Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τοιαύτη γοῦν ἐστὶ καὶ ἡ ἀπερίσπαστος φαντασία· ἥτις καὶ αὐτὴ πλάτος ἔχειν ἔοικε διὰ τὸ ἄλλην ἄλλης μᾶλλον ἀπερίσπαστον εὑρίσκεσθαι.

Τῆς δὲ ἀπερισπάστου φαντασίας πιστοτέρα μᾶλλόν ἐστι καὶ τελειοτάτη ἡ ποιοῦσα τὴν κρίσιν, ἣ σὺν τῷ ἀπερίσπαστος εἶναι ἔτι καὶ διεξωδευμένη καθέστηκεν.

τίς δέ ἐστι καὶ ὁ ταύτης χαρακτήρ, παρακειμένως ὑποδεικτέον. ἐπὶ μὲν γὰρ τῆς ἀπερισπάστου ψιλὸν ζητεῖται τὸ μηδεμίαν τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν ὡς ψευδῆ ἡμὰς περισπᾶν, πάσας δὲ εἶναι ἀληθεὶς τε καὶ φαινομένας καὶ μὴ ἀπιθάνους· ἐπὶ δὲ τῆς κατὰ τὴν περιωδευμένην συνδρομῆς ἑκάστην τῶν ἐν τῇ συνδρομῇ ἐπιστατικῶς [*](18 διάλεξιν Bekk. dubit. coll. v. 12: διάβλεψιν Kayser coll. Plat. Phaed. 86 D 23 ἀλλὰ <καὶ> ἐκ N 28 προσπῖπτον προπῖπτον LEς 29 τῶν πίστιν ἐμποιουσῶν Kayser dubit. (certe συνδρομὴ — ἐμποιεῖν suspecta; cf. ad p. 228, 22) 81 καὶ om. N 2 ἐπ’ N 9 τελειοτάτη ἡ G: τελειοτάτην Bekk. 12 ἀπερισπάστου N: ἀπεριστάτου LEς 14 καὶ del. Heintz 16 συνδρομῆς Heintz: συνδρομὴν G)

δοκιμάζομεν, ὁποῖόν τι γίνεται καὶ ἐν ταῖς ἐκκλησίαις, ὅταν ὁ δῆμος ἕκαστον τῶν μελλόντων ἄρχειν ἢ δικάζειν ἐξετάζῃ εἰ ἄξιός ἐστι τοῦ πιστευθῆναι τὴν ἀρχὴν <ἢ>

κρίσιν. οἶον ὄντων κατὰ τὸν τῆς κρίσεως τόπον τοῦ τε κρίνοντος καὶ τοῦ κρινομένου καὶ τοῦ δι’ οὗ ἡ κρίσις, ἀποστήματός τε καὶ διαστήματος, τόπου χρόνου τρόπου διαθέσεως ἐνεργείας, ἕκαστον τῶν τοιούτων ὁποῖόν ἐστι φυλοκρινοῦμεν, τὸ μὲν κρῖνον, μὴ ἡ ὄψις ἤμβλυται (τοιαύτη γὰρ οὖσα ἄθετός ἐστι πρὸς τὴν κρίσιν), τὸ δὲ κρινόμενον, μὴ μικρὸν ἄγαν καθέστηκε, τὸ δὲ δι’ οὗ ἡ κρίσις, μὴ ὁ ἀὴρ ζοφερὸς ὑπάρχει, τὸ δὲ ἀπόστημα, μὴ μέγα λίαν ὑπόκειται, τὸ δὲ διάστημα, μὴ συγκέχυται, τὸν δὲ τόπον, μὴ ἀχανής ἐστι, τὸν δὲ χρόνον, μὴ ταχύς ἐστι, τὴν δὲ διάθεσιν, μὴ μανιώδης θεωρεῖται, τὴν δὲ ἐνέργειαν, μὴ ἀπρόσδεκτός ἐστιν.

