Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ.

καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον ἀνὰ μέσον πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται καὶ καθίεται καὶ συνπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.

καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου, καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ, καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ·

καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει.

καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπἐρ τὸν πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ.

καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου, καὶ οἱ υἱοὶ τῶν λοιπῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὄρασιν, καὶ ἀσθενήσουσιν.

καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ, καὶ ἐκχεεῖ πρόσχωμα καὶ συνλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῖ βασιλέως τοῦ νότου στήσονται, καὶ ἀναστήσονται καὶ οἱ [*](6 συμμιγησονται] αποσυμμιγησονται A συμμιγησεται Q* ( σονται Qᵃ) AQ θυγατηρ] pr η AQ βασιλεως] βασιλευς A 7 στησεται] αναστησεται BᵇAQ εκ] επι Q αυτης] αυτου Q της ετοιμασιας] επι της ετ. A επι την ετοιμασιαν Q* (της ετοιμασιας Qᵃ) om εν A 8 ουτων 1⁰] + καταστρεψ ει BᵃᵇA και 2⁰] η Q* (κ Qᵐᵍ) 10 ανα μεσον] δυναμεω A διναμεως Q ελευσεται] εισελευσεται AQ ερχομενος] αρχ. A καθιειται AQ συνπροαπλακησεται (συμπρ. Bᵇ)] προσυμπλακησονται A προσσυμπλακησεται Q 11 βασιλευς του νοτου και] και ο βασ. του νοτου A του βασιλεως] om του AQ οχλος] pr ο AQ 12 ληψεται Bᵇ υψωθησεται] υπερυψω- θησεται A 13 βασιλευς] pr ο AQ αξει] εξει A το τελος] om το Q om ενιαυτων Q 14 των λοιπων] των λοιμων A παραβασεων ) (superscr συ ) θ΄ : σ΄ των λοιμων Qmg ασθενησουσι Qᵃ 15 βασιλευς] pr ο A συλληψεται BᵇQᵃ συλλημψ. AQ* πολις Q* (- λεις Qᵃ) στησονται] pr ου AQ om και 6⁰ AQ)

569
ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι.