Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

‘O μὲν καθόλου τῆς σκεπτικῆς δυνάμεως χαρακτὴρ μετὰ τῆς προσηκούσης ἐξεργασίας ὑποδέδεικται, τὰ μὲν προηγου- μένως τὰ δὲ καὶ κατὰ διορισμὸν τῶν παρακειμένων φιλοσοφιῶν ἐκτυπωθείς (Hyp. I 210 sqq.) · ἀπολείπεται δὲ ἑξῆς καὶ τὴν ἐπὶ τῶν κατὰ μέρος αὐτοῦ χρῆσιν διδάσκειν εἰς τὸ μήτε ἰδίᾳ περὶ τῶν πραγμάτων σκεπτομένους μήτε τοῖς δογματικοῖς ἀνταίροντας ῥᾳδίως προπίπτειν.

ἀλλ’ ἐπεὶ ποικίλον τι χρῆμα φιλοσοφία, δεήσει πρὸς τὸ κατὰ τάξιν καὶ ὁδῷ ζητεῖν ἕκαστον ὀλίγα περὶ τῶν ταύτης μερῶν διαλαβεῖν. αὐτίκα γὰρ οἱ μὲν μονομερῆ δοκοῦσιν αὐτὴν ὑποτεθεῖσθαι, οἱ δὲ διμερῆ, τινὲς δὲ τριμερῆ, καὶ τῶν ‘ὲν μέρος ὐποστησαμένων οἱ μὲν τὸ φυσικόν, οἱ δὲ τὸ ἠθικόν, ἄλλοι δὲ τὸ λογικὸν ὑπεστήσαντο,

καὶ ὡσαύτως τῶν κατὰ δυάδα διαιρούντων οἱ μὲν εἰς τὸ φυσικὸν καὶ τὸ λογικὸν διεῖλον, οἱ δὲ εἰς τὸ φυσικὸν καὶ ἠθικόν, οἱ δὲ εἰς τὸ λογικὸν καὶ ἠθικόν·

οἱ μὲν γὰρ εἰς τρία διαιροῦντες συμφώνως εἰς τὸ φυσικὸν καὶ λογικὸν καὶ ἠθικὸν διῃρήκασιν.

φυσικὸν μὲν οὖν μόνον ὑπεστήσαντο μέρος Θαλῆς τε καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος, Ἐμπεδοκλῆς τε καὶ Παρμενίδης καὶ ‘Ηράκλειτος, ὧν Θαλῆς μὲν καὶ Ἀναξιμένης καὶ Ἀναξί- μανδρος κατὰ πάντας καὶ ἀναμφιλέκτως , ὁ δὲ Ἐμπεδοκλῆς καὶ Παρμενίδης ἔτι δὲ Ἡράκλειτος οὐ κατὰ πάντας.

Ἐμπεδοκλέα μὲν γὰρ ὁ Ἀριστοτέλης (fr. 65 Eose) φησὶ πρῶτον ῥητορικὴν κεκινηκέναι, ἁ ἴ’, ἧς ἀντίστροφον εἶναι τὴν διαλεκτικήν (Rhet. 1354a 1), τουτέστι ἰσόστροφον, διὰ τὸ περὶ τὴν αὐτὴν ὕλην στρέφεσθαι , ὧς καὶ [*](Titulum addidi (cf. ad p. 289, 1). Codd. praebent: τῶν κατὰ σέξτον πρὸς τοὺς λογικοὺς τῶν δύο τὸ πρῶτον: ~ περὶ φιλοσοφίας καὶ περὶ ’ς) κριτηρίου 4 φιλοσοφιῶν Bekk.: φιλοσό- φων G 11 ὑπονοστησαμένων AB 14 καὶ λογικόν E)

ἀντίθεον ὁ ποιητὴς ἔφη τὸν Ὀδυσσέα, ὅπερ ἦν ἰσόθεον·

Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπείρως ἔχειν, ἐπείπερ πάλιν Ἀριστοτέλης (ib.) τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπείληφεν. ἐζητεῖτο δὲ καὶ περὶ Ἡρακλείτου, εἰ μὴ μόνον φυσικός ἐστιν ἀλλὰ καὶ ἠθικὸς φιλόσοφος.

πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἶδε, τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους, εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι (I 1, 11 sqq.) ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὧς ὑπὲρ ἡμᾶς καθεστηκὸς [*](9a) καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ’ αὐτὸν οἶδε καὶ ὁ Τίμων, ἐν οἶς φησιν (fr. 25 Diels)

[*](11a)

ἐκ δ’ ἄρα τῶν ἀπέκλινεν <ὁ> λαξόος, ἐννομολέσχης, τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν· διὸ καὶ ἐννομολέσχης προσέθηκεν, ἅτε τοῦ ἠθικοῦ μέρους ὄν- τος τοῦ περὶ νόμων διαλέγεσθαι.