ταῦτα γὰρ πάντα καθ’ ἓν γίνεται κριτήριον, ἥ τε πιθανὴ φαντασία καὶ ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος, πρὸς δὲ τούτοις ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος καὶ διεξωδευμένη. παρ’ ἣν αἰτίαν ὃν τρόπον ἐν τῷ βίῳ, ὅταν μὲν περὶ μικροῦ πράγματος ζητῶμεν, ἔνα μάρτυρα ἀνακρίνομεν, ὅταν δὲ περὶ μείζονος, πλείονας, ὅταν δ’ ἔτι μᾶλλον περὶ ἀναγκαιοτέρου, καὶ ἕκαστον τῶν μαρτυρούντων ἐξετάζομεν ἐκ τῆς τῶν ἄλλων ἀνθομολογήσεως, οὕτως, φασὶν οἱ περὶ τὸν Καρνεάδην, ἐν μὲν τοῖς τυχοῦσι πράγμασι τῇ πιθανῇ μόνον φαντασίᾳ κριτηρίῳ χρώμεθα, ἐν δὲ τοῖς διαφέρουσι τῇ ἀπερισπάστῳ, ἐν δὲ τοῖς πρὸς εὐδαιμονίαν συντείνουσι τῇ περιωδευμένῃ.

οὐ μὴν ἀλλ’ ὥσπερ ἐπὶ τῶν διαφερόντων πραγμάτων τὴν διάφορόν φασι παραλαμβάνειν φαντασίαν, οὕτω καὶ κατὰ τὰς διαφόρους περιστάσεις μὴ τῇ αὐτῇ κατακολουθεῖν. [*](17 ἐδοκιμάζομεν ς 18 ἕκαστος ς 19 ἢ add. Gen. 20 τῆς om. L 22 τόπου NLE: τύπου ς 24 φιλοκρινοῦμεν NE (cf. Kochalsky l. l. p. 62 sqq.) 27 ὑπάρχῃ ς 31 ante ταῦτα totum enuntiatum excidisse, velut τοιαύτη μὲν οὖν ἡ περιωδευμένη ἐστίν, censet Heintz 2 ἀπερίσπαστος N: ἀπερίστατος LEς πρὸς—3 ἅπερ. om. N 3 ἀπερίσπαστος Hervetus (et certe exemplar codicis N, in quo lacuna homoeoteleuto debetur; vide ad v. 2): ἀπερίστατος LEς 9 μόνῃ ς)

τῇ μὲν γὰρ αὐτὸ μόνον πιθανῇ προσέχειν λέγουσιν ἐφ’ ὧν οὐ δίδωσιν ἡμῖν καιρὸν ἡ περίστασις <πρὸς> ἀκριβῆ πράγματος ἀναθεώρησιν.

οἷον διώκεταί τις ὑπὸ πολεμίων, καὶ ἐλθὼν εἰς τάφρον τινὰ φαντασίαν σπᾷ ὧς κἀνταῦθα πολεμίων αὐτὸν λοχώντων· εἶθ’ ὑπὸ ταύτης τῆς φαντασίας ὡς πιθανῆς συναρπασθεὶς ἐκκλίνεται καὶ φεύγει τὴν τάφρον, ἑπόμενος τῇ περὶ τὴν φαντασίαν πιθανότητι, πρὶν ἀκριβῶς ἐπιστῆσαι, πότερον τῷ ὄντι λόχος ἔστι πολεμίων κατὰ τὸν τόπον ἢ οὐδαμῶς.

τῇ δὲ πιθανῇ καὶ περιωδευμένῃ ἕπονται ἐφ’ ὧν χρόνος δίδοται εἰς τὸ μετὰ ἐπιστάσεως καὶ διεξόδου χρῆσθαι τῇ κρίσει τοῦ προσπίπτοντος πράγματος. οἶον ἐν ἀλαμπεῖ οἰκήματι εἵλημα σχοινίου θεασάμενός τις παραυτίκα μὲν ὄφιν ὑπολαβὼν τυγχάνειν ὑπερήλατο, τὸ δὲ μετὰ τοῦτο ὑποστρέψας ἐξετάζει τἀληθές, καὶ εὑρὼν ἀκίνητον ἤδη μὲν εἰς τὸ μὴ εἶναι ὄφιν ῥοπὴν ἴσχει κατὰ τὴν διάνοιαν,

ὅμως δὲ λογιζόμενος ὅτι καὶ ὄφεις ποτὲ ἀκινητοῦσι χειμερινῷ κρύει παγέντες, βακτηρίᾳ καθικνεῖται τοῦ σπειράματος, καὶ τότε οὕτως ἐκπεριοδεύσας τὴν προσπίπτουσαν φαντασίαν συγκατατίθεται τῷ ψεῦδος εἶναι τὸ ὄφιν ὑπάρχειν τὸ φαντασθὲν αὐτῷ σῶμα. καὶ πάλιν, ὧς προεῖπον, ὁρῶντές τι περιφανῶς συγκατατιθέμεθα ὅτι τοῦτο ἀληθές ἐστι, προδιεξοδεύσαντες ὅτι ἀρτίους μὲν ἔχομεν τἀς αἰσθήσεις, ὕπαρ δὲ καὶ οὐ καθ’ ὕπνους βλέπομεν, συμπάρεστι δὲ καὶ διαυγὴς ἀὴρ καὶ ἀπόστημα σύμμετρον καὶ ἀκινησία τοῦ προσπίπτοντος,

ὥστε διὰ ταῦτα πιστὴν εἶναι τὴν φαντασίαν, χρόνον ἡμῶν ἐσχηκότων αὐτάρκη πρὸς διέξοδον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῆς ἀπερισπάστου· προσίενται γὰρ αὐτὴν ὅταν μηδὲν ᾖ τὸ ἀπερισπάστου· δυνάμενον, ὧς ἐπὶ Μενελάου προείρηται.

Ἀλλὰ καὶ τῆς Ἀκαδημαϊκῆς ἱστορίας ἄνωθεν ἀπὸ Πλάτωνος ἀποδοθείσης, οὐκ ἔστιν ἀλλότριόν που καὶ τὴν [*](16 πρὸς add. Gen. 22 πότερον N: πρότερον εἰ LEς 25 ἐπιτάσεως N 3 τῶ ὄφιν ς 7 διαυγὴς Hervetus: δι’ αὐτῆς L 13 ἀντιπεριέλκειν Lg (cf. de subl. XV 11): ἀντιπαρέλκειν NE 15 δοθείσης N)

τῶν Κυρηναϊκῶν στάσιν ἐπελθεῖν· δοκεῖ γὰρ καὶ τῶν ἀνδρῶν τούτων ἡ αἵρεσις ἀπὸ τῆς Σωκράτους ἀνεσχηκέναι διατριβῆς, ἀφ’ ἧσπερ ἀνέσχε καὶ ἡ τῶν περὶ Πλάτωνα διαδοχή.

φασὶν οὖν οἱ Κυρηναικοὶ κριτήρια εἷναι τὰ πάθη καὶ μόνα καταλαμβάνεσθαι καὶ ἀδιάψευστα τυγχάνειν, τῶν δὲ πεποιηκότων τὰ πάθη μηδὲν εἷναι καταληπτὸν μηδὲ ἀδιάψευστον. ὅτι μὲν γὰρ λευκαινόμεθα, φασί, καὶ γλυκαζόμεθα, δυνατὸν λέγειν ἀδιαψεύστως καὶ ἀληθῶς καὶ βεβαίως <καὶ> ἀνεξελέγκτως· ὅτι δὲ τὸ ἐμποιητικὸν τοῦ λευκόν ἐστιν ἢ γλυκύ ἐστιν, οὐχ οἷόν τ’ ἀποφαίνεσθαι.

εἰκὸς γάρ ἐστι καὶ ὑπὸ μὴ λευκοῦ τινα λευκαντικῶς διατεθῆναι καὶ ὑπὸ μὴ γλυκέος γλυκανθῆναι. καθὰ γὰρ ὁ μὲν σκοτωθεὶς καὶ ἰκτεριῶν ὠχραντικῶς ὑπὸ πάντων κινεῖται, ὁ δὲ ὀφθαλμιῶν ἐρυθαίνεται, ὁ δὲ παραπιέσας τὸν ὀφθαλμὸν ὧς ὑπὸ δυεῖν κινεῖται, ὁ δὲ μεμηνὼς δισσὰς ὁρᾷ τἀς Θήβας καὶ δισσὸν φαντάζεται τὸν ἥλιον (Euripid. Bacch. 918/9), ἐπὶ πάντων δὲ τούτων τὸ μὲν ὅτι τόδε τι πάσχουσιν,

οἷον ὠχραίνοται ἢ ἐρυθαίνονται ἢ δυάζονται, ἀληθές, τὸ δὲ ὅτι ὠχρόν ἐστι τὸ κινοῦν αὐτοὺς ἢ ἐνερευθὲς ἢ διπλοῦν ψεῦδος εἶναι νενόμισται, οὕτω καὶ ἡμᾶς εὐλογώτατόν ἐστι πλέον τῶν οἰκείων παθῶν μηδὲν λαμβάνειν δύνασθαι. ὅθεν ἤτοι τὰ πάθη φαινόμενα θετέον ἢ τὰ ποιητικὰ τῶν παθῶν.

καὶ εἰ μὲν τὰ πάθη φαμὲν εἶναι φαινόμενα, πάντα τὰ φαινόμενα λεκτέον ἀληθῆ καὶ καταληπτὰ· εἰ δὲ τὰ ποιητικὰ τῶν παθῶν προσαγορεύομεν φαινόμενα, πάντα ἐστὶ τὰ φαινόμενα ψευδῆ καὶ πάντα ἀκατάληπτα. τὸ γὰρ περὶ ἡμᾶς συμβαῖνον πάθος ἑαυτοῦ πλέον οὐδὲν ἡμῖν ἐνδείκνυται. ἔνθεν καὶ (εἰ χρὴ τἀληθὲς λέγειν) μόνον τὸ πάθος ἡμῖν ἐστι φαινόμενον· τὸ δ’ ἐκτὸς καὶ τοῦ πάθους ποιητικὸν [*](16/17 τούτων τῶν ἀνδρῶν N 18 ἡ τῶν περὶ N: ἡ περὶ τὸν LEς 23 καὶ ἀληθῶς om. ς βεβαίως del. Bekk. (quod forsitan ad 25 ἀποφαίνεσθαι retrahendum esse suspicabatur) 24 καὶ add. Hervetus ἀνεξελέγκτως Hervetus: ἀνεξελείκτως Ν: ἀνεξελίκτως LEBYR: ἀνεξελέκτως A 26 τινος ς 27 λευκανθῆναι N 28 ὑπὸ Bekk.: ἀπὸ G 1 δὲ Bekk.: τε G 5 γενερευθὲς N (an ἦγ’ ἐν scribendum hiatus vitandi causa?) 14 ὅθεν N τἀληθῆ L πάθος N: παθὸν LEς)

τάχα μέν ἐστιν ὄν, οὐ φαινόμενον δὲ ἡμῖν.

καὶ ταύτῃ περὶ μὲν τὰ πάθη τά γε οἰκεῖα πάντες ἐσμὲν ἀπλανεῖς, περὶ δὲ τὸ ἐκτὸς ὑποκείμενον πάντες πλανώμεθα· κἀκεῖνα μέν ἐστι καταληπτά, τοῦτο δὲ ἀκατάληπτον, τῆς ψυχῆς πάνυ ἀσθενοῦς καθεστώσης πρὸς διάγνωσιν αὐτοῦ παρὰ τοὺς τόπους, παρὰ τὰ διαστήματα, παρὰ τὰς κινήσεις, παρὰ τἀς μεταβολάς, παρὰ ἄλλας παμπληθεῖς αἰτίας. ἔνθεν οὐδὲ κριτήριόν φασιν εἶναι κοινὸν ἀνθρώπων, ὀνόματα δὲ κοινὰ τίθεσθαι τοῖς συγκρίμασιν.

λευκὸν μὲν γάρ τι καὶ γλυκὺ καλοῦσι κοινῶς πάντες, κοινὸν δέ τι λευκὸν ἢ γλυκὺ οὐκ ἔχουσιν. ἕκαστος γὰρ τοῦ ἰδίου πάθους ἀντιλαμβάνεται, τὸ δὲ εἰ τοῦτο τὸ πάθος ἀπὸ λευκοῦ ἐγγίνεται αὐτῷ καὶ τῷ πέλας, οὔτ’ αὐτὸς δύναται λέγειν μὴ ἀναδεχόμενος τὸ τοῦ πέλας πάθος, οὔτε ὁ πέλας μὴ ἀναδεχόμενος τὸ ἐκείνου.

μηδενὸς δὲ κοινοῦ πάθους περὶ ἡμᾶς γινομένου προπετές ἐστι τὸ λέγειν ὅτι τὸ ἐμοὶ τοῖον φαινόμενον τοῖον καὶ τῷ παρεστῶτι φαίνεται. τάχα γὰρ ἐγὼ μὲν οὕτω συγκέκριμαι ὧς λευκαίνεσθαι ὑπὸ τοῦ ἔξωθεν προσπίπτοντος, ἕτερος δὲ οὕτω κατεσκευασμένην ἔχει τὴν αἴσθησιν ὥστε ἑτέρως διατεθῆναι. οὐ πάντως οὖν κοινόν ἐστι τὸ φαινόμενον ἡμῖν.

καὶ ὅτι τῷ ὄντι παρὰ τὰς διαφόρους τῆς αἰσθήσεως κατασκευὰς οὐχ ὡσαύτως κινούμεθα, πρόδηλον ἐπί τε τῶν ἰκτεριώντων καὶ ὀφθαλμιώντων καὶ τῶν κατὰ φύσιν διακειμένων· ὧς γὰρ ἀπὸ τοῦ αὐτοῦ οἱ μὲν ὠχραντικῶς οἱ δὲ φοινικτικῶς οἱ δὲ λευκαντικῶς πάσχουσιν, οὕτως εἰκός ἐστι καὶ τοὺς κατὰ φύσιν διακειμένους παρὰ τὴν διάφορον τῶν αἰσθήσεων κατασκευὴν μὴ ὡσαύτως ἀπὸ τῶν αὐτῶν κινεῖσθαι, ἀλλ’ ἑτέρως μὲν τὸν λευκόν, ἑτέρως δὲ τὸν χαροπόν, μὴ ὡσαύτως δὲ τὸν μελανόφθαλμον. ὥστε κοινὰ μὲν ἡμᾶς ὀνόματα τιθέναι τοῖς πράγμασιν, πάθη δέ γε ἔχειν ἴδια.

Ἀνάλογα δὲ εἶναι δοκεῖ τοῖς περὶ κριτηρίων λεγομένοις κατὰ τούτους τοὺς ἄνδρας καὶ τὰ περὶ τελῶν λεγόσυγκρίμασιν [*](24 scr.: κρίμασιν G: πράγμασιν Kayser coll. p. 234, 14: χρήμασιν Natorp 25 καλοῦσι καὶ γλυκὺ N πάντες κοινῶς E 27 τοῦτο τὸ G: ταὐτὸ Bekk. dubit. 14 ἀίδια N)

μένα. διήκει γὰρ τὰ πάθη καὶ ἐπὶ τὰ τέλη. τῶν γὰρ παθῶν τὰ μέν ἐστιν ἡδέα τὰ δὲ ἀλγεινὰ τὰ δὲ μεταξύ· καὶ τὰ μὲν ἀλγεινὰ κακά φασιν εἶναι, ὧν τέλος ἀλγηδών, τὰ δὲ ἡδέα ἀγαθά, ὧν τέλος ἐστὶν ἀδιάψευστον ἡδονή, τὰ δὲ μεταξὺ οὔτε ἀγαθὰ οὔτε κακά, ὧν τέλος τὸ οὔτε ἀγαθὸν οὔτε κακόν, ὅπερ πάθος ἐστὶ μεταξὺ ἡδονῆς καὶ ἀλγηδόνος.

πάντων οὖν τῶν ὄντων τὰ πάθη κριτήριά ἐστι καὶ τέλη, ζῶμέν τε, φασίν, ἑπόμενοι τούτοις, ἐναργείᾳ τε καὶ εὐδοκήσει προσέχοντες, ἐναργείᾳ μὲν κατὰ τὰ ἄλλα πάθη, εὐδοκήσει δὲ κατὰ τὴν ἡδονήν.

Τοιαῦτα μὲν καὶ οἱ Κυρηναϊκοί, συστέλλοντες μᾶλλον τὸ κριτήριον παρὰ τοὺς περὶ τὸν Πλάτωνα· ἐκεῖνοι μὲν γὰρ σύνθετον αὐτὸ ἐποίουν ἔκ τε <τῆς> ἐναργείας καὶ τοῦ οὗτοι δὲ ἐν μόναις αὐτὸ ταῖς ἐναργείαις καὶ τοῖς πάθεσιν ὁρίζουσιν.