Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οἱ δὲ ἀπὸ τῶν ἠθικῶν κατήρξαντο ὧς ἀναγκαιοτέρων καὶ πρὸς εὐδαιμονίαν ἐπισπώντων, καθὸ καὶ ὁ Σωκράτης παρήγγελλε μηδὲν ἄλλο ζητεῖν εἰ μὴ (δ 392)

ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.

οἱ δὲ Ἐπικούρειοι ἀπὸ τῶν λογικῶν εἰσβάλλουσιν· τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν, περί τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιοῦνται τὴν ὑφήγησιν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς (fr. II 44 Arn.) καὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά, τελευταῖα δὲ τετάχθαι τὰ φυσικά.

πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν [*](1 Ξενοκράτην ’ς 2/3 ἔνθεν οὐκ scr. coll. p. 208, 20: ἐνθένδεν LR: ἐνθένδε EABY οὐκ iam add. codex Genevensium in mrgne; prob. Kayser coll. Diog. Laert. YII 1, 39) 3 εὐπιθλανως Menagius: πιθανῶς Bekk. dubit. 7 λεκύθων 9 λεκύθου V πρὸς del. Kayser ἐπισπώντων Kayser coll. Aesch. Pers. 477 : ἐπιστώντων E ς: ἐπιστώτων L: ἐπειγόντων Bekk. 1 δεῖν Gen.: δεῖ G)

νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν, ὀχυρωτικὸν δὲ εἷναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτ’ ἦς ἐπὶ προυποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως.

Ταῦτα μὲν καὶ οὗτοι· ἡμεῖς δὲ τὸ μὲν ἀκριβὲς ἐν τῷ πράγματι τὰ νῦν οὐ σκεπτόμεθα, ἐκεῖνο δέ φαμεν ὧς εἴπερ ἐν παντὶ μέρει φιλοσοφίας ζητητέον ἐστὶ τἀληθές, πρὸ παντὸς δεῖ τἀς ἀρχὰς καὶ τοὺς τρόπους τῆς τούτου διαγνώσεως ἔχειν πιστούς. ὁ δέ γε λογικὸς τόπος τὴν περὶ τῶν κριτηρίων καὶ τῶν ἀποδείξεων θεωρίαν περιεῖχεν·

ἀπὸ τούτου ἄρα ποιητέον ἐστὶν ἡμῖν τὴν ἀρχήν. καὶ ἴνα εὐέφοδος γένηται πρὸς τοὺς δογματικούς ἡ ζήτησις, ἐπεὶ τὰ μὲν ἐναργῆ διὰ κριτηρίου τινὸς αὐτόθεν δοκεῖ, τὰ δὲ ἄδηλα διὰ σημείων καὶ ἀποδείξεων κατὰ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ἐξιχνεύεσθαι, τάξει σκεπτώμεθα πρῶτον περὶ τοῦ εἰ ἔστι τι κριτήριον τῶν αὐτόθεν κατ’ αἴσθησιν ἢ διάνοιαν προσπιπτόντων , τὸ δὲ μετὰ τοῦτο περὶ τοῦ εἰ ἔστι σημειωτικὸς ἢ ἀποδεικτικὸς τῶν ἀδήλων τρόπος.

οἶμαι γὰρ ὡς τούτων ἀναιρεθέντων οὐδεμία ἔτι καταλειφθήσεται ζήτησις περὶ τοῦ δεῖν ἐπέχειν ἅτε μήτε ἐν τοῖς προφανέσι μήτε ἐν τοῖς συνεσκιασμένοις εὑρισκομένου τινὸς ἀληθοῦς. ἀρχέτω οὖν ὁ περὶ τοῦ κριτηρίου λόγος, ἐπεὶ καὶ πάντων τῶν τῆς καταλήψεως τρόπων περιληπτικὸς εἶναι δοκεῖ.

  • εἰ ἔστι κριτήριον ἀληθείας
  • Ἡ περὶ κριτηρίου ζήτησις οὐ μόνον διὰ τὸ φύσει φιλάληθες ζῷον εἶναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ διὰ τὸ τὰς γενικωτάτας τῆς φιλοσοφίας αἱρέσεις περὶ τῶν κυριωτάτων βραβεύειν, πᾶσίν ἐστι περιμάχητος. ἢ γὰρ τὸ μέγα καὶ [*](9 μὲν LE: δὲ ’ς 20 πρῶτον <μὲν> Bekk. at cf. p. 354, 20 e. a. (cf. Kochalsky 1. 1. p 75) 21 προσπιπτόντων AB: προπτπτ. LEVR 22 an <τις> 28 περιληπτικὸς περιεκτικὸς ς 29 <τοῦ> κριτ. ς)

    σεμνὸν τῶν δογματικῶν αὔχημα ἀναιρεῖσθαι ἄρδην δεήσει, μηδενὸς εὑρισκομένου κανόνος τῆς κατ’ ἀλήθειαν τῶν πραγμάτων ὑπάλρξεως, ἢ ἀνάπαλιν ὡς προπετεῖς ἐλέγχεσθαι τοὺς σκεπτικοὺς καὶ τῆς κοινῆς πίστεως κατατολμήσαντας, ἐὰν φαίνηταί τι τὸ δυνάμενον ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν ἱν ὁδηγεῖν. καὶ γὰρ σχέτλιον , εἰ τὰ μὲν ἐκτὸς κριτήρια μετὰ πάσης σπουδῆς ἀναζητήσομεν, οἷον κανόνας καὶ διαβήτας στάθμια τε καὶ τρυτάνας, τὸ δὲ ἐν ἡμῖν καὶ τούτων αὐτῶν δοκιμαστικὸν εἶναι δοκοῦν παρήσομεν.

    τάξει τοίνυν ὡς ἂν περὶ τῶν ὅλων οὔσης τῆς σκέψεως ἀναλαβόντες, ἐπεὶ δύο μέρη ἐμφέρεται τῇ προτάσει, τό τε κριτήριον καὶ ἡ ἀλήθεια, ἐν μέρει τὸν περὶ ἑκατέρου τούτων λόγον ποιησόμεθα, καὶ ὁτὲ μὲν ἐξηγητικῶς ὑποδεικνύντες, ποσαχῶς λέγεται τὸ κριτήριον καὶ ἡ ἀλήθεια, καὶ τίνα ποτὲ κατὰ τοὺς δογματικοὺς εἶχε φύσιν, ὁτὲ δὲ καὶ ἀπορητικώτερον σκεπτόμενοι, εἰ δύναταί τι τούτων ὑπάρχειν.

    περὶ κριτηρίου

    Αὐτίκα τοίνυν τὸ κριτήριον (ἀρκτέον γὰρ ἀπὸ τούτου) λέγεται πρῶτον μὲν διχῶς, καθ’ ἔνα μὲν τρόπον ᾧ προσέχοντες τὰ μὲν ποιοῦμεν τὰ δὲ οὐδαμῶς, καθ’ ἕτερον δὲ ᾧ προσέχοντες τὰ μὲν ὑπάρχειν φαμὲν τὰ δὲ μὴ ὑπάρχειν καὶ ταυτὶ μὲν ἀληθῆ καθεστάναι ταυτὶ δὲ ψευδῆ. ὧν τὸ μὲν πρότερον ἐν τοῖς περὶ τῆς σκεπτικῆς ἀγωγῆς (Hyp. I 21 — 24) ἐξεθέμεθα·

    κατ’ ἀνάγκην γὰρ ἔδει τὸν ἀπορητικῶς φιλοσοφοῦντα, μὴ εἰς τὸ παντελὲς ἀνενέργητον ὄντα καὶ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἄπρακτον, ἔχειν τι κριτήριον αἱρέσεως ἅμα καὶ φυγῆς, τουτέστι τὸ φαινόμενον , καθὼς καὶ ὁ Τίμων (fr. 69 Diels) μεμαρτύρηκεν εἰπὼν

    ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ. [*](29 ~ Hyp. II 14.) [*](9 δοκοῦν om. ’ς 12 ἐν μέρει — 15 ἀλήθεια om. E 13 ἑκα- τέρου Bekk. : ἑκατέρων G 19 πρῶτον μὲν Olearius: πρώτως ἢ G 29 πάντῃ Bekk. (cf. Diog. Laert. IX 105 Galen. VIII p. 781 Kuhn) : παντὶ G οἶπερ Bekk. dubit.)

    τὸ δ’ ἕτερον,

    λέγω δὲ τὸ τῆς ὑπάρξεως καὶ περὶ οὐ τὰ νῦν σκεπτόμεθα, λέγεσθαι δοκεῖ τριχῶς, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν γὰρ πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ κριτήρια ταύτης ἠξίωται τῆς προσηγορίας, οἶον ὅρασις ἀκοὴ γεῦσις·

    ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικόν , καθ’ ὃ πῆχυν μὲν καὶ ζυγὸν καὶ κανόνα καὶ διαβήτην εἴποι τις ἂν κριτήρια, παρόσον ἐστὶ τεχνικά, τὴν δὲ ὅρασιν καὶ τὴν ἀκοὴν καὶ καθόλου τὰ λοιπὰ κοινὰ τῶν αἰσθητηρίων, φυσικὴν ἔχοντα τὴν κατασκευήν, οὐδαμῶς·

    ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐκέτι λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ τῶν φιλοσόφων παρεισάγουσι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν.

    πολλαχῶς δὴ λεγομένου τοῦ κριτηρίου, πρόκειται πάλιν τὸ σκέπτεσθαι προηγουμένως μὲν περὶ τοῦ λογικοῦ καὶ παρὰ τοῖς φιλοσόφοις θρυλουμένου, κατ’ ἐπακολούθημα δὲ καὶ περὶ ἑκάστου τῶν κατὰ τὸν βίον.

    πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο ὑποδιαιρεῖσθαι, λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ’ οὗ, τὸ δὲ ὡς δι’ οὗ, τὸ δὲ ὧς προσβολὴ καὶ σχέσις. ὑφ’ οὗ μὲν ὧς ἄνθρωπος, δι’ οὗ δὲ ὧς αἴσθησις, τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας.

    ὃν γὰρ τρόπον ἐν τῇ τῶν βαρέων καὶ κούφων ἐξετάσει τρία ἐστὶ κριτήρια, ὅ τε ζυγοστάτης καὶ ὁ ζυγὸς καὶ ἡ τοῦ ζυγοῦ θέσις, τούτων δὲ ὁ μὲν ζυγοστάτης κριτήριον ἦν τὸ ὑφ’ οὗ, ὁ δὲ ζυγὸς τὸ δι’ οὗ, ἡ δὲ θέσις τοῦ ζυγοῦ 00 ’ς σχέσις, καὶ πάλιν ὃν τρόπον πρὸς τὴν τῶν εὐθειῶν καὶ στρεβλῶν διάκρισιν τεχνίτου τε καὶ κανόνος καὶ [*](31—35 Hyp. II 15—16.) [*](30 τὸ Kochalsky: περὶ G: <τὸ> περὶ Bekk. καὶ Kochalsky 9 ἰδιαίτατα scripsi coll. v. 2 p. 59, 32. 60, 2 ἰδιαίτερον G 10 καταλήψεως <τεχνικὸν> Heintz 12 πρὸς LE: εἰς ’ς 13 εὕρεσιν G (at κρίσιν p. 60, 5 legitur) 19 προβολὴ ’ς προσβολὴ καὶ σχέσις G: προσβολὴν καὶ σχέσιν Kayser προσβολὴ — 21 φαντασίας del. Bekk., qui unura καθ’ ὅ scribi iubet coll. § 261. Sed ipsum Sextum titubasse collatis inter se locis plane perspicitur 20 προσβολὴ <καὶ σχέσις> Kayser 21 τρόπον om. V)

    τῆς τούτου πρόσ’ βολῆς ἐστι χρεία, κατὰ τὰ αὐτὰ καὶ ἐν φιλοσοφίᾳ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν διάγνωσιν δεόμεθα τῶν προειρημένων ἡμῖν τριῶν κριτηρίων,

    καὶ ἔοικε τῷ μὲν ζυγοστάτῃ ἢ τέκτονι ὁ ἄνθρωπος, ὑφ’ οὗ γίνεται ἡ κρίσις, τῷ δὲ ζυγῷ καὶ κανόνι ἡ αἴσθησις καὶ ἡ διάνοια, δι’ ἧς γίνεται τὰ τῆς κρίσεως, τῇ δὲ σχέσει τῶν προειρημένων ὀργάνων ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλεται κρίνειν. ἀλλὰ περὶ μὲν κριτηρίου ταῦτα ἀναγκαῖον ἦν ἐπὶ τοῦ παρόντος προλαβεῖν·

  • περὶ ἀληθείας
  • Τὴν δὲ ἀλήθειαν οἴονταί τινες, καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς (fr. II 132 Arn.), διαφέρειν τἀληθοῦς κατὰ τρεῖς τρόπους, οὐσίᾳ τε καὶ συστάσει καὶ δυνάμει, οὐσίᾳ μὲν παρόσον ἡ μὲν ἀλήθεια σῶμά ἐστι, τὸ δὲ ἀληθὲς ἀσώματον ὑπῆρχεν. καὶ εἰκότως, φασίν· τουτὶ μὲν γὰρ ἀξίωμά ἐστι, τὸ δὲ ἀξίωμα λεκτόν, τὸ δὲ λεκτὸν ἀσώματον. ἀνάπαλιν δὲ ἡ ἀλήθεια σῶμά ἐστι παρόσον ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντικὴ δοκεῖ τυγχάνειν,

    πᾶσα δὲ ἐπιστήμη πὼς ἔχον ἐστὶν ἡγεμονικόν, ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμὴ νοεῖται· τὸ δὲ ἡγεμονικὸν σῶμα κατὰ τούτους ὑπῆρχεν· τοίνυν καὶ ἡ ἀλήθεια κατὰ γένος ἔσται σωματική.

    συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὧς μονοειδές [*](15a) τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται, οἶον ἐπὶ τοῦ παρόντος τὸ ‘‘ἡμέρα ἔστιν” καὶ τὸ ‘‘ ἐγὼ διαλέγομαι’’ ἡ δὲ ἀλήθεια ὧς ἂν ἐπιστήμη καθεστηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται.