Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων.

καὶ ἀναστήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρίας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ.

καὶ ὡς ἂν στῆ, ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρες ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδέ κατὰ τὴν κυρείαν αὐτοῦ ἣν ἐκυρίευσεν· ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέροις ἐκτὸς τούτων.

καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτῶν καὶ κυριεύσει κυρίαν πολ- [*](16 και 1⁰] + κατενυγην και Bᵃᵇ(ᵐᵍᵍ) om και ηνοιξα το στομα μου A AQ ειπα] ειπον Q εμου] μου AQ 17 πνευμα] πνοη AQ 20 ειπεν] + μοι A επιστρεφω A | του αρχοντος] αρχοντω A αρχοντος Q εισεπορευομην] εξεπο- ρευομην AQ αρχων] pr ο BᵃᵇAQ 21 εντεταγμενον] ενγεγραμμενον Q* εγγ. Qᵃ) | αληθιας Q* (-θειας Qa) | περι υπερ A | η 2⁰]ημιν A XI  1 ετει] pr τω B (improb Bᵃᵇ) ισχυν κ. κρατος Q 2 πλουτον] ον sup ras 3 vel 4 lilt Qviᵈ βασιλιαις Q* (-λειαις Qᵃ) 4 αν στη] αναστη Q* |τεσσαρας BᵃᵇAQ) κυρειαν] κυριαν AQ τουτων] + δοθησεται A 5 εις των αρχοντων ουτων ενισχυσει επ ουτων] ενισ χ. επ αυτων εις των αρχ. αυτου A κυριαν (-ρειαν Βab) πολλην] κυριειας πολλης επ εξουσιας αυτου A κυριαν πολλην επ εξουσιας αυτου Q)

567
λήν.

καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται, καὶ θυγάτηρ βασιλέως [*](B) τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ· καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὕτη καὶ οἱ φέροντες αὐτήν, καὶ ἡ νεᾶνις καὶ ὁ κατισ χύων αὐτὴν ἐν τοῖς καιροῖς.

καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ, καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει.

καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἲγυπτον· καὶ αὐτὸς στήσεται ὑπέρ βασιλέα τοῦ βορρᾶ.