Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐὰν οὖν δείξωμεν ὅτι οὐδέν ἐστι χρόνος, ἕξομεν συναποδεδειγμένον ὅτι οὐδέ πόδες ὑπάρξουσιν, διὰ δέ τοῦτο οὐδὲ οἱ ῥυθμοί, ἐξ ἐκείνων τὴν σύστασιν λαμβά- [*](§ 57 ~ M VIII 131 || 38 Πυρρωνείοις opus deperditum laudari Fabr., idem atque σκπτ. ὑπομν. esse Haas putat. v. supr. ad § 52 || 60 πολλάκις εἰρήκαμεν quos ad locos hoc pertinest frustra quae- res, sed cf. M I 159sq.) [*](15 ἐγχειρισθησομένην G: corr. Bekk. || 18 πμρεστήσαμεν G: ci. Fabr,, probat Theiler || 21.22 ὅρος ῥυθμοῦ τί ἐστι ποῦς καὶ ἄρσις καὶ θέσις marg. L || 24 〈 〉 Bekk. sec. Fab. || 26 οἱ om. ELVr || 20.27 [ ] Bekk. || 28 ὑπάρχουσιν ci. Bekk. )

176
νοντες. ᾧ ἀκολουθήσει τὸ μηδὲ ἐπιστήμην εἶναί τινα περὶ ῥυθμούς. πῶς οὖν; ὅτι οὐδέν ἐστι χρόνος, ἤδη μὲν παρε- στήσαμεν ἐν τοῖς Πυρρωνείοις, οὐδὲν δέ ἧττον καὶ τὰ νῦν παραστήσομεν ἐπὶ ποσόν.

εἰ γὰρ ἔστι τι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. οὔτε δέ πεπέρασται, ἐπεὶ ἐροῦμέν ποτε γεγονέναι χρόνον ὅτε χρόνος οὐκ ἧν, καὶ ἔσεσθαί ποτε χρόνον ὅτε χρόνος οὐκ ἔσται· οὔτε ἄπειρος καθέστηκεν, ἔστι γάρ τι αὐτοῦ παρῳχηκὸς [καὶ ἐνεστὼς] καὶ μέλλον, ὧν ἑκάτερον εἰ μέν οὐκ ἔστιν, πεπέρασται ὁ χρόνος, εἰ δʼ ἔστιν, ἔσται ἐν τῷ παρόντι καὶ ὁ παρῳχηκὼς καὶ ὁ μέλλων, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι χρόνος.

τό γε μὴν ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπ- αρκτόν ἐστιν ὁ δέ χρόνος ἔκ τε τοῦ παρῳχημένου καὶ μηκέτʼ ὄντος καὶ ἐκ τοῦ μέλλοντος μηδέπω δέ ὄντος συν- εστὼς ἀνύπαρκτος ἔσται.

ἄλλως τε, εἰ μὲν ἀμερής ἐστιν ὁ χρόνος, πῶς τὸ μέν τι αὐτοῦ παρῳχημένον τὸ δέ ἐν- εστὼς τὸ δὲ μέλλον λέγομεν ; εἰ δέ μεριστός ἐστιν, ἐπεὶ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖται, ὡς πῆχυς μέν ὑπὸ παλαιστοῦ, ὁ παλαιστὴς δὲ ὑπὸ δακ- τύ |λοῦ, δεήσει καὶ αὐτὸν ὑπό τινος τῶν αὐτοῦ μερῶν καταμετρεῖσθαι.

οὔτε δέ τῷ ἐνεστῶτι δυνατὸν καταμε- τρεῖν τούς ἄλλους χρόνους, ἐπείπερ [ὁ] γινόμενος 〈κατ᾿ αὐ- τούς〉 [καὶ] ὁ ἐνεστὼς χρόνος ὁ αὐτὸς ἕσται [κατ᾿ αὐτοὺς] παρῳχημένος καὶ μέλλων, παρῳχημένος μὲν ὅτι τὸν παρῳχημένον καταμετρεῖ χρόνον, μέλλων δὲ ὅτι τὸν μέλ- λοντα· ὅπερ ἄτοπον. οὔτε τοίνυν τινὶ τῶν λειπομένων δυοῖν τὸν ἐνεστῶτα καταμετρητέον. διʼ ἣν αἰτίαν οὐδέ ταύτῃ λεκτέον εἶναί τινα χρόνον.

πρὸς τούτοις ὁ χρόνος τριμερής ἐστι, καὶ τὸ μὲν ἔχει παρῳχηκὸς τὸ δὲ ἐνεστὼς [*](§ 61 Πυρρωνείοις v. supr. ad 58 || 62 ~M X 189— 191 ~ PH III 140— 141 | cf. Plat. Tim. 38 B, Arist. phys. IV 10 || 63 ~ M X 192 ~ PH III 42 || 64— 65 M X 193 — 196 PII III 143 68 ~ M X 197 ~ PH III 144) [*](8.9 [ ] Heintz; conservat Bekk., sed dub. an ἓκαστον || 12 ἀνυ- πάρκτου mg. cod. Gen. || 20 αὐτῶν μερῶν marg. cod. Gen. 22.23 correxit Heintz: 23 ὁ post χρόνος contra Htz. servavi | ἔσται om. Ϛ || 26 οὐ τοίνυν G: corr. Bury || 29 et p. 177, 2. 6 ἐνεστὸς E )

177
τὸ δὲ μέλλον, ὧν τὸ μὲν παρῳχημένον οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, τὸ δὲ ἐνεστὼς ἤτοι ἀμερές ἐστιν ἢ μεριστόν. ἀλλʼ ἀμερές μὲν οὐκ ἂν εἴη ἐν ἀμερεῖ μὲν γὰρ οὐδὲν δύναται γίνεσθαι μεριστόν, ὥς φησι Τίμιων (fr. B 76 Diels PPF), οἷον τὸ γίνεσθαι, τὸ φθείρεσθαι. καὶ ἄλλως,

εἴπερ ἀμερές ἐστι τὸ ἐνεστὼς τοῦ χρόνου, οὔτε ἀρχὴν ἔχει ἀφʼ ἧς ἄρχεται, οὔτε πέρας ἐφʼ ὃ κατα- λήγει, διὰ δὲ τοῦτο οὐδὲ μέσον· καὶ οὕτως οὐκ ἔσται ὁ ἐνεστὼς χρόνος. εἰ δὲ μεριστός ἐστιν, εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζεται, οὐκ ἔσται χρόνος, εἰ δʼ εἰς τοὺς ὄντας χρόνους, οὐκ ἔσται ὅλος ὁ χρόνος, ἀλλὰ τῶν μερῶν αὐτοῦ τινὰ μὲν ἔσται τινὰ δὲ οὐκ ἔσται. τοίνυν οὐδέν ἐστι χρόνος, διὰ δὲ τοῦτο οὐδὲ πόδες, οὐδὲ ῥυθμοί, οὐδʼ ἡ περὶ τούς ῥυθμούς ἐπιστήμη.

Τοσαῦτα πραγματικῶς καὶ πρὸς τὰς τῆς μουσικῆς εἰπόντες ἀρχὰς ἐν τοσούτοις τὴν πρὸς τὰ μαθήματα δι- έξοδον ἀπαρτίζομεν.

[*](§ 67 ~ M X 198—200)[*](7 ἐφ ᾧ Gen. Fabr. || 17 σέξτου ἐμπειρικοῦ πρὸς μουσικούς (τέλος B) LVr Ϛ)