Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὥσπερ τε ἐπεὶ τῶν φανταστῶν τὰ μὲν φαίνεται καὶ ὑπάρχει, τὰ δὲ φαίνεται μέν, οὐχὶ δέ γε καὶ ὑπάρχει, χρῄζομέν τινος κριτηρίου τοῦ παραστήσοντος τίνα ἐστὶ τὰ φαινόμενα ἅμα καὶ ὑπάρχοντα καὶ τίνα τὰ φαινόμενα καὶ μὴ ὑπάρχοντα, οὕτως ἐπεὶ καὶ τῶν φαντασιῶν αἱ μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ, δεόμεθα κριτηρίου τοῦ διατάξοντος τίνες εἰσὶ τοιαῦται καὶ τίνες ἀκατάληπτοί τε καὶ ψευδεῖς.

τοῦτο οὖν τὸ κριτήριον ἤτοι καταληπτικὴ γενήσεται φαντασία ἢ οὐ καταληπτικὴ. καὶ εἰ μὲν οὐ καταληπτική, ἀκολουθήσει καὶ πάντων ἁπαξαπλῶς <τὴν> μὴ καταληπτικὴν φαντασίαν εἶναι, ἧς ἔργον ἐστὶ τὸ καὶ τὴν καταληπτικὴν ἐξετάζειν, ὅπερ οὐ θελήσουσιν· εἰ δὲ καταληπτική, πρῶτον μὲν εὔηθες αὐτὴν γὰρ ταύτην ἐζητοῦμεν κρίνειν πότε ἐστὶ καταληπτική), δεύτερον <δέ>,

εἰ πρὸς τὸ διαγνῶναι τὰς καταληπτικὰς καὶ ἀκαταλήπτους φαντασίας κριτήριον παραλαμβάνομεν τὴν καταληπτικὴν φαντασίαν, δεήσει καὶ τὸ ὅτι ἡ κρίνουσα αὐτάς τῷ ὄντι καταληπτική ἐστι φαντασία δοκιμάζεσθαι διὰ καταληπτικῆς φαντασίας, κἀκείνην πάλιν δι’ ἄλλης, καὶ τοῦτο μέχρις ἀπείρου.

Ἀλλ’ ἴσως τις ἐρεῖ τὴν καταληπτικὴν φαντασίαν καὶ τοῦ φανταστοῦ, ὅτι κατὰ ἀλήθειαν ὑπόκειται, καὶ ἑαυτῆς, ὅτι καταληπτική ἐστι, κριτήριον ὑπάρχειν. ὅπερ οὐ διενήνοχε τοῦ φάναι κατὰ ἀναστροφὴν καὶ τὸ φανταστὸν ἑαυτοῦ καὶ τῆς φαντασίας εἶναι δοκίμιο.ν. ὧς γὰρ τῶν ἐν διαφωνίᾳ καθεστώτων ζητεῖται τίνι κρινοῦμεν τὸ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον, οὕτω καὶ τῶν φαντασιῶν ἀσυμφώνων οὐσῶν σκεπτόμεθα τὸ τίνι κρινοῦμεν τήν τε καταληπτικὴν καὶ τὴν μὴ τοιαύτην.

διόπερ ὁμοίων ὄντων [*](16 προειληφέναι Bekk.: προσειλ. G 19 ἐπεὶ NE: ἐπὶ Lς 21 <καὶ> χρῄζομεν N 22 καὶ τίνα—23 ὑπάρχοντα N: οm. 24 διδάξοντος Kayser 26 οὖν Νς: δ’ ἦν E: ἦν L 28 τὴν add. Kayser 32 δὲ V: om. cett. 2/3 inter τὸ et ὅτι spat. 3 litt. vacuum reliquit N 8/9 διενήνοχε N: διήνεγκε LEς 10 δόκιμον L 12 τὸ alt. om. ς οὕτω καὶ N: οὕτω LEς)

τῶν πραγμάτων, εἰ ἑαυτῆς κριτήριον εἶναι δύναται ἡ φαντασία καίπερ ἀσύμφωνος οὖσα, ἔσται καὶ τὸ φανταστὸν ἐξ αὑτοῦ πιστόν, κἂν ὅτι μάλιστα διαφωνῆται· ὅπερ ἄτοπον.

ἢ εἴπερ τοῦτο, παρόσον ἐστὶ διάφωνον, δεῖται τοῦ κρινοῦντος αὐτό, δεήσεται καὶ ἡ φαντασία τοῦ δοκιμάσοντος αὐτὴν καὶ παραστήσοντος εἰ τῷ ὄντι καταληπτική ἐστιν.

Ἄλλως τε, εἰ πᾶσα φαύλου κατ’ αὐτοὺς ὑπόληψις ἄγνοιά ἐστι καὶ μόνος ὁ σοφὸς ἀληθεύει καὶ ἐπιστήμην ἔχει τἀληθοῦς βεβαίαν, ἀκολουθεῖ μέχρι δεῦρο ἀνευρέτου καθεστῶτος τοῦ σοφοῦ κατ’ ἀνάγκην καὶ τἀληθὲς ἀνεύρετον εἶναι, εἶναι, διὰ δὲ τοῦτο καὶ πάντα ἀκατάληπτα τυγχάνειν, ἐπείπερ φαῦλοι πάντες ὄντες οὐκ ἔχομεν βεβαίαν τῶν ὄντων κατάληψιν.

τούτου δὲ οὕτως ἔχοντος ἀπολείπεται τὰ ὑπὸ τῶν Στωικῶν πρὸς τοὺς ἀπὸ τῆς σκέψεως λεγόμενα παρὰ μέρος καὶ ὑπὸ τῶν σκεπτικῶν πρὸς ἐκείνους λέγεσθαι. ἐπεὶ γὰρ τοῖς φαύλοις κατ’ αὐτοὺς ἐγκαταριθμοῦνται Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος καὶ οἱ λοιποὶ τῶν ἀπὸ τῆς αἱρέσεως, πᾶς δὲ φαῦλος ἀγνοίᾳ κρατεῖται, πάντως ἠγνόει Ζήνων, πότερον ἐν κόσμῳ περιέχεται ἢ αὐτὸς τὸν κόσμον περιέσχηκεν, καὶ πότερον ἀνήρ ἐστιν ἢ γυνή, καὶ οὐκ ἠπίστατο Κλεάνθης, εἴτε ἄνθρωπός ἐστιν εἴτε τι θηρίον Τυφῶνος πολυπλοκώτερον.

καὶ μὴν ἢ ἐγίνωσκε τὸ δόγμα τοῦτο Χρύσιππος Στωικὸν ὄν (φημὶ δὲ τὸ ‘‘πάντα ἀγνοεῖ ὁ φαῦλος”), ἢ οὐδὲ αὐτὸ τοῦτο ἠπίστατο. καὶ εἰ μὲν ἠπίστατο, ψεῦδος τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον· αὐτὸ γὰρ τοῦτο φαῦλος ὢν ἐγίνωσκεν ὁ Χρύσιππος, τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον. εἰ δ’ οὐδ’ αὐτὸ τοῦτο ᾔδει τὸ ὅτι πάντα ἀγνοεῖ, πῶς περὶ πολλῶν δογματίζει, τιθεὶς τὸ ἔνα εἶναι κόσμον καὶ προνοίᾳ τοῦτον διοικεῖσθαι καὶ διόλου τρεπτὴν εἷναι τὴν οὐσίαν καὶ ἄλλα παμπληθῆ;

πάρεστι δέ, εἴ τινι φίλον ἐστί, καὶ τἀς ἄλλας ἀπορίας τὸν ἀντερωτῶντα, ὧς ἔθος ἔχουσιν αὐτοὶ [*](18/19 κρινοῦντος Bekk.: κρίνοντος G 19 δοκιμάσαντος N 20 παραστήσαντος N 29 ἐκείνην E 5 δὲ NLE: δὴ ς 13 ἀπορίας <κομίσαι> τὸν ἀντερωτῶντα, ἃς ἔθος ἔχουσιν αὐτοῖς οἱ σκεπτικοὶ πρ. Bekk.: ἀπορίας <αὐτοῖς> τ. ἀ., ὡς ἔθος αὐτοὶ τοῖς σκεπτικοῖς πρ. Kayser αὐτοὶ Kochalsky post Kayserum: αὐτοῖς G)

τοῖς σκεπτικοῖς <.....> προσάγειν· δεδηλωμένου μέντοι κατὰ τὴν ἐπιχείρησιν χαρακτῆρος οὐκ ἀνάγκη μακρηγορεῖν. Πρὸς δὲ τοὺς τὰς πιθανὰς ἀποδεχομένους φαντασίας σύντομος ὁ λόγος. ταυτὶ γὰρ τὰ κριτήρια, δυεῖν θάτερον, ἢ ὧς πρὸς τὴν τοῦ βίου διεξαγωγὴν χρήσιμα αὐτοῖς ὑπείληπται ἢ ὧς πρὸς τὴν εὕρεσιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας.

καὶ εἰ μὲν τὸ πρῶτον λέγοιεν, ἄτοποι γενήσονται· οὐδεμία γὰρ τούτων τῶν φαντασιῶν δύναται κατ’ ἰδίαν χρειοῦν πρὸς τὰς τοῦ βίου διεξαγωγάς, ἀλλὰ χρεία ἐστὶν ἑκάστη καὶ τῆς τηρήσεως, καθ’ ἣν ἥδε μὲν διὰ τόδε ἐστὶ πιθανή, ἥδε δὲ διὰ τόδε διεξωδευμένη καὶ ἀπερίσπαστος.

εἰ δὲ ὧς πρὸς τὴν τἀληθοῦς εὕρεσιν, διαπεσοῦνται. οὔτε γὰρ ἡ πιθανὴ μόνον κριτήριον τἀληθοῦς· δεῖ γάρ, ἴνα τοῦτο εὑρεθῇ, πολὺ πρότερον αὐτὴν περιωδευμένην <.....>, διὰ τὸ πάντως ἡμᾶς ἐν τῷ διοδεύειν ἕκαστον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων [μὴ] εἰς ὑπόνοιαν μήποτε παραλέλειπταί <τι> τῶν ὀφειλόντων κατὰ τὸν ἐξετάζεσθαι, ὅτι περισπασμοῦ περὶ τὴν διάνοιαν συμβαίνοντος αἴρεται ἡ τῆς ἀληθείας γνῶσις.

τὸ δὲ ὅλον μήποτε τοῖς αὑτῶν ἐλέγχοις κρατοῦνται. ὧς γὰρ διαβάλλοντες τὴν καταληπτικὴν φαντασίαν ἔφασκον μὴ εἶναι κριτήριον ταύτην τῆς ἀληθείας τῷ καὶ ἄλλας ἀπαραλλάκτους [*](14 hic lacunam statuit Kochalsky qui supplet: <οὕτως παρὰ μέρος τοῖς <Στωικοῖς> coll. p. 285, 27—30 22 χρειοῦν χειροῦν E: om. V sed relicto spatio 7—8 litt. 24 διὰ τόδε <πιθανὴ καὶ διεξωδευμένη, ἥδε δὲ διὰ τόδε πιθανὴ καὶ> διεξωδευμένη Kochalsky 26 εἰ δὲ ὧς Bekk.: εὐθέως δὲ G 27 lac. stat. Bekk. qui suppl. εἷναι, sed plura exciderunt: περιωδευμένην <εἷναι· οὔτε ἡ πιθανὴ ἄμα καὶ περιωδευμένη> Heintz: similia Kochalsky: περιωδευμένην <εἶναι, καὶ πάλιν ἀπερίσπαστον τὴν περιωδευμένην> ego coll. p. 287, 1 (περισπασμοῦ) 28/29 κατὰ τὸν τόπον N: κατὰ τρόπον LEς cf. p. 199, 30 29 μὴ del. Meineke: an ἐνίοτε? ἄγεσθαι N 30 μήποτέ <τι> Kayser: μή τι Bekk. dubit. τι addidi 1 post ἐξετάζεσθαι lac. stat. Kochalsky, quam frustra explere temptavit, scribens <οὔτε ἡ πιθανὴ καὶ διεξωδευμένη καὶ ἀπερίσπαστος .....>. Omnia sana esse intelleges, si v. 27 mecum feceris. ὅτι scr.: ἅτε G: εἴγε Bekk. sec. Fabricii versionem (siquidem) 2 αἴρεται Bekk.: εἴρηται G: ἀναιρεῖται vel ἀνῄρηται Meineke)

παρακεῖσθαι αὐτῇ ψευδεῖς, οὕτως οὐκ ἀπέοικε καὶ τοῖς διεξωδευμένοις πράγμασιν ἡμῖν ἐν τῷ διαθεωρεῖν τὴν πιθανὴν φαντασίαν ἄλλα τινὰ ψευδῆ παρακεῖσθαι, ὥστε λόγου ἕνεκεν δοκεῖν μὲν ἡμᾶς ἔχειν ἀρτίαν τὴν ψυχὴν καὶ τὸ σῶμα, μὴ οὕτως δὲ ἔχειν, ἢ ὡς ἐκ συμμέτρου μὲν διαστήματος δοκεῖν βλέπεσθαι τὸ φανταστόν, ἄλλως δὲ ἔχειν.

πλὴν τό γε κεφάλαιον, εἰ μήτε πᾶσαι αἱ φαντασίαι εἰσὶ πισταὶ μήτε πᾶσαι ἄπιστοι, μήτε τινὲς μὲν πισταὶ τινὲς δὲ ἄπιστοι, οὐκ ἂν εἴη κριτήριον τῆς ἀληθείας ἡ φαντασία. ὡ ἀκόλουθον τὸ μηδὲν εἶναι κριτήριον διὰ τὸ μήτε τὸ ὑφ’ οὗ μήτε τὸ δι’ οὗ μήτε τὸ καθ’ ὃ βεβαίαν ἔχειν τὴν γνῶσιν.

Ἀλλ’ εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ (Stoic. fr. II 118 Arn.) ζητεῖν, πῶς ποτε καὶ ὁ σκεπτικὸς τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται. ἤτοι γὰρ ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου· καὶ εἰ μὲν ἀκρίτως, ἄπιστος γενήσεται, εἰ δὲ μετὰ κριτηρίου, περιτραπήσεται καὶ λέγων μηδὲν εἶναι χριτήριον ὁμολογήσει εἰς τὴν τούτου παράστασιν κριτήριον παραλαμβάνειν.

πάλιν τε ἡμῶν συνερωτώντων “εἰ ἔστι κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι”, καὶ δυεῖν θάτερον συναγόντων, ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν·

τὸ εὐθὺ γὰρ ἑαυτοῦ <τε> καὶ ἄλλων ἐστὶ δοκιμαστικόν, ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας σταθμητικὸς ὑπῆρχεν, καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν φαίνεται, διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι.

ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι σκεπτικόν ἐστιν ἔθος τὸ τοῖς πεπιστευμένοις μὴ συνηγορεῖν, ἀρκεῖσθαι δ’ ἐπ’ αὐτῶν ὧς αὐτάρκει κατασκευῇ τῇ κοινῇ προλήψει, τοῖς δὲ ἀπίθεωρεῖν [*](7 θεωρεῖν N 9 ἀρτίοις V, unde ἀρτίως Kayser 11 βλέπεσθαι NLς: φαίνεσθαι E 27 ἑαυτοῦ τι Bekk.: αὐτοὺς τὸ 28 τὸ ἑαυτοῦ Bekk.: τὸ ἐξ αὐτοῦ G τι om. N 29 τὸ εὐθὺ γὰρ ἑαυτοῦ Kochalsky: τὸ γὰρ β εὐθὺ α ἑαυτοῦ N (sic): τὸ γὰρ ἑαυτοῦ εὐθὺ LEς: καὶ γὰρ ἑαυτοῦ τὸ εὐθὺ Bekk. τε add. Kochalsky 30 ζυγὸς Crousaze: λόγος G)

στοις εἶναι δοκοῦσι συναγορεύειν καὶ εἰς ἰσοσθένειαν αὐτῶν ἕκαστον ἀνάγειν τῇ περὶ τὰ παραδοχῆς ἠξιωμένα πίστει. τοίνυν καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀναιροῦντες τὸ κριτήριον τοὺς κατὰ τούτου χειρίζομεν λόγους, ἀλλὰ βουλόμενοι δεῖξαι ὅτι οὐ πάντως πιστόν ἐστι τὸ εἷναι κριτήριον, διδομένων εἰς τοὐναντίον καὶ τῶν ἴσων ἀφορμῶν.

εἶτα κἂν τῷ ὄντι συναναιρεῖν δοκῶμεν τὸ κριτήριον, δυνάμεθα εἰς τοῦτο οὐχ ὧς κριτηρίῳ χρῆσθαι τῇ προχείρῳ φαντασίᾳ, καθ’ ἣν τοὺς προσπίπτοντας ἡμῖν πιθανοὺς λόγους τιθέντες εἰς τὸ μηδὲν εἶναι κριτήριον ἐκτιθέμεθα μέν, οὐ μετὰ συγκαταθέσεως δὲ τοῦτο ποιοῦμεν διὰ τὸ καὶ τοὺς ἀντικειμένους λόγους ἐπ’ ἴσης εἶναι πιθανούς.

νὴ Δία, ἀλλὰ δύναταί τι καὶ ἑαυτοῦ εἶναι κριτήριον, ὧς ἐπί τε κανόνος καὶ ζυγοῦ ἐγίνετο. ὅπερ ἐστὶ μειρακιῶδες. τούτων μὲν γὰρ ἑκάστου ἔστι τι ὑπεραναβεβηκὸς κριτήριον, ὡς αἴσθηδις καὶ νοῦς, διὸ καὶ ἐπὶ τὴν κατασκευὴν αὐτῶν ἐρχόμεθα· τοῦ δὲ νῦν ὑπὸ τὴν ζήτησιν πεπτωκότος κριτήριον οὐδὲν θέλουσιν ὑπεράνω τυγχάνειν. τοίνυν ἄπιστόν ἐστι περὶ αὑτοῦ τι λέγον καὶ μὴ ἔχον τὸ προσμαρτυροῦν τὴν ἀληθότητα.

Τοσαῦτα μὲν περὶ κριτηρίου· μέτρον δὲ ἔχοντος αὔταρκες τοῦ ὑπομνήματος, ἀπὸ ἄλλης ἀρχῆς πειρασόμεθα καὶ περὶ αὐτοῦ κατὰ ἀποτομὴν τοῦ ἀληθοῦς διαπορεῖν.

[*](7 εἰς om. NV 25 τι om. ς 26 ἀληθότητα N (cf. p. 389, 21): ἀλήθειαν LEς post 29: τέλος τῶν κατὰ σέξτον σκεπτικῶν NLE: σέξτου ἐμπειρικοῦ περὶ κριτηρίου ς (τέλος add. Β) |)