Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ’ εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ ‘οὐχὶ τὸ λῆγον' τίθεται καὶ τὸ ‘οὐχὶ τὸ ἡγούμενον', καὶ παρέλκει πάλιν τὸ συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης ‘οὐχὶ [*](§ 159 cf. ’ξ 156. adv. dogm. II 440.) [*](2 ἐκ συνημμένου T ψ coniuncto): ἐκ κινουμένου G 4 εἰ om. L 6 ἐν tfj συμπλοκῇ p. 94, 2 et 336, 19 14 ἄρα om. L αὐτῷ deL Kayser 22 ἔσται Τ (erit): ἔστι G 27 ἀναποδείκτου <λόγου> T (in secunda indemonstrativa ratione))

v.1.p.105
φῶς ἔστιν, οὐκ ἄρα ὅτι] ἡμέρα ἔστιν'.

ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν'.

τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ’ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν οὕτως ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν', ‘οὐχὶ ἡμέρα ἔστιν, νὺξ ἄρα ἔστιν, καὶ παρέλκειν τὸ διεζευγμένον.

Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἶον γοῦν ἐν τούτῳ τῷ λόγῳ ‘τὸ δίκαιον καλόν, τό καλὸν <δὲ> ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν' ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾿, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν εἶναι ἐλέγετο.

ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ ‘Σωκράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον,’ εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι [*](33 ὅτι om. T 4 τῷ M: τὸ LE AB 10 ψεῦδος Gen.: ψευδὲς G 12 ἀπ’ om. T 17/18 κατοπτρικῶν EAB 20 δὲ add. T (bonum autem prohum) 21 πρόδηλον MLT (manifestum): πρὸς ἡμῶν E AB 25 ἂν Bekk: ἐὰν G: omne quod bonum est Τ 30 δὲ om. L)

v.1.p.106
περ ἂν ᾐ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ

συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἷναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ ‘πᾶς ἄνθρωπος ζῷον' πρότασις, ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἷναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘Σωκράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,’ καὶ παρέλκειν τὴν ‘πᾶς ἄνθρωπος ζῷον' πρότασιν.

παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν. Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν.

εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἷναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου (fr. Stoic.III 1 67 A.), ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει.

Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον.

168 καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι’ ἑαυτοῦ προσπῖπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν, διόπερ καὶ ἀκατάληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ [*](§§ 137—168 ~ adv. dogm. II 451—452.) [*](33 ἂν Bekk.: ἐὰν G: omne utique (= ἂν) quod est homo T 2 ἕπεται om. T (si autem essentiam hominis et animal ipsum esse et propter hoc) || τῷ ἄνθρωπον Bekk.: τοῦ ἀνθρώπου G εἷναι τὸ scripsi: tco εἷναι E: τὸ εἶναι MLAB: τινα εἷναι τὸ Bekk. 3 ἀληθής T (vera scil. propositio): ἀληθές G 25 προσπίπτον Τ (incidens): προπῖπτον G)

v.1.p.107
ἀληθοῦς εἷναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς λόγος.

ἴνα δὲ καὶ ταῦτα παρῶμεν, ὁ διὰ προδήλων ἄδηλον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά, τὸ δ’ ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, ὡς παρεστήσαμεν, μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα, ἄδηλα ἔσται καὶ τὰ λήμματα, εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα, πρόδηλον ἔσται ἴ’ καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προδήλοις οὖσιν, ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι.

διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν, τουτέστι συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.

Καὶ κατ’ ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ’ οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὧς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὧς ὑπάρχουσαν τιθέναι τὴν ἀπόδειξιν.

ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα [*](§ 172 ~ adv. dogm. II 345 et 383—384.) [*](30 ἀληθοῦς T (rationis que dicitur esse vera): ἀληθὲς G || εἰ δὲ καὶ G: etsi T, καὶ del. Bekk. 14 συνακτικῶς Bekk., qui maluit τουτέστι σὺν. eicere || διά τινων ὁμολογουμένων T (per quedam manifesta) || ἀληθῶν ἐπιφοράν om. Τ 24: ἄλλο om. Τ)

v.1.p.108
ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ ἀπόδειξις. ἀλλ’ οὐδὲ εἰδική.

ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὧς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις.

τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπι- φορὰς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική.

εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐτοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀποδείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς· ἀλλ’ εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται ἐπεὶ κἀκείνην κατὰ παρολκὴν ἐροῦμεν εἶναι μοχθηράν.

ἀλλ’ οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον ‘εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν' φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρτίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική, παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν, ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.

[*](§§ 173—176 ~ dogm. II 385—390.)[*](28 ἢ LT: om. MEAB 6 ἔσται T (erit) 7 αὐτὴν om. T || ἢ <αὐτὴ> Τ (quam ipsa) 9 in aliis T 10 τὸν L Kayser T (solum) cf. v. 1. 21: μόνων G 19 ἀλλὰ μὴν — 20 φῶς ἔστιν om. Τ 20 ’φ’. ἔ. deL Fabr. 21 μόνον Τ (solum): μόνων G 24: ταῦτα EAB)
v.1.p.109

Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τούτων δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα ἐστίν.

εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἄμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως.

διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ’ οὐδὲ πρόδηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν.