Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
δμὰ τοῦτο προφήτεοσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλὶλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς.
διὰ τυῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικυκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται
ὑμῶν δέ, ὄρη Ἰσραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσιν τοῦ ἐλθεῖν.
τι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε,
καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον [*](AQ) [*](XXXVI 1 ορεσι Bᵇ: item 4, 6 του Ισραηλ] om του A λογον] pr τον Q 2 ου] ων A ευγε] + ευγε A 3 Κυριος] + ο θς A αντι του] pr (sub σʼ ?? ) αντι του και)Q*(improb αντι του Q?) om και μισηθηναι υμας Q υπο] απο των εθνων A υμας 3⁰] ημας A εθνεσι (1⁰) Bᵇ: item 4 ανεβητε] εγενεσθαι A γλωσσης A 4 Κυριου] pr αδωναι Q Κυριος] pr κς Q και ταις φαραγξιν (γξι Bᵇ: item 6) και τοις χειμαρροις] τοις χειμ. και ταις φαρ. A και τοις χειμι και ταις φαρ. Q τοις εξηρημωμενοις και ηφανισμενοις] ταις ναπαις ταις ερημω- μεναις και ηφανισμεναις A ενκαταλελιμμεναις (εγκ. Bᵃ? ᵇQ -λελrιμμ. Bᵃᵇ)) καταλελιμμεναις A και 7⁰] αι A om εις 2⁰ A εθνεσιν] pr εν Q περι- κυκλω] pr τοις A 5 om Κυριος A ει] η Qᵃ non inst μου 10 Bᵇ ᵛᵈ εαυτοις την γην μου A 6 και ταις ναπαις και ταις φαραγξῖ Q Κυριος] pr αδωναι A pr κς Q ονειδισμου Q* ( μους Qᵃ) 7 εγω] pr ιδου A pr (sub ?? ) ταδε λεγει αδωναι κς Q αρω] αιρω A ληψονται BᵇQᵃ 8 σταφυλην] + (sub ?? ) δωσετε Q υμων καταφαγεται] φαγεται A ο λ. μου] + (sub ??) Ιηλ Q 9 om οτι A om εφ υμας και 1⁰ A om και επιβλεφω εφ υμας Q* (hab Qmg) om και σπαρησεσθε A 10 παν] πανια Qᵐᵍ)
καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ εἰμι Κύριος.
καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν.
τάδε λέγει κύριος Κύριος Ἀνθʼ ὧν εἶπάν σοι Κατέσθουσα ἀνθρώπους εἶ, καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου·
διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος Κύριος.
καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφʼ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος Κύριος.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴιησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.
καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτούς,
καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.
καὶ εἰσῆλθον εἰς τὰ ἔθνη οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν.
καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ
διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ Τάδε λέγει Κύριος Οὐχ ὑμῖν ἐγῶ ποιῶ, οἶκος Ἰσραήλ, ἀλλ᾿ ἢ διὰ τὸ ὄνομά [*](10 πολεις] + υμων A η ηρημωμενη οικοδομηθησεται] αιρημωμεναι (sic) AQ οικοδομηθησονται A 11 κτηνη] + (sub αʼθ' ?? ) και αυξηθησονται και πληθυνθησονται Q τα εμπροσθεν] το εμπρ. A 12 γεννησω] δωσω A προστεθητε] προστεθησεσθαι A 13 κυριος] αδωναι A κατεσθιουσα Q* ᵛⁱᵈ (.θουσα Qᵃ) ει] + συ ) ητεκνωμενη] ε 1a sup ras B 14 ατεκνω- σεις ετι] ατεκνωσει σε ουκετι A κυριος] αδωναι A 15 ουκετι εφ υμας] εφ υμας ουκετι Q* (improb ουκ Qᵃ) ονειδισμους λαων] ονειδισμο εθνων A ου μη ανενεγκητε] ου μη ενεγκηται ετι A ου λημψη (ληψ. Qᵃ) ετι Q + (sub ?? ) και το εθνος σου ουκ ατεκνωθησεται ετι Q Κυριος] ο θς A 17 κατω- κησαν A και 1⁰] + εν ταις ακαθαρσιαις ουτων A ταις ακαθαρσιαις] pr εν AQ om και 4⁰ AQ αποκαθημενης] αφεδρου A 18 αυτους] + περι του αιματος ου εξεχεαν εν τη γη (επι την γην Q) και εν τοις ειδωλοις (ιδ. A) ουτων εμιαναν αυτην A et (sub αʼθʼ ?? ) Q 19 την οδον] τας οδους A την αμαρτιαν] τας ανομιας A 20 εισηλθον bis] εισηλθοσαν A μου το αγιον] το αγιον μου Q λεγεσθαι] λεγειν Q* ᵛⁱᵈ (γεσθαι Q¹) αυτου] ου- των A εξεληλυθοσιν] εξηλθοσα A 21 μου το αγιον] το αγιον μου Q 22 Κυριος] pr αδωναι A pr κς Q αλλ η] αλλα Q)
καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν.
καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
καὶ ῥανῶ ἐφʼ ὑμᾶς ὕδωρ καθαρόν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς,