Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

‘O μὲν καθόλου τῆς σκεπτικῆς δυνάμεως χαρακτὴρ μετὰ τῆς προσηκούσης ἐξεργασίας ὑποδέδεικται, τὰ μὲν προηγου- μένως τὰ δὲ καὶ κατὰ διορισμὸν τῶν παρακειμένων φιλοσοφιῶν ἐκτυπωθείς (Hyp. I 210 sqq.) · ἀπολείπεται δὲ ἑξῆς καὶ τὴν ἐπὶ τῶν κατὰ μέρος αὐτοῦ χρῆσιν διδάσκειν εἰς τὸ μήτε ἰδίᾳ περὶ τῶν πραγμάτων σκεπτομένους μήτε τοῖς δογματικοῖς ἀνταίροντας ῥᾳδίως προπίπτειν.

ἀλλ’ ἐπεὶ ποικίλον τι χρῆμα φιλοσοφία, δεήσει πρὸς τὸ κατὰ τάξιν καὶ ὁδῷ ζητεῖν ἕκαστον ὀλίγα περὶ τῶν ταύτης μερῶν διαλαβεῖν. αὐτίκα γὰρ οἱ μὲν μονομερῆ δοκοῦσιν αὐτὴν ὑποτεθεῖσθαι, οἱ δὲ διμερῆ, τινὲς δὲ τριμερῆ, καὶ τῶν ‘ὲν μέρος ὐποστησαμένων οἱ μὲν τὸ φυσικόν, οἱ δὲ τὸ ἠθικόν, ἄλλοι δὲ τὸ λογικὸν ὑπεστήσαντο,

καὶ ὡσαύτως τῶν κατὰ δυάδα διαιρούντων οἱ μὲν εἰς τὸ φυσικὸν καὶ τὸ λογικὸν διεῖλον, οἱ δὲ εἰς τὸ φυσικὸν καὶ ἠθικόν, οἱ δὲ εἰς τὸ λογικὸν καὶ ἠθικόν·

οἱ μὲν γὰρ εἰς τρία διαιροῦντες συμφώνως εἰς τὸ φυσικὸν καὶ λογικὸν καὶ ἠθικὸν διῃρήκασιν.

φυσικὸν μὲν οὖν μόνον ὑπεστήσαντο μέρος Θαλῆς τε καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος, Ἐμπεδοκλῆς τε καὶ Παρμενίδης καὶ ‘Ηράκλειτος, ὧν Θαλῆς μὲν καὶ Ἀναξιμένης καὶ Ἀναξί- μανδρος κατὰ πάντας καὶ ἀναμφιλέκτως , ὁ δὲ Ἐμπεδοκλῆς καὶ Παρμενίδης ἔτι δὲ Ἡράκλειτος οὐ κατὰ πάντας.

Ἐμπεδοκλέα μὲν γὰρ ὁ Ἀριστοτέλης (fr. 65 Eose) φησὶ πρῶτον ῥητορικὴν κεκινηκέναι, ἁ ἴ’, ἧς ἀντίστροφον εἶναι τὴν διαλεκτικήν (Rhet. 1354a 1), τουτέστι ἰσόστροφον, διὰ τὸ περὶ τὴν αὐτὴν ὕλην στρέφεσθαι , ὧς καὶ [*](Titulum addidi (cf. ad p. 289, 1). Codd. praebent: τῶν κατὰ σέξτον πρὸς τοὺς λογικοὺς τῶν δύο τὸ πρῶτον: ~ περὶ φιλοσοφίας καὶ περὶ ’ς) κριτηρίου 4 φιλοσοφιῶν Bekk.: φιλοσό- φων G 11 ὑπονοστησαμένων AB 14 καὶ λογικόν E)

ἀντίθεον ὁ ποιητὴς ἔφη τὸν Ὀδυσσέα, ὅπερ ἦν ἰσόθεον·

Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπείρως ἔχειν, ἐπείπερ πάλιν Ἀριστοτέλης (ib.) τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπείληφεν. ἐζητεῖτο δὲ καὶ περὶ Ἡρακλείτου, εἰ μὴ μόνον φυσικός ἐστιν ἀλλὰ καὶ ἠθικὸς φιλόσοφος.

πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἶδε, τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους, εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι (I 1, 11 sqq.) ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὧς ὑπὲρ ἡμᾶς καθεστηκὸς [*](9a) καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ’ αὐτὸν οἶδε καὶ ὁ Τίμων, ἐν οἶς φησιν (fr. 25 Diels)

[*](11a)

ἐκ δ’ ἄρα τῶν ἀπέκλινεν <ὁ> λαξόος, ἐννομολέσχης, τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν· διὸ καὶ ἐννομολέσχης προσέθηκεν, ἅτε τοῦ ἠθικοῦ μέρους ὄν- τος τοῦ περὶ νόμων διαλέγεσθαι.

ὁ μὲν γὰρ Πλάτων’ παντὸς μέρους φιλοσοφίας αὐτῶ μεταδίδωσιν, τοῦ μὲν λο- γικοῦ παρόσον περὶ ὅρων καὶ διαιρέσεων καὶ ἐτυμολογίας παρεισῆκται ζητῶν, ἅπερ ἐστὶ λογικά, τοῦ δὲ ἠθικοῦ ὅτι περὶ ἀρετῆς καὶ πολιτείας καὶ νόμων διασκέπτεται,

τοῦ δὲ φυσικοῦ ὅτι καὶ περὶ κόσμου τι καὶ περὶ ζωογονίας καὶ ψυχῆς πεφιλοσόφηκεν. ἔνθεν καὶ ὁ Τίμων (fr. 62 Diels) αἰτιᾶται τὸν Πλάτωνα ἐπὶ τῷ οὕτω καλλωπίζειν τὸν Σωκράτην πολλοῖς μαθήμασιν· ‘‘ἥ γάρ, φησί, τὸν οὐκ ἐθέλοντα μεῖ- ’ναι ἠθολόγον”.

δοκοῦσι δὲ κατά τινας καὶ οἱ ἀπὸ τῆς Κυρήνης μόνον ἀσπάζεσθαι τὸ ἠθικὸν μέρος, παραπέμπειν δὲ τὸ φυσικὸν καὶ τὸ λογικὸν ὧς μηδὲν πρὸς τὸ εὐδαιμόνως βιοῦν συνεργοῦντα. καίτοι περιτρέπεσθαι τούτους ἔνιοι νενομίκασιν ἐξ ὧν τὸ ἠθικὸν διαιροῦσιν εἴς τε τὸν περὶ τῶν αἱρετῶν καὶ φευκτῶν <τόπον> καὶ εἰς τὸν τῶν παθῶν καὶ ἔτι εἰς τὸν περὶ τῶν πράξεων καὶ ἤδη [*](7 μόνου Gen. : μόνος G 10 καθεστηκὼς BV μόνον LE: μόνος ’ς 11 δ’ αὐτὸν LE: αὐτὸν ς 12 ἀπέκλινεν ὁ λαξόος Meineke: ἀπέκλινε λαοξόος G 17 ὅρον L 26 /27 εὐδαιμο- νοῦν σὺν. E 29 τόπον add. Bekk. sec. Fabricii versionem)

τὸν περὶ τῶν αἰτίων καὶ τελευταῖον εἰς τὸν περὶ τῶν πίστεων· ἐν τούτοις γὰρ ὁ περὶ αἰτίων τόπος, φασίν, ἐκ τοῦ φυσικοῦ μέρους ἐτύγχανεν, ὁ δὲ περὶ πίστεων <ἐκ> τοῦ καὶ Ἀρίστων δὲ ὁ Χῖος (fr. 356 Arn.) οὐ μόνον,

ὥς φασι, παρῃτεῖτο τήν τε φυσικὴν καὶ λογικὴν θεωρίαν διὰ τὸ ἀνωφελὲς καὶ πρὸς κακοῦ τοῖς φιλοσοφοῦσιν ὑπάρχειν, ἀλλὰ καὶ τοῦ ἠθικοῦ τόπους τινὰς συμπεριέγραφεν, καθάπερ τόν τε παραινετικὸν καὶ τὸν ὑποθετικὸν τόπον· τούτους γὰρ εἰς τίτθας καὶ παιδαγωγοὺς πίπτειν, ἀρκεῖν δὲ πρὸς τὸ μακα- ρίως βιῶναι τὸν οἰκειοῦντα μὲν πρὸς ἀρετὴν λόγον, ἀπαλλοτριοῦντα δὲ κακίας, κατατρέχοντα δὲ τῶν μεταξὺ τούτων, περὶ ἃ οἱ πολλοὶ πτοηθέντες κακοδαιμονοῦσιν.

ἐπὶ δὲ τὸ λογικὸν κατηνέχθησαν μέρος οἱ περὶ Πανθοίδην καὶ Ἀλεξῖνον καὶ Εὐβουλίδην καὶ Βρύσωνα, Διονυσόδωρόν τε καὶ Εὐθύδημον Θούριοι, ὧν μέμνηται καὶ ὁ Πλάτων’ ἐν τῷ Εὐθυδήμῳ].

τῶν δὲ διμερῆ τὴν φιλοσοφίαν ὑποστησαμένων Ξενοφάνης μὲν ὁ Κολοφώνιος τὸ φυσι- κὸν ἅμα καὶ λογικόν, ὥς φασί τινες, μετήρχετο, Ἀρχέλαος δὲ ὁ Ἀθηναῖος τὸ φυσικὸν καὶ ἠθικόν· μεθ’ οὗ τινες καὶ τὸν Ἐπίκουρον τάττουσιν ὡς καὶ] τὴν λογικὴν θεωρίαν ἐκβάλλοντα.

ἄλλοι δὲ ἦσαν οἲ φασι μὴ κοινῶς αὐτὸν τὴν λογικὴν παρῃτῆσθαι, μόνην δὲ τὴν τῶν Στωικῶν, ὥστε δυνάμει τριμερῆ πάλιν ἀπολείπειν τὴν φιλοσοφίαν. ἀνα- φέρεται δὲ ὑπό τινων δόξα, καθὸ καὶ ὁ Σωτίων μεμαρτύ- ρηκεν, εἰς τούς ἀπὸ τῆς Κυρήνης ὡς λέγοντας ἠθικόν τι καὶ λογικὸν φιλοσοφίας εἶναι μέρος.

πλὴν οὗτοι μὲν ἐλλιπῶς ἀνεστράφθαι δοκοῦσιν, ἐντελέστερον δὲ παρὰ τούτους οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικὸν τὸ δὲ ἠθικὸν τὸ δὲ λογικόν· ὧν δυνάμει μὲν Πλάτων’ ἐστὶν ἀρχηγός, περὶ πολλῶν μὲν φυσικῶν, περὶ] πολλῶν δὲ ἠθικῶν, οὐκ ὀλίγων δὲ λογικῶν διαλεχθείς· ΄φητότατα [*](2 ἐκ add. Bekk. 3 δὲ om. ’ς 5 φιλοσοφοῦσιν LE: φιλοσόφοις ς 6 τρόπους E 8 τίτθασον L ἀρκεῖν Bekk. : ἀρκεῖσθαι G 11 ἐπὶ E ’ς cf. p. 127, 30. 290, 9: περὶ L 12 λογικὸν <μόνον> Kayser 13 βρίσωνα ’ς 14/15 del. 19 καὶ delevi: καὶ <αὐτὸν> Bekk. dubit. : καὶ <τοῦτον> 20 εἰσιν Bekk. dubit. 29 περὶ deL Bekk.)

δὲ οἱ περὶ τὸν Ξενοκράτη καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως.

ἔνθεν <οὐκ> ἀπιθάνως ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἴνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν.

οἱ δὲ ᾠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά. τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά.

ὁ δὲ Ποσειδώνιος (p. 40 Bake), ἐπεὶ τὰ μὲν τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζώω μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν , ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν.

Ἀλλὰ γὰρ τριμεροῦς οὔσης τῆς φιλοσοφίας οἱ μὲν πρῶτον μέρος τάττουσι τὸ φυσικόν, ἐπεὶ καὶ χρόνῳ μὲν πρεσβυτάτη ἐστὶν ἡ περὶ τὴν φυσικὴν πραγματεία ὧς καὶ μέχρι νῦν τοὺς πρώτους φιλοσοφήσαντας φυσικούς καλεῖσθαι, τάξει δέ, ὅτι πρῶτον ἁρμόττει περὶ τῶν ὅλων διαλαβεῖν καὶ τότε περὶ τῶν ἐπ’ εἴδους καὶ τἀνθρώπου σκέπτεσθαι.