Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ περιήγαγέν με ἐπὶ τὰ τέσσερα μέρη τῆς αὐλῆς, καὶ ἰδοὺ αὐλὴ κατὰ τὰ κλίτη τῆς αὐλῆς·

κατὰ τὸ κλίτος αὐλή, (22) αὐλὴ ἐπὶ τὰ τέσσαρα, καὶ τῆς αὐλῆς αὐλὴ μικρὰ μήκους πηχῶν τεσσεράκοντα, καὶ εὖρος πηχῶν τριάκοντα, μέτρον ἓςν ταῖς τέσσαρσιν.

καὶ ἐξέδραι κύκλῳ ἐν αὐταῖς, κύκλῳ ταῖς τέσσαρσιν· καὶ μαγειρεῖα γεγονότα ὑποκάτω τῶν ἐξεδρῶν κύκλῳ.

καὶ εἶπεν πρὸς μέ Οὗτοι οἱ οἶκοι τῶν μαγείρυν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ θύματα τοῦ λαοῦ.