Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τραπεῖσα δὲ καί πως παθοῦσα κατὰ τὴν τῶν ἐναργῶν ὑπόπτωσιν, τότε ἐνδεικνύει τὰ πράγματα. ἐν ἄρα τῷ ἀπὸ τῆς ἐναργείας πάθει τῆς ψυχῆς ζητητέον ἐστὶ τὸ κριτήριον. τοῦτο δὲ τὸ πάθος αὐτοῦ <τε> ἐνδεικτικὸν τυγχάνειν καὶ τοῦ ἐμποιήσαντος αὐτὸ φαινομένου, ὅπερ πάθος ἐστὶν οὐχ ἕτερον τῆς φαντασίας.

ὅθεν καὶ φαντασίαν ῥητέον εἶναι πάθος τι περὶ τὸ ζῷον ἑαυτοῦ τε καὶ τοῦ ἑτέρου παραστατικόν. οἶον προσβλέψαντές τινι, φησίν ὁ Ἀντίοχος, διατιθέμεθά πως τὴν ὄψιν, καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὧς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν· κατὰ μέντοι τὴν τοιαύτην ἀλλοίωσιν δυεῖν ἀντιλαμβανόμεθα, ἑνὸς μὲν αὐτῆς τῆς ἀλλοιώσεως, τουτέστι τῆς φαντασίας, δευτέρου δὲ τοῦ τὴν ἀλλοίωσιν ἐμποιήσαντος, τουτέστι τοῦ ὁρατοῦ. καὶ ἐπὶ τῶν ἄλλων [*](21 κεῖσθαι N: κινεῖσθαι LEς 29 ὁ λόγος N 31 δεύτερος δὲ Bekk. dubit. 1 τὶ Heintz: τὸ G 4 ἀντιληπτικὴ ς 5 μὲν οὖσα Bekk.: μένουσα G 8 ἐνδεικνύει G: ἐνδείκνυται Bekk. 10 τε add. Bekk. 11 φαινόμενον N 12 φάσιας L 13 εἶναι ῥητέον N 17 ἔχομεν N)

αἰσθήσεων τὸ παραπλήσιον.

ὥσπερ οὖν τὸ φῶς ἑαυτό τε δείκνυσι καὶ πάντα τὰ ἐν αὐτῷ, οὕτω καὶ ἡ φαντασία, ἀρχηγὸς οὖσα τῆς περὶ τὸ ζῷον εἰδήσεως, φωτὸς δίκην ἑαυτήν τε ἐμφανίζειν ὀφείλει καὶ τοῦ ποιήσαντος αὐτὴν ἐναργοῦς ἐνδεικτικὴ καθεστάναι. ἀλλ’ ἐπεὶ οὐ τὸ κατ’ ἀλήθειαν θείαν ἀεί ποτε ἐνδείκνυται, πολλάκις δὲ διαψεύδεται καὶ διαφωνεῖ τοῖς ἀναπέμψασιν αὐτὴν πράγμασιν ὧς οἱ μοχθηροὶ τῶν ἀγγέλων, κατ’ ἀνάγκην ἠκολούθησε τὸ μὴ πᾶσαν φαντασίαν δύνασθαι κριτήριον ἀπολείπειν ἀληθείας, ἀλλὰ μόνην, εἰ καὶ ἄρα, τὴν ἀληθῆ.

πάλιν οὖν ἐπεὶ οὐδεμία ἐστὶν ἀληθὴς τοιαύτη οἴα οὐκ ἂν γένοιτο ψευδής, ἀλλὰ πάσῃ τῇ δοκούσῃ ἀληθεῖ καθεστάναι εὑρίσκεταί τις ἀπαράλλακτος ψευδής, γενήσεται τὸ κριτήριον ἐν κοινῇ φαντασίᾳ τοῦ τε ἀληθοῦς καὶ ψεύδους. ἡ δὲ κοινὴ τούτων φαντασία οὔκ ἐστι καταληπτική, μὴ οὖσα δὲ καταληπτικὴ οὐδὲ κριτήριον ἔσται.

μηδεμιᾶς δὲ οὔσης φαντασίας κριτικῆς οὐδὲ λόγος ἂν εἴη κριτήριον· ἀπὸ φαντασίας γὰρ οὗτος ἀνάγεται. καὶ εἰκότως· πρῶτον μὲν γὰρ δεῖ φανῆναι αὐτῷ τὸ κρινόμενον, φανῆναι δὲ οὐδὲν δύναται χωρὶς τῆς ἀλόγου αἰσθήσεως. οὔτε οὖν ἡ ἄλογος αἴσθησις οὔτε ὁ λόγος ἦν κριτήριον.

Ταῦτα μὲν ἀντιπαρεξάγων τοῖς ἄλλοις φιλοσόφοις ὁ Καρνεάδης εἰς τὴν ἀνυπαρξίαν τοῦ κριτηρίου διεξήρχετο· ήρχετο· ἀπαιτούμενος δὲ καὶ αὐτός τι κριτήριον πρός τε τὴν τοῦ βίου διεξαγωγὴν καὶ πρὸς τὴν τῆς εὐδαιμονίας περίκτησιν, δυνάμει ἐπαναγκάζεται καὶ καθ’ αὐτὸν περὶ τούτου διατάττεσθαι, προσλαμβάνων τήν τε πιθανὴν φαντασίαν καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον καὶ διεξωδευμένην.

τίς δέ ἐστιν ἡ τούτων διαφορά, συντόμως [*](166—189 ~ Hyp. Ι 226—231.) [*](25 ἐναργῶς N ἐνδεικτικὴν N 82 ἀληθεία N 4 ἔσται LEς: ἄρα N 7 δύναται om. N 10 μὲν <γὰρ> ς 11 ὁ om. 14 ἐπαναγκάζεται Bekk.: ἀπαναγκάζεται G 16 ἀπερίσπαστον <καὶ τὴν πιθανὴν ἅμα καὶ ἀπερίσπαστον> καὶ Kochalsky (at puto Sextum paulo neglegentius locutum esse; cf. Mus. Rhen. LXVI p. 190 sqq.) 16/17 διεξωδευμένην Ν: διεξοδευομένην LE ς)

ὑποδεικτέον. ἡ τοίνυν φαντασία τινὸς φαντασία ἐστίν, οἶον τοῦ τε ἀφ’ οὗ γίνεται καὶ τοῦ ἐν ᾧ γίνεται, καὶ <τοῦ> ἀφ’ οὗ μὲν γίνεται ὧς τοῦ ἐκτὸς ὑποκειμένου τοῦ ἐν ᾧ δὲ γίνεται καθάπερ ἀνθρώπου.

τοιαύτη δὲ οὖσα δύο ἂν ἔχοι σχέσεις, μίαν μὲν ὡς πρὸς τὸ φανταστόν, δευτέραν δὲ ὧς πρὸς τὸν φαντασιούμενοι. κατὰ μὲν οὖν τὴν πρὸς τὸ φανταστὸν σχέσιν ἢ ἀληθὴς γίνεται ἢ Ψευδής, καὶ ἀληθὴς μὲν ὅταν σύμφωνος ᾖ τῷ ψευδὴς δὲ ὅταν διάφωνος.

κατὰ δὲ τὴν πρὸς τὸν φαντασιούμενον σχέσιν ἡ μέν ἐστι φαινομένη ἀληθὴς ἡ δὲ οὐ φαινομένη ἀληθής, ὧν ἡ μὲν φαινομένη ἀληθὴς ἔμφασις καλεῖται παρὰ τοῖς Ἀκαδημαϊκοῖς καὶ πιθανότης καὶ πιθανὴ φαντασία, ἡ δ’ οὐ φαινομένη ἀληθὴς ἀπέμφασίς τε προσαγορεύεται καὶ ἀπειθὴς καὶ ἀπίθανος φαντασία· οὔτε γὰρ τὸ αὐτόθεν φαινόμενον ψευδὲς οὔτε τὸ ἀληθὲς μέν, μὴ φαινόμενον δὲ ἡμῖν πείθειν ἡμᾶς πέφυκεν.

τούτων δὲ τῶν φαντασιῶν ἡ μὲν φανερῶς ψευδὴς καὶ μὴ φαινομένη ἀληθὴς παραγράψιμός ἐστι καὶ οὐ κριτήριον, ἐάν τε <. . . .> ἀπὸ ὑπάρχοντος μέν, διαφώνως δὲ τῷ ὑπάρχοντι καὶ μὴ κατ’ αὐτὸ τὸ ὑπάρχον, ὁποία ἦν ἡ ἀπὸ Ἠλέκτρας προσπεσοῦσα τῷ Ὀρέστῃ, μίαν τῶν Ἐρινύων αὐτὴν δοξάζοντι καὶ κεκραγότι (Euripid. Orest. 264)

  • μέθες· μέ οὖσα τῶν ἐμῶν Ἐρινύων.
  • τῆς δὲ φαινομένης ἀληθοῦς ἡ μέν τίς ἐστιν ἀμυδρά,

    ὧς ἡ ἐπὶ τῶν παρὰ μικρότητα τοῦ θεωρουμένου ἢ παρὰ ἱκανὸν διάστημα ἢ καὶ παρὰ ἀσθένειαν τῆς ὄψεως συγκεχυμένως καὶ οὐκ ἐκτύπως τι λαμβανόντων, ἡ δέ τις ἦν σύν τῷ φαίνεσθαι ἀληθὴς ἔτι καὶ σφοδρὸν ἔχουσα τὸ φαίνεσθαι αὐτὴν ἀληθῆ.

    ὧν πάλιν ἡ μὲν ἀμυδρὰ καὶ ἔκλυτος φαντασία οὐκ ἂν εἴη κριτήριον· τῷ γὰρ μήτε αὑτὴν μήτε [*](18 ἐστι φαντασία N 20 τοῦ add. Heintz 23 et 26 τὸν LEABR: τὸ NV (quod probat Kochalsky) 3 περιγράψιμος Bekk. dub. cf. p. 249, 10 4 ἐάν τε <ἀπὸ μὴ ὑπάρχοντος ἐάν τε> Bekk. dubit. 4 ἐάν — 8 Ἐρινύων suspecta Hirzel, secludi iubet Heintz 6 et 8 ἐρινύων Ν: ἐριννύων LEς 8 μία G 10 παρ’ ἀνίκανον Bekk. dub.: παρὰ ἄγαν τι Kayser 12 λαμβανόντων Bekk.: λαμβανούσης G 15 τὸ ς)

    τὸ ποιῆσαν αὐτὴν τρανῶς ἐνδείκνυσθαι οὐ πέφυκεν ἡμᾶς πείθειν οὐδ’ εἰς συγκατάθεσιν ἐπισπᾶσθαι.

    ἡ δὲ φαινομένη ἀληθὴς καὶ ἱκανῶς ἐμφαινομένη κριτήριόν ἐστι τῆς ἀληθείας κατὰ τοὺς περὶ τὸν Καρνεάδην. κριτήριον δὲ οὖσα πλάτος εἶχεν ἱκανόν, καὶ ἐπιτεινομένης αὐτῆς ἄλλη ἄλλης ἐν εἴδει πιθανωτέραν τε καὶ πληκτικωτέραν ἴσχει φαντασίαν.

    τὸ δὲ πιθανὸν ὧς πρὸς τὸ παρὸν λέγεται τριχῶς, καθ’ ἕνα μὲν τρόπον τὸ ἀληθές τε ὂν καὶ φαινόμενον ἀληθές, καθ’ ἕτερον δὲ τὸ ψευδὲς μὲν καθεστὼς φαινόμενον δὲ ἀληθές, κατὰ δὲ τρίτον τὸ ἀληθὲς] κοινὸν ἀμφοτέρων. ὅθεν τὸ κριτήριον ἔσται μὲν ἡ φαινομένη ἀληθὴς φαντασία, ἣν καὶ πιθανὴν προσηγόρευον οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐμπίπτει δὲ ἔσθ’ ὅτε καὶ ψευδής,

    ὥστε ἀνάγκην ἔχειν καὶ τῇ κοινῇ ποτὲ τοῦ ἀληθοῦς καὶ ψευδοῦς φαντασίᾳ χρῆσθαι. οὐ μέντοι διὰ τὴν σπάνιον ταύτης παρέμπτωσιν, λέγω δὲ τῆς μιμουμένης τὸ ἀληθές, ἀπιστητέον ἐστὶ τῇ ὧς <ἐπὶ> τὸ πολύ ἀληθευούσῃ· τῷ γὰρ ἐπὶ τὸ πολὺ τἀς τε κρίσεις καὶ τὰς πράξεις κανονίζεσθαι συμβέβηκεν.

    Τὸ μὲν οὖν πρῶτον καὶ κοινὸν κριτήριον κατὰ τοὺς περὶ τὸν Καρνεάδην ἐστὶ τοιοῦτον·

    ἐπεὶ δὲ οὐδέποτε φαντασία μονοειδὴς ὑφίσταται ἀλλ’ ἀλύσεως τρόπον ἄλλη ἐξ ἄλλης ἤρτηται, δεύτερον προσγενήσεται κριτήριον ἡ πιθανὴ ἅμα καὶ ἀπερίσπαστος φαντασία. οἶον ὁ ἀνθρώπου σπῶν φαντασίαν ἐξ ἀνάγκης καὶ τῶν περὶ αὐτὸν λαμβάνει φαντασίαν καὶ τῶν ἐκτός,

    τῶν μὲν περὶ αὐτὸν <ὡς> μεγέθους σχήματος κινήσεως λαλιᾶς ἐσθῆτος ὑποδέσεως, τῶν δὲ ἐκτὸς ὡς ἀέρος φωτὸς ἡμέρας οὐρανοῦ γῆς φίλων, τῶν ἄλλων ἀπάντων. ὅταν οὖν μηδεμία τούτων τῶν φαντασιῶν περιέλκῃ ἡμάς τῷ φαίνεσθαι ψευδής, ἀλλὰ πᾶσαι συμφώνως φαίνωνται ἀληθεῖς, μᾶλλον πιστεύομεν.

    ὅτι [*](18 εὐφραινομένη L 22 φαντασίαν suspectum, nisi Sextum neglegentiae arguere malueris; forsitan παραμυθίαν vel aliud scribendum 25 ἀληθὲς del. Bekk. coll. p. 687, 30 26 ἐστιΝ 1 δὴ ς 2 ἐπὶ add. Kayser 7 ἄλλη NL: ἄλλα E: ἄλλ’ ς 11 ὡς add. Bekk. 16 φαίνωνται LE: φαίνονται Νς πιστεύομεν μᾶλλον N)

    γὰρ οὗτός ἐστι Σωκράτης, πιστεύομεν ἐκ τοῦ πάντα αὐτῷ προσεῖναι τὰ εἰωθότα, χρῶμα μέγεθος σχῆμα διάληψιν τρίβωνα, τὸ ἐνθάδε εἶναι ὅπου οὐθείς ἐστιν αὐτῷ ἀπαράλλακτος.

    καὶ ὃν τρόπον τινὲς τῶν ἰατρῶν τὸν κατ’ ἀλήθειαν πυρέσσοντα οὐκ ἐξ ἑνὸς λαμβάνουσι συμπτώματος, καθάπερ σφυγμοῦ σφοδρότητος ἢ δαψιλοῦς θερμασίας, ἀλλ’ ἐκ συνδρομῆς, οἷον θερμασίας ἅμα καὶ σφυγμοῦ καὶ ἑλκώδους ἁφῆς καὶ ἐρυθήματος καὶ δίψους καὶ τῶν ἀνάλογον, οὕτω καὶ ὁ Ἀκαδημαϊκὸς τῇ συνδρομῇ τῶν φαντασιῶν ποιεῖται τὴν κρίσιν τῆς ἀληθείας, μηδεμιᾶς τε τῶν ἐν τῇ συνδρομῇ φαντασιῶν περισπώσης αὐτὸν ὡς ψευδοῦς λέγει ἀληθὲς εἶναι τὸ προσπῖπτον.

    καὶ ὅτι ἡ ἀπερίσπαστός ἐστι συνδρομὴ τοῦ πίστιν ἐμποιεῖν, φανερὸν ἀπὸ Μενελάου· καταλιπὼν γὰρ ἐν τῇ νηὶ τὸ εἴδωλον τῆς Ἑλένης, ὅπερ ἀπὸ Τροίας ἐπήγετο ὡς Ἑλένην, καὶ ἐπιβὰς τῆς Φάρου νήσου ὁρᾷ τὴν ἀληθῆ Ἑλένην, σπῶν τε ἀπ’ αὐτῆς ἀληθῆ φαντασίαν ὅμως οὐ πιστεύει τῇ τὸ τοιαύτῃ φαντασίᾳ διὰ τὸ ὐπ’ ἄλλης περισπᾶσθαι, καθ’ ἣν ᾔδει ἀπολελοιπὼς ἐν τῇ νηὶ τὴν Ἑλένην.