Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ὅσα μὲν ἀπορητικῶς εἴωθε λέγεσθαι παρὰ τοῖς σκεπτικοῖς εἰς ἀναίρεσιν τοῦ κριτηρίου τῆς ἀληθείας, διὰ τοῦ προανυσθέντος ἡμῖν ὑπομνήματος ἐπεληλύθαμεν· συναποδόντες δὲ αὐτοῖς καὶ τὴν ἄνωθεν ἀπὸ τῶν φυσικῶν μέχρι τῶν νεωτέρων καταγομένην ἱστορίαν (Ι46—260), τοὐπὶ πᾶσιν ὑπεσχόμεθα καὶ περὶ αὐτοῦ κατ’ ἰδίαν ἐρεῖν τοῦ ἀληθοῦς. ὅθεν νῦν τὴν ὑπόσχεσιν πληροῦντες ἐν πρώτοις σκεπτώμεθα εἰ ἔστι τι ἀληθές.

  • εἰ ἔστι τι ἀληθές
  • Ὅτι μὲν μηδενὸς ὄντος σαφοῦς κριτηρίου κατ’ ἀνάγκην συναδηλεῖται καὶ τὸ ἀληθές, πᾶσιν ἤδη φανερόν ἐστιν· ὅμως δὲ καὶ ἐξ ἐπιμέτρου παρέσται διδάσκειν, ὅτι κἂν μηδὲν ἄντικρυς πρὸς τὸ κριτήριον λέγωμεν, ἡ περὶ αὐτοῦ τοῦ ἀληθοῦς διάστασις ἱκανή ἐστιν εἰς ἐποχὴν ἡμᾶς καταστήσασθαι, καὶ ὃν τρόπον μηδενὸς ὄντος ἐν τῇ

    φύσει τῶν πραγμάτων εὐθέος καὶ στρεβλοῦ οὐδὲ κανὼν ἔστι δοκιμαστικὸς τούτων, καὶ μηδενὸς ὄντος βαρέος καὶ κούφου σώματος συναναιρεῖται <καὶ> ἡ τοῦ ζυγοῦ κατασκευή, οὕτω μη- [*](πρὸς λογικούς Β΄ scr, cum Bekkero: τῶν σέξτου τὸ δεύτερον G Arg. ς΄ εἰ NLE: ς΄ τί ς Textus 2 ἀπορητικῶς Bekk. (cf. p. 196, 24): ἀπορηματικῶς NLE: ἀπορρηματικῶς ς 4 προανυσθέντος Gen.: προανισθέντος Ν (προανι in ras. alio atramento scriptum): προανοισθέντος LEABR: προανυσθέντος οι V (cf. p. 526, 18) 6 τοὐπὶ LEς: ἐπὶ N 12 ὅμως Bekk.: ὁμοίως G 13/14 τἀληθοῦς ς 18 καὶ add. coll. v. qui sequitur et p. 75, 30. 31)

    δενὸς ὄντος ἀληθοῦς οἴχεται καὶ τὸ τῆς ἀληθείας κριτήριον. τὸ δ’ ὅτι οὐδέν ἐστιν ἀληθὲς ἢ ψεῦδος ὅσον ἐπὶ τοῖς τῶν δογματικῶν λόγοις, μάθοιμεν ἂν τὴν γεγονυῖαν αὐτοῖς περὶ τούτου διάστασιν προτάξαντες.

    τῶν γὰρ σκεψαμένων περὶ <τοῦ> ἀληθοῦς οἱ μὲν οὐδὲν εἶναί φασιν ἀληθὲς οἱ δὲ καὶ τῶν εἷναι φαμένων οἱ μὲν μόνα ἔλεξαν ἀληθῆ εἶναι τὰ νοητά, οἱ δὲ μόνα τὰ αἰσθητὰ, οἱ δὲ κοινῶς τὰ αἰσθητά τε καὶ νοητά.

    Ξενιάδης μὲν οὖν ὁ Κορίνθιος, ὡς ἀνώπερον ὑπεδείκνυμεν (I 53), μηθὲν εἶναί φησιν ἀληθές· τάχα δὲ καὶ Μόνιμος ὁ κύων, τῦφον εἰπὼν τὰ πάντα, ὅπερ οἴησίς ἐστι τῶν οὐκ ὄντων ὧς ὄντων.

    οἱ δὲ περὶ τὸν Πλάτωνα καὶ Δημόκριτον μόνα τὰ νοητὰ ὑπενόησαν ἀληθῆ εἶναι, ἀλλ’ ὁ μὲν Δημόκριτος διὰ τὸ μηδὲν ὑποκεῖσθαι φύσει αἰσθητόν. τῶν τὰ πάντα συγκρινουσῶν ἀτόμων πάσης αἰσθητῆς ποιότητος ἔρημον ἐχουσῶν φύσιν,

    ὁ δὲ Πλάτων’ διὰ τὸ γίγνεσθαι μὲν ἀεὶ τὰ αἰσθητά, μηδέποτε δὲ εἶναι, ποταμοῦ δίκην ῥεούσης τῆς οὐσίας, ὥστε ταὐτὸ μὴ δύο τοὺς ἐλαχίστους χρόνους ὑπομένειν, μηδὲ ἐπιδέχεσθαι, καθάπερ ἔλεγε καὶ ὁ Ἀσκληπιάδης, δύο δείξεις διὰ τὴν ὀξύτητα τῆς ῥοῆς.

    οἱ δὲ περὶ τὸν Αἰνησίδημον καθ’ κατενεχθέντες καὶ τὸν Ἐπίκουρον ἐπὶ τὰ αἰσθητὰ κοινῶς κατενεχθέντες ἐν εἴδει διέστησαν. οἱ μὲν γὰρ περὶ τὸν Αἰνησίδημον λέγουσί τινα τῶν φαινομένων διαφοράν, καὶ φασὶ τούτων τὰ μὲν κοινῶς <πᾶσι> φαίνεσθαι τὰ δὲ ἰδίως τινί, ὧν ἀληθῆ εἶναι τά κοινῶς πᾶσι φαινόμενα, ψευδῆ δὲ τὰ μὴ τοιαῦτα· ὅθεν καὶ ἀληθὲς φερωνύμως εἰρῆσθαι τὸ μὴ λῆθον τὴν κοινὴν γνώμην.

    ὁ δὲ Ἐπίκουρος (fr. 244 Us.) τὰ μὲν αἰσθητὰ πάντα ἔλεγεν ἀληθῆ καὶ ὄντα. οὐ διήνεγκε γὰρ ἀληθὲς εἶναί τι λέγειν ἢ ὑπάρχον· ἔνθεν καὶ ὑπογράφων τἀληθὲς καὶ ψεῦδος “ἔστι” φησὶν “ἀληθὲς τὸ οὕτως [*](21 μάθοιμεν Bekk.: μάθωμεν G 22 περὶ N: om. LEς 23 τοῦ add. ἀληθοῦς N: ἀληθῶς LEς 26 οὖν om. N 5 μηδὲ Heintz sec. Hervetum (ne duo quidem) 7 δείξεις scr. coll. p. 133, 2: ἐπιδείξεις G (ἐπι ex ἐπιδέχεσθαι originem traxit) 8 καθ’ Bekk.: καὶ G καθ’ Ἡράκλειτον an delendum sit, dubitat Hirzel 12 πᾶσι add. Bekk. 17 τι λέγειν εἷναι N)

    ἔχον ὡς λέγεται ἔχειν”, ”, καὶ “ψεῦδός ψεῦδός ἐστι” οὐχ οὕτως ἔχον ὡς λέγεται ἔχειν”. τήν τε αἴσθησιν ἀντιληπτικὴν οὖσαν τῶν ὑποπιπτόντων αὐτῇ, καὶ μήτε ἀφαιροῦσάν τι μήτε προστιθεῖσαν μήτε μετατιθεῖσαν τῷ ἄλογον εἶναι, διὰ παντός τε ἀληθεύειν καὶ οὕτω τὸ ὂν λαμβάνειν ὡς εἶχε φύσεως αὐτὸ ἐκεῖνο. πάντων δὲ τῶν αἰσθητῶν ἀληθῶν ὄντων, τὰ δοξαστὰ διαφέρειν, καὶ τὰ μὲν αὐτῶν εἶναι ἀληθῆ τὰ δὲ ψευδῆ, καθὼς πρότερον ἐδείξαμεν.

    οἱ δὲ ἀπὸ τῆς Στοᾶς λέγουσι μὲν τῶν τε αἰσθητῶν τινὰ καὶ τῶν νοητῶν ἀληθῆ, οὐκ ἐξ εὐθείας δὲ τὰ αἰσθητά, ἀλλὰ κατ’ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ παρακείμενα τούτοις νοητά. ἀληθὲς γάρ ἐστι κατ’ αὐτοὺς τὸ ὑπάρχον καὶ ἀντικείμενόν τινι, καὶ ψεῦδος τὸ μὴ ὑπάρχον καὶ [μὴ] ἀντικείμενόν τινι· ὅπερ ἀσώματον ἀξίωμα καθεστὼς νοητὸν εἶναι.

    Ἀλλ᾿ ἡ μὲν πρώτη περὶ τἀληθοῦς διαφωνία τοιαύτη τις ὑπῆρχεν· ἦν δὲ καὶ ἄλλη τις παρὰ τούτοις διάστασις, καθ’ [*](4a) ἣν οἱ μὲν περὶ τῷ σημαινομένῳ τὸ ἀληθές τε καὶ ψεῦδος ὑπεστήσαντο, οἱ δὲ περὶ τῇ φωνῇ, οἱ δὲ περὶ τῇ κινήσει τῆς διανοίας. καὶ δὴ τῆς μὲν πρώτης δόξης προεστήκασιν οἱ ἀπὸ τῆς Στοᾶς (ΙΙ 166 Arn.), τρία φάμενοι συζυγεῖν ἀλλήλοις τό τε σημαινόμενον καὶ τὸ σημαῖνον καὶ τὸ τυγχάνον, ὧν σημαῖνον μὲν εἶναι τὴν φωνήν,

    οἶον τὴν Δίων, σημαινόμενον δὲ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπ’ αὐτῆς δηλούμενον καὶ οὗ ἡμεῖς μὲν ἀντιλαμβανόμεθα τῇ ἡμετέρᾳ παρυφισταμένου διανοίᾳ, οἱ δὲ βάρβαροι οὐκ ἐπαίουσικαίπερ τῆς φωνῆς ἀκούοντες, τυγχάνον δὲ τὸ ἐκτὸς ὑποκείμενον, ὥσπερ αὐτὸς ὁ [*](14a) Δίων. τούτων δὲ δύο μὲν εἶναι σώματα, καθάπερ τὴν φωνὴν καὶ τὸ τυγχάνον, ἱὲν δὲ ἀσώματον, ὥσπερ τὸ σημαινόμενον πρᾶγμα, καὶ λεκτόν, ὅπερ ἀληθές τε γίνεται ἢ ψεῦδος. καὶ τοῦτο οὐ κοινῶς πᾶν, ἀλλὰ [*](22 μήτε μετατιθεῖσαν om. EA: add. B (manus altera?) i. margine: μήτε μεταθεῖσαν V 1 μὴ del. Meineke coll. p. 306, 11 4 τἀληθοῦς Bekk.: ἀληθοῦς G 4a περὶ τούτου Kayser dubit. 5 τῷ σημαινομένῳ Bekk. coll. p. 302, 5: τὰ σημαινόμενα G)

    τὸ μὲν ἐλλιπές, τὸ δὲ αὐτοτελές καὶ τοῦ αὐτοτελοῦς τὸ καλούμενον ἀξίωμα, ὅπερ καὶ ὑπογράφοντές φασιν ἀξίωμά ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος”.

    οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ Στράτωνα τὸν φυσικὸν δύο μόνον ἀπολείποντες, σημαῖνόν τε καὶ τυγχάνον, φαίνονται τῆς δευτέρας ἔχεσθαι στάσεως καὶ περὶ τῇ φωνῇ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπειν. ἡ μὲν γὰρ ὑστάτη δόξα (λέγω δὲ τὴν τῷ κινήματι τῆς διανοίας τἀληθὲς ὑποτιθεμένην) σχολικῶς ἔοικε πλάττεσθαι.

    Διόπερ καὶ τῆς κατὰ τοῦτον τὸν τόπον ἱστορίας ὡς ἐν κεφαλαίοις ἀποδοθείσης χωρῶμεν ἐπὶ τὰς κατὰ μέρος ἀπορίας, ὧν αἱ μὲν κοινότερον χειρισθήσονται πρὸς πάσας τὰς ἐκκειμένας στάσεις, αἱ δ’ ἰδιαίτερον πρὸς ἑκάστην.

    τάξει δὲ λέγωμεν πρῶτον περὶ τῶν κοινῶν. ὁ τοίνυν λέγων εἶναί τι ἀληθὲς ἤτοι ἀποφαίνεται μόνον τὸ εἶναί τι ἀληθὲς ἢ ἀποδείκνυσιν. καὶ εἰ μὲν ψιλῶς ἀποφαίνεται, ψιλῇ φάσει τοὐναντίον ἀκούσεται, ὅτι οὐδέν ἐστιν ἀληθές. εἰ δὲ ἀποδείκνυσιν εἶναί τι ἀληθές, ἤτοι ἀληθεῖ ἀποδείξει τοῦτο ἀποδείκνυσιν ἢ οὐκ ἀληθεῖ. ἀλλ’ οὐκ ἀληθεῖ μὲν οὐκ ἂν εἴπειεν· ἄπιστον γάρ ἐστι τὸ τοιοῦτον. εἰ δὲ ἀληθεῖ, πόθεν ὅτι ἀληθές ἐστι τὸ ἀποδεικνύον τὸ εἶναί τι ἀληθές; εἰ μὲν αὐτόθεν, ἔσται καὶ αὐτόθεν αὐτὸ λέγειν μὴ εἶναι ἀληθές· εἰ δὲ ἐξ

    ἀποδείξεως, ζητηθήσεται πάλιν πῶς ὅτι καὶ τοῦτο ἀληθές ἐστι, καὶ οὕτως εἰς ἄπειρον. ἐπεὶ οὖν ἵνα μάθωμεν ὅτι ἔστι τι ἀληθές, δεῖ ἄπειρα προληφθῆναι, ἀδύνατον δ’ ἔστιν ἄπειρα ληφθῆναι, ἀδύνατον γίνεται τὸ βεβαίως γνῶναι ὅτι ἔστι τι ἀληθές.

    [*](15—16 Ηyp. II 85.)[*](19 ἐλλιπὲς <οὔ>, τὸ Kayser αὐτοτελοῦς <μόνον> 21 δὲ om. AB 25 δὴ ABR 27 πλάττεσθαι Bekk.: πλάζεσθαι G 28 ὧς om. ς 1 αἱ δ’ ἰδιαίτερον Bekk.: ἰδιαίτερον δὲ G 3 τι ἀληθὲς Bekk.: τἀληθὲς G 8 εἴπειεν Bekk.: εἴποιεν G 9 post πόθεν verbum excidisse putaveris; at cf. p. 293, 8. 294, 8 10 αὐτὸ fors. delendum 12 καὶ τοῦτο om. N: καὶ αὕτη Kochalsky ἀληθὴς Kochalsky καὶ <τοῦτο> οὕτως ς)

    Καὶ μὴν εἰ ἔστι τι ἀληθές. ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον ἢ κατὰ μέν τι φαινόμενον, κατὰ δέ τι ἄδηλον. οὔτε δὲ φαινόμενόν ἐστιν, ὧς παραστήσομεν, οὔτε ἄδηλον, ὡς δείξομεν, οὔτε κατὰ μέν τι φαινόμενον κατὰ δέ τι ἄδηλον, ὡς παραμυθησόμεθα· οὐκ ἄρα ἔστι <τι> ἀληθές.

    εἰ γὰρ φαινόμενόν ἐστιν, ἤτοι πᾶν φαινόμενον ἀληθές ἐστιν ἤ τι φαινόμενον ἀληθές ἐστιν. ἀλλὰ πᾶν μὲν φαινόμενον οὐκ ἔστιν ἀληθές· οὐδὲ γὰρ τὸ καθ’ ὕπνους ἢ τὸ κατὰ μανίαν προσπῖπτον ἐστὶν ἀληθές, ἐπεὶ δεήσει, τῶν φαινομένων πολλὴν ἐχόντων μάχην, ὁμολογεῖν τὰ μαχόμενα συνυπάρχειν καὶ ἐπ’ ἴσης ἀληθῆ καθεστάναι· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐ πᾶν φαινόμενόν ἐστιν ἀληθές.

    εἰ δὲ τὶ μὲν φαινόμενον ἀληθές ἐστι, τὶ δὲ ψεῦδος, ὀφείλομεν ἔχειν κριτήριον εἰς διάγνωσιν τοῦ τί ἐστιν ἀληθὲς φαινόμενον καὶ τί ψεῦδος. τοῦτ᾿ οὖν τὸ κριτήριον ἤτοι πᾶσι φαινόμενόν ἐστιν ἢ ἄδηλον. καὶ εἰ μὲν φαινόμενόν ἐστιν, ἐπεὶ οὐ πᾶν φαινόμενον ἀληθές ἐστι, δεήσει καὶ τοῦτο φαινόμενον καθεστὼς ἐξ ἄλλου φαινομένου δοκιμάζεσθαι, κἀκεῖνο ἐκ διαφέροντος, καὶ οὕτως εἰς ἄπειρον ἐκπίπτειν].

    εἰ δὲ ἄδηλον, οὐκ ἔσται μόνα τὰ φαινόμενα ἀληθῆ, ἀλλὰ καὶ τὰ ἄδηλα. εἰ γὰρ τὸ εἰς τὴν τοῦ φαινομένου πίστιν παραλαμβανόμενον ἄδηλον λαμβάνομεν, τὶ ἄδηλον ὀφείλει ἀληθὲς εἶναι· οὐ γὰρ δή γε ψεύδει κρίνεται τἀληθές.