν τὸ αἴτιον τῇ ὕλῃ τι ποιεῖν δυνήσεται. καὶ μὴν οὐδὲ κατὰ διάδοσιν οἷόν τέ ἐστιν αὐτὸ δρᾶν. ἤτοι γὰρ διὰ στερεῶν σωμάτων διίξεται ἢ διὰ νοητῶν τινῶν καὶ ἀναισθήτων πόρων. ἀλλὰ διὰ μὲν στερεῶν σωμάτων οὐκ ἂν φέροιτο·

σῶμα γὰρ διὰ σώματος οὐ δύναται χωρεῖν. εἰ δὲ διὰ πόδὲ [*](26 Bekk.: τε G 1 <τὸ> αἴτιον N 3 μὲν om. L 4 <ὕλης> τῆς Heintz dubit. 6 συνδυάζει scr.: συνδυάζει οι LE: συνδοιάζοι N: συνδυάζοι ς 11/12 ποιοῦν ἢ πάσχον LE: πάσχειν N: ποιοῦν ς 13 <ἔστιν> ἄτοπον ς 15 διάσωσιν N 20 δυνήσεται NLE: δύναται ς)

ρων τινῶν, ὀφείλει ταῖς περιγραφούσαις τοὺς πόρους ἐπιφανείαις προσπῖπτον ποιεῖν. ἀλλ’ αἱ γε ἐπιφάνειαί εἰσιν ἀσώματοι, καὶ τὸ ἀσώματον οὔτε ποιεῖν οὔτε πάσχειν εὔλογόν ἐστιν. τοίνυν οὐδὲ κατὰ διάδοσιν ποιεῖ τὸ αἴτιον. ᾧ ἕπεται τὸ μηδ’ ὅλως αἴτιον αὐτὸ τυγχάνειν.

Ἔνεστι δὲ καὶ ἀπὸ τῆς ἁφῆς κοινότερον τῷ τε ποιοῦντι καὶ τῷ πάσχοντι ἐπαπορεῖν. ἴνα γάρ τι ποιήσῃ ἤ πάθῃ, ὀφείλει θιγεῖν ἤ θιχθῆναι· οὐδὲν δὲ οὔτε θιγεῖν οὔτε θιχθῆναι δύναται, καθὼς παραστήσομεν· οὐκ ἄρα ἔστιν ἢ τὸ ποιοῦν ἢ τὸ πάσχον.

εἰ γὰρ ἅπτεταί τί τινος καὶ θιγγάνει, ἤτοι ὅλον ὅλου ἅπτεται ἤ μέρος μέρους ἢ ὅλον μέρους ἢ μέρος ὅλου· οὔτε δὲ μέρος μέρους οὔτε ὅλον ὅλου οὔτε ὅλον μέρους οὔτε ἐναλλὰξ ἅπτεται, καθὼς διδάξομεν· οὐκ ἄρα τί τινος ἅπτεται. καὶ εἰ μηδὲν μηδενὸς ἅπτεται, οὔτε τὸ πάσχον ἔστιν οὔτε τὸ ποιοῦν.

ὅλον μὲν οὖν ὅλου οὐχ ἅπτεται κατὰ λόγον· εἰ γὰρ ὅλον ὅλου ἅπτεται, οὐ θίξις ἔσται ἀλλὰ ἕνωσις ἀμφοτέρων, καὶ τὰ δύο σώματα ‘ὲν ἔσται σῶμα, διὰ τὸ καὶ τοῖς κατὰ βάθος ὀφείλειν τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνειν διὰ τὸ καὶ ταῦτα τοῦ ὅλου καθεστάναι μέρη.