Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀφέσεως, καὶ ἀποδώσει τῷ ἀφηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ, αὐτοῖς ἔσται.

καὶ οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ καταδυναστεῦσαι αὐτοὺς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου, ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ.

Καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τῆς κατὰ νώτου τῆς [*](AQ) [*](9 της προς νοτον (2⁰)] om της Q εξευσεται B* (εξελ Bᵃ αι et mg b της προς βορραν] om της Q πυλην] οδον της πυλης Q om εις AQ 10 μετ ουτων] pr ?? Q? 10 11 εξελευσεται...πανηγυρεσιν] distinx post πανηγ. A 10 εξελευσεται] μετ αυτω A 11 om και 1⁰ Q εστε Qa το μαναα] incep σ Q* και τοις αμνοις] τοις δε αμν. A 12 σωτηριου 1⁰] pr η Q + (sub οι γʼ ?? ) εκουσιον Q 13 om εις A πρωι] πρωι Q 14 το πρωι] bis scr Q improb το 2⁰ Qa τριτον] pr το AQ | του ειν] τω ιν A προσταγμα] + αιωνιον A et (sub αθʼ ?? ) Q 15 το πρωι] om το A 16 Κυριος θεος] αδωναι κς A κς ο θς Q δομα] pr το Q αυτου 1⁰] + του A εσται· κατασχεσις ( σεις A) AQ + ουτων αυτη A et (sub θʼ ?? ) Q 17 δομα] + εκ της κληρονομιας αυτου AQ αποδωσει] αποδοθησεται Q 18 λαου] + αυτου AQ καταδυναστευσαι] pr του Bᵃᵇ αυτου 1⁰] + απο της κληρονομιας αυτου AQ εκ 3⁰] απο AQ 19 νωτου] νοτου Q)

491
πύλης, εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων τὴν βλέπουσαν πρὸς [*](B) βορρᾶν, καὶ ἰδοὺ τόπος ἐκεῖ κεχαρισμένος.

καὶ εἶπεν πρὸς μέ Οὗτος ὁ τόπος ἐστὶν οὗ ἑψήσουσι ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπέρ ἀγνοίας καὶ τὰ ὑπέρ ἁμαρτίας, καὶ ἐκεῖ πέψουσι τὸ μαναὰ τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν.