Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.
καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἴνα ἐν τοῖς δικαιώμασίν μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.
καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν.
καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον
καὶ πληθυνῶ αὐτόν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθυεσιν.
καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθά, καὶ προσοχθιεῖτε κατὰ πρόσαωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν.
οὐ δι᾿ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος Κύριος, γνωστόν ἐστιν ὑμῖν. αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ.
τάδε λέγει ἀδωναὶ Κύριος Ἐν ἡμέρη ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι·
καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀυθʼ ὧυ ὅτι ἠφανισμένη ἐγενήθη κατʼ ὀφθαλμοὺς παντὸς παροδεύοντος.
καὶ ἐροῦσιν Ἡ γῆ ἐκεἰνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς. καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν·
καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἡφανισμένας· [*](AQ) [*](22 μου το αγιον] το αγιον μου Q εισηλθαται A 23 μεγα] αγιον A Κυριος] + λεγει αδωναι κς A et (sub ?? ) Q πιπι pro κς Qᵐᵍ 24 ληψομαι BᵇQᵃ γαιων] αγιων Q* (γαιων Qᵃ) 27 δικαιωμασι Bᵇ φυλαξεσθαι A ποιησητε] ποιησεται A + (sub ??) αυτα Q 28 καγω και εγω AQ 30 om ου Q* (hab Q¹ᵐᵃᵍ) λοιμον B*ᵛⁱᵈ (λιμον BᵇAQ οπως] + αν BᵃᵇQ λαβητε] + ετι AQ λιμου] λαου A εθνεσι Bᵇ 31 κατα προσωπον] και το πρ. Bᵃᵇ επι] εν AQ ουτων 2⁰] υμω| A 32 κυριος] αδωναι Bᵃᵇᵐᵍ Κυριος] ο θς A εστιν] εσται AQ Ισραηλ] + λεγει κς A 33 αδωναι Κυριος] κς ο θς A κη κς Q ημερα] τη ημ. εκεινη A ανομιων] pr των A ερημοι] pr αι AQ 34 ηφανισμενη 1⁰] pr η BᵃᵇAQ παροδευοντος] διο- δευοντος A 35 ηφανισμενη] pr η AQ 36 εγω 1⁰] + ειμι A)
Τήδε λέγει [*](B) ἀδωναὶ Κύριος Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτούς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους,
ὠς πρόβατα ἅγια, ὡς πρόβατα Ἰερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς· οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρὠπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Καὶ ἐγένετο ἐπʼ ἐμέ χεὶρ Κυρίου, καὶ ἐξήγαγέν με ἐν πνεύματι Κύριος καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·
καὶ περιήγαγέν με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπα Κύριε, σὺ ἐπίστῃ ταῦτα.
καὶ εἶπεν πρὸς μέ ΙΙροφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς Tὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου
Τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῖμα ζωῆς,
καὶ δώσω ἐφʼ ὑμᾶς νείρᾳ, καὶ ἀνάξω ἐφʼ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω πνεῖμὶ μου εἰς ὑμᾶς καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμἐ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.