Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν, ὧς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες, οἱ δὲ εἶναι, ὧς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ εἷναι φαμέν.

καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦντες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ [*](§§ 177—179 ~ adv. dogm. II 391—395.) [*](§§ 180—181 ~ adv. dogm. II 327—334.) [*](31 ἐστιν alt. om. Τ 3 δεηθήσεται EAB 8 συγκαταλαμβανομένων EAB || τῇ Bekk.: τῶ G 10 πρόδηλον αὐτὴν G: εἷναι Τ (cum . . . non inveniatur esse non manifesti demonstrativa): πρόδηλον τὴν Bekk. 14 dicendum est ergo Τ)

v.1.p.110
ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται καὶ ἐν διαφωνίᾳ ἐστίν.

ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ’ ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι’ ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις.

ἀλλ’ οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι ζητουμένου γὰρ τοῦ εἰ ἔστι σημεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι’ ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀποδείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι <τὴν> περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὧς παρεστήσαμεν, καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν.

εἰ οὖν μήτε δι’ ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ’ οὐδ’ ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἐστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται.

Ταῦτα μὲν ὧς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευά- ζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀπο- [*](§ 185 ~ adv. dogm II 465.) [*](31 μὲν οὖν Τ (quidem igitur) 9 τὴν add. Bekk. (cf. Τ dissonantiam que est) 10 ἐπίκρισις G: διαφωνία T (dissonantia) 14 μήτε δι’ ἀποδείξεως om. T 16 πρόδηλος T (ex se ipsa manifesta): πρόδηλον G)

v.1.p.111
δείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπόστασιν τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν.

ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξις' ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λό’ γον· ‘τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις “ἔστιν ἀπόδειξις — οὐκ ἔστιν ἀπόδειξις'', ὧν ἑκατέρῳ ἀκολουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξις’.

ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἶον γοῦν, ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τούς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἷναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀλη- θεῖς δέ εἰσι λόγοι δι’ ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη ‘οὐκ ἔστιν ἄρα ἀπόδειξες'· <ἀληθὲς> ἄρα ἔστι τὸ ‘οὐκ ἔστιν ἐκ περιτροπῆς.

δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτούς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ ‘οὐδέν ἐστιν ἀληθές’ οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λύγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος ‘εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἐστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα', καὶ διά πλειόνων μέν, ὧς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπι- [*](§ 186 ~ adv. dogm. II 466—469.) [*](§ 187 ~ adv. dogm. II 473—478.) [*](§ 188 ou adv. dogm. II 480.) [*](11 ἀληθὲς Sidd Gen. 12 καθάπερ καὶ Bcriipsi: καὶ καθάπερ MLEB; καθάπερ AT 16 τοῦτο δὲ T (hoc autem))

v.1.p.112
χειρήματος.

εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿, δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ ῾οὐκ ἔστιν ἀπόδειξις᾿, μάχεσθαι τῷ ῾ἔστιν ἀπόδειξις᾿· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ᾿ αὐτοὺς συνγμμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ οὐ δύναται ὑγιὲς εἶναι τοῦτο <τὸ> συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.᾿

πάλιν δ᾿ αὖ συγχωρούντων ἡμῶν καθ᾿ ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον ῾εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις', δύναται συνυπάρχειν τὸ ‘εἰ ἔστιν ἀπόδειξις᾿ τῷ ῾οὐκ ἔστιν ἀπόδειξις᾿. εἰ δὲ δύναται αὐτῷ συνυπάρχειν, οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ ῾εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ, ὥστε οὐκ ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον,

ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου, μὴ μαχομένου δὲ τοῦ ῾οὐκ ἔστιν ἀπόδειξις᾿ τῷ ῾ἔστιν ἀπόδειξις᾿. οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις᾿· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ ‘εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις᾿ συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος.

ἀλλ᾿ οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὧς ἐπελογισάεθα.

[*](26 τοῦτο δὲ Τ (hoc autem) cf. v. 16 1 τὸ add. Gen. (hoc coniunctum Τ) 9 τοῦτο MLT: τὸ ὑπὸ EAB 10 μὴ μαχομένου δὲ secl. Kayser 20 post τι Τ add. tam aliquid (ὥς τι?) 21 ἀληθείας Τ (veritatis))
v.1.p.113

Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας.

  • ἰδ’ περὶ συλλογισμῶν.
  • Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι, τοῦτο μὲν συμπεριτρεπομένων αὐτῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνά- μει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν (146 sqq.) πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι’ ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες.

    ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ’ αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ’ αὐτῶν ἔχοντες.

    ‘Η πρότασις τοίνυν αὕτη ‘πᾶς ἄνθρωπος ξῷον’ ἐκ τῶν κατά μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σωκράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι, καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος, δυνατὸν εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἶον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ. μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς ἡ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ πρότασις.

    ὅταν οὖν [*](27) ἀπόδειξιν G: αὐτὴν Τ (non magis ipsam esse quam) 32 λεγομένων MA 33 ἡμῶν MEABT (contradicentibus nohis) : ἡμῖν L 5 licet Τ (ἔνεστ?) 8 λέγω T (dico) 10 ἔχοντες M sed spat. 8 lit. rel. 12/13 σωκράτην EAB: σωκράτη ML

    v.1.p.114
    λέγωσι ‘πᾶς ἄνθρωπος ζῷον, Σωκράτης δ’ ἄνθρωπος, Σωκράτης ἄρα ζῷον’, ἐκ τῆς καθόλου προτάσεως τῆς ‘πᾶς ἄνθρωπος ζῷον’ τὴν κατὰ μέρος πρότασιν συνάγειν βουλόμενοιμ, τὴν ‘Σωκράτης ἄρα ζῷον’, ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεως ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον, ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι’ ἑκάστης τῶν κατὰ μέρος <......>

    ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου ‘Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἂνθρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπους’ τὴν μὲν ‘οὐδεὶς ἄνθρωπος τετράπους’ πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς ‘οὐδεὶς ἄνθρωπος τετράπους’ συλ- λογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσι.

    ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τούς τοιούτους ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστον’. τό τε γὰρ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνακτικόν ἐστιν, ὡς φασί, τοῦ ‘φῶς ἒστι’, τό τε ‘φῶς ἐστι’ μετὰ τοῦ ‘ἡμέρα ἔστι βεαιωτικόν ἐστι τοῦ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστιν’. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ ‘φῶς ἒστι’ τῷ ‘ἡμέρα ἒστιν’.

    εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ ‘εἰ ἡμέρα ἔστι, φῶς ἒστι’ συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ ‘εἰ ἡμέρα ἐστι, φῶς ἔστι συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναπδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν ’π’ ἀναποδείκτῳ βεβαιούσης, κἀνταῦθα ὁ διάλτρόπον [*]( T (modum) 27 lacunam indic. Bekker, quam recte sic fere explendam censet μέρος <ἐπαγωγικῶς συνάγοντες δὲ ἑκάστην τῶν κατὰ μέρος>: τὴν δὲ κατὰ μέρος Paris. Suppl. 133 ex coniectura (cf. Mus. Rhen. LXIV p. 253). 1 post διάλλ. add. T τρόπον (modum) 4 τε om. T 6 τε G: δὲ T (autem) 9 τεθεώρητο ML: τεθεώροιτο EAB 11 τὸ primumom. L 13 ὅτι deL Bekk. || ἔστιν Pasquali: εἷναι G: om. T 17 τῶν προειρημένων G: τούτων Τ (eorum))

    v.1.p.115
    τρόπος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ λόγου